τὸ μὲν τῷ παιδὶ εἰς τὴν ἡγεμονίαν ἐκδιδόασι, τὸ δὲ αὖ τῷ ἑτέρῳ παιδί, ὥστε μὴ διαφορὰν αὐτοῖς ἐγγίνεσθαι, ἐς ἱερωσύνην καταλείπεσθαι. καὶ τὸ ἀπὸ τοῦδε μεγάλην ἔχειν αὐτοῖς τὴν ἀξίαν τῆς Ῥώμης ἀρχιερέα, τά τε ἄλλα καὶ ἐπιτηδείως ἔχειν αὐτῷ σύμπαντας. Περὶ μὲν τούτων Ἰωακεὶμ ἐλλόγιμος τῶν κατὰ τὴν Ἰταλίαν σοφῶν γενομένων, καὶ ἐπὶ μαντικὴν ἀφικόμενος, τούς τε ἐσομένους ἀρχιερεῖς προεσήμαινε, τρόπῳ ᾧ ἂν ἕκαστος τούτων παριὼν ἐπὶ τὴν ἡγεμονίαν βιώσοιτο, δαιμόνιον δὲ γίγνεσθαι, ἐπειδὰν ἐς τὰ ἔργα καταστῇ τὰ μαντεύματα αὐτῷ. καὶ λέγεται μὲν περὶ τοῦ ἀνδρὸς τούτου καὶ ἕτερ' ἄττα θαύματος ἄξια. ἰδιώτην γὰρ ὄντα, καὶ οὐδ' ὁτιοῦν ἐπαΐοντα ἢ μικρὸν ἢ μέγα σοφίας, πυλωρὸν δὲ ὄντα κατά τινα μονὴν τῶν ἐν Ἰταλίᾳ ὄντων Ναζηραίων, τυχεῖν ἐλθόντα ἐς κῆπον· τῷ δὲ πορευομένῳ ἐπιφανῆναι ἄνδρα αὐτῷ τὸ εἶδος κάλλιστον, καὶ ἐπιστάντα οἱ εἰπεῖν, κατέχοντα ἐν 2.79 ταῖς χερσὶν ὑδρεῖον, "ὦ Ἰωακείμ, λάβε, πίε τοῦ οἴνου τούτου· κάλλιστος γάρ ἐστι." τὸν δὲ λαβόντα ἐπιπιεῖν τε τοῦ οἴνου ἱκανῶς καὶ ἐμφορηθῆναι. ὡς δὲ ἄρα ἱκανῶς ἔχειν αὐτῷ εἴρηται πρὸς τὸν ἄνθρωπον, ἐπειπεῖν αὐτῷ τὸν ἄνδρα "ὦ Ἰωακείμ, εἰ τὸ πᾶν ἔπιες τοῦ οἴνου, τὸ πᾶν ᾔδεις ἀκριβῶς." ἐντεῦθεν τοῖς σοφωτάτοις καταστῆναί τε ἐς διάλεξιν, καὶ δαιμόνιόν τινα τὴν σοφίαν ἐπιφαίνεσθαι. ἐντεῦθεν δὲ ὡρμημένον ἐπὶ τὴν τῆς ἀρχιερατείας ἡγεμονίαν, προσημᾶναι μεγάλ' ἄττα ἐσόμενα ὁτῳοῦν, ἀποσημειωσάμενος, ὥστε καταφανῆ γίνεσθαι, ἐπειδὰν ἐς ἔργον ἐκβῇ. οἷα μέντοι προεσήμαινεν, ἔξεστιν ἁπανταχῇ περιιόντων τῶν σημείων αὐτοῦ. Περὶ δὲ τῶν κατὰ τὴν Ἰταλίαν τυράννων, οὐ πάνυ μεγάλων ὄντων καὶ ὑπ' αὐτὸν ταττομένων τὸν Μεδιολάνου ἡγεμόνα, ᾗ δὴ καὶ οἱ τῆς Σικελίας καὶ Καλαβρίας καὶ Ἰαπυγίας καὶ τῆς ἄλλης χώρας τῆς κατὰ τήνδε τὴν χώραν ὑπὸ τῷ Παρθενόπης βασιλεῖ τάττονται, οὐδὲν δέον ἐπιμνησθῆναι περὶ αὐτῶν, παρήσω. πολιτεῖαι δὲ ἐς τὴν Ἰταλίαν τελοῦσαι εἰσὶν ἥ τε Οὐενετῶν πόλις καὶ ἡ Βονωνία καὶ αἱ Τυρρηνικαὶ πόλεις (ὅσαι τε εἰσί, καὶ πρότερόν μοι δεδήλωται) ἑπόμεναι τῇ Φλωρεντίᾳ καὶ κατὰ ταὐτὰ διοικούμεναι, καὶ ἡ τῶν Ἰανυΐων πόλις. αὗται μὲν οὖν σχεδὸν αἱ τῆς Ἰταλίας ἡγεμονίαι, ὁτὲ μὲν πρὸς τοὺς Οὐενετούς, ὁτὲ δὲ καὶ πρὸς τὸν Μεδιολάνου τύραννον τὴν συμμαχίαν ποιούμεναι. ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον. 2.80 Ἕλληνες μὲν ὡς ἐπ' οἴκου ἐκομίζοντο, τῷ τε βασιλεῖ Ἀμουράτῃ πρέσβεις πέμποντες ἠξίουν τε αὐτῷ εἰρήνην ποιεῖσθαι καὶ ἐμπεδῶσαι αὐτῷ τὰς σπονδάς. ξυνέβη δὲ οὐ πολλῷ ὕστερον τὸν μέντοι Κωνσταντῖνον τοῦ βασιλέως ἀδελφὸν ἐπὶ Πελοπόννησον ἀφικόμενον παρακαλεῖν τὸν ἀδελφὸν ἐπὶ τὴν τῆς βασιλείας διαδοχήν, καὶ ἀπεσπασμένον ὡρμῆσθαι μὲν αὐτὸν ἐπὶ Βυζάντιον πλέοντα, γενόμενον δὲ ἐν Λήμνῳ, ὡς ἔγημε τοῦ Λέσβου ἡγεμόνος θυγατέρα, ἐπιπλεῦσαί τε αὐτῷ τοῦ βασιλέως στόλῳ Ἀχμάτην, καὶ πολιορκῆσαι αὐτὸν ἐν Κοτζίνῳ τῆς Λήμνου πόλει σὺν τοῖς ἀμφ' αὐτόν. τὸν δὲ Ἀχμάτην ἀποβάντα ἐς τὴν νῆσον καὶ ἐπιδραμόντα πολιορκεῖν τὸν βασιλέως ἀδελφὸν ἐπὶ ἡμέρας ἑπτὰ καὶ εἴκοσι, καὶ καταβαλόντα τὸ τεῖχος τηλεβόλοις, οὐκ ἠδυνήθη βιάσασθαι, ὥστε εἰσελθεῖν ἐς τὴν πόλιν. μετὰ δέ, ὡς οὐκ ἠδύνατο ἐξελεῖν, ἀπέπλει ἐπ' οἴκου. ὁ μέντοι Κωνσταντῖνος γενόμενος ἐπὶ Βυζάντιον, καὶ γνώμην ἀποδεικνυμένου τοῦ βασιλέως, ὥστε ἀφικέσθαι αὐτῷ τὸν ἀδελφόν, αὖθις ἐπὶ Πελοπόννησον ἐλθεῖν τε αὐτόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ Θεόδωρον οἴχεσθαι καταλιπόντα τε τὴν Πελοπόννησον καὶ ἀπιόντα ἐς Βυζάντιον. τούτοις μὲν ἐς τοσοῦτον ἐγένετο· ὁ δὲ νεώτερος τούτων ἀδελφὸς ∆ημήτριος ἐς διαφορὰν τῷ βασιλεῖ ἀφικόμενος ἀφελομένῳ αὐτοῦ τὰ πλείω τῆς χώρας, ὡς οὐδὲν αὐτῷ τῶν δεόντων προσεχώρει πρὸς τοῦ ἀδελφοῦ, διαπρεσβευσάμενος πρὸς βασιλέα Ἀμουράτην καὶ ξυμπαραλαβὼν παρ' αὐτοῦ στράτευμα ἐπέλασέ τε καὶ ἐπολιόρκει Βυζάντιον. μετ' οὐ πολὺ δὲ τοῦ Ἀσάνεω τοῦ γαμβροῦ, 2.81 ἀνδρὸς μέγα δυναμένου ἐν Βυζαντίῳ καὶ δοκοῦντος συμπράξειν αὐτῷ τὰ πρὸς τὴν βασιλείαν, ὡς οὐδὲν ἠνύετο αὐτῷ, ἀπεχώρει. μετ' οὐ πολὺ δὲ διαπρεσβευσάμενος πρὸς τὸν ἀδελφὸν