βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, καὶ ἅρ μασι, καὶ ἐλέφασι, καὶ στόλῳ μεγάλῳ, συνάπτει μάχην πρὸς Πτολεμαῖον, βασιλέα Αἰγύπτου, καὶ, τρέψας αὐτὸν, κατεκράτησε τὰς Αἰγύπτου πόλεις καὶ πάσας ἐσκύλευσε.
ϛΘʹ. Περὶ τῆς βʹ ἁλώσεως τῆς Ἱερουσαλήμ. 208 Τῆς δὲ ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, διὰ τὴν τοῦ ἀρχιερέως Ὀνίου μισοπο νηρίαν τε καὶ εὐσέβειαν, "συνέβη καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέραις μʹ φαίνεσθαι διὰ τοῦ ἀέρος ἱππεῖς τρέχοντας ἐν ὅπλοις, (καὶ) διαχρύ σους στολὰς ἔχοντας, καὶ προσβολὰς (ἐξ) ἑκατέρων γινομένας, καὶ ὅπλων κινήσεις, καὶ χρυσέων κόσμων ἐκλάμψεις, παντοίοις εἴδεσιν ἀμφιάσεων τεθωρακι σμένους· διὸ πάντες ἠξίουν ἐπ' ἀγαθῷ γενέσθαι τὴν ἐπιφάνειαν," ἥτις καὶ προεδήλου τὴν πονηρὰν ἔφο δον Ἀντιόχου. ̣2 ̣ Τέλος δὲ "ἀναζεύξας μετὰ νί κης πολλῆς καὶ τεθηριωμένος τὴν ψυχὴν (ἐξ ἄκρας ἀπονοίας τε καὶ ἀλαζονείας) παρέλαβε τὴν πόλιν δορυάλωτον. Εἶτα προστάξας τοὺς στρατιώτας ἀφειδῶς τύπτειν τοὺς παρατυγχάνοντας, ἀνῃρέ θησαν μυριάδες ιηʹ. Κατατολμήσας οὖν καὶ εἰς τὸν ἁγιασμὸν εἰσελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ, καὶ στήσας βωμὸν καὶ "εἴδωλον, βδέλυγμα ἐρημώσεως," καὶ τὸν ναὸν μιάνας δι' ἀκαθάρτων θυσιῶν, ἱερὸν ∆ιὸς Ὀλυμπίου προσηγόρευσεν.
Ρʹ. Περὶ Ἐλεάζαρ καὶ τῶν ζʹ παίδων τῶν Μακκαβαίων καὶ τῆς αὐτῶν μητρός. Οὗτος ἐφ' ὑψηλοῦ τόπου καθίσας (τῶν στρατευ μάτων αὐτῷ παρεστηκότων κύκλοθεν ἐνόπλων) ἐκέ λευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον ἐπισπᾶ σθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι· εἰ δέ τινες μὴ θέλοιεν (μιαροφαγῆσαι), τούτους (τροχισθέντας) ἀναιρεῖσθαι. ̣2 ̣ Πολλῶν δὲ συναρπασθέντων, ἐξ ὧν "Ἐλεάζαρ τις, τῶν πρω τευόντων Γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν, ἠναγκάζετο μιαροφαγῆσαι. Ὁ δὲ τὸν μετ' 209 εὐκλείας θάνατον μᾶλλον ἢ τὸν κατὰ τοῦ μύ σους βίον ἀναδεξάμενος, αὐθαιρέτως πρὸς τύμπανον ἤγετο· καὶ οὕτως μετὰ πολλῶν πρῶτον αἰκι σμῶν καὶ μαστίγων ὑπαλλάξας τὸν βίον, οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς προβεβηκόσι τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος, μνημόσυνον ἀρετῆς κατέλιπε ταῦτα." ̣3 ̣ Μεθ' ὃν καὶ ἄλλοι τινὲς ζʹ ἀδελφοὶ σὺν τῇ μητρὶ ἑαυτῶν διαφόρως βασανισθέντες τὸν τοῦ 110.344 μαρτυρίου στέφανον ὡσαύτως ἀνεδήσαντο ̣4 ̣. Περὶ ὧν ὁ μέγας Γρηγόριός φησιν· "Οὕτως ἀπέλαυσε τῆς ἱερωσύνης ὁ θεῖος Ἐλεάζαρ μυηθεὶς καὶ μυήσας τὰ ἐπουράνια καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ ἁγιάσας, ἀλλ' οἰκείοις αἵμασι, καὶ ποιήσας τὴν τε λευτὴν τελευταῖον μυστήριον. Οὕτω καὶ οἱ νέοι παῖ δες οὐχ ἡδοναῖς δουλεύσαντες, ἀλλὰ τῶν παθῶν κυ ριεύσαντες καὶ τὸ σῶμα ̣55a καθαγνίσαντες, πρὸς τὴν ἀπαθῆ ζωὴν μετέστησαν." "Οὕτως ἀπέλαυσε τῆς πολυτεκνίας ἡ μήτηρ, ὥς φησί τις, οὕτως καὶ ζῶσιν ἐκαλλωπίσατο, καὶ ἀπελθοῦσα συνανεπαύσατο καὶ οὒς ἐγέννησε κόσμῳ, Θεῷ παραστήσασα. Ἠγά σθη δὲ καὶ Ἀντίοχος οὕτω μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν. Ἴσασι γὰρ θαυμάζειν ἀρετὴν ἀνδρῶν καὶ πολέμιοι, ὅταν, τοῦ θυμοῦ λήξαντος, ἐφ' ἑαυτῆς ἡ πρᾶξις δοκιμάζηται, ὥστε καὶ ἀπῆλθεν ἄπρακτος καὶ ἀπληροφόρητος." ̣5 ̣ Ὑφ' ὧν (τοίνυν) ὁ τύ ραννος καταισχυνθεὶς καὶ μᾶλλον ἐκμανεὶς (καὶ) τὰ ἱερὰ σκεύη πάντα λαβὼν, χρυσόν τε καὶ ἄργυρον ἄπειρον καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ πολλὴν φονοκτονίαν ποιή σας καὶ μεγαλοῤῥημονήσας, ἀνεχώρησεν εἰς Ἀντιό χειαν (μέγα πένθος καταλείψας τοῖς υἱοῖς Ἰσραήλ). Καὶ μετὰ βʹ ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας, ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὰς πόλεις Ἱε ρουσαλὴμ, ὃς παραγενόμενος μετὰ πολλῆς δυνάμεως καὶ λαλήσας εἰρηνικοὺς λόγους, μετὰ δόλου πρὸς τὴν πόλιν Ἱερουσαλὴμ εἰσελθὼν ἐπάταξεν αὐτοὺς πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη, πᾶσαν (αὐτὴν) ἐνέπρησε 210 (καὶ κατέστρεψε), καὶ τὸ μὲν ἱερὸν (ἀσωτίαις καὶ) μιαραῖς θυσίαις ἀνεπλήρωσεν, τοὺς δὲ μὴ προσαιρουμένους τῶν Ἰουδαίων μεταβαίνειν εἰς τὰ Ἑλληνικὰ καὶ τῶν ἀθεμίτων ἀπογεύεσθαι, ἀφειδῶς κατέκτεινεν.