97
ἀφορίᾳ· τοῦτο δὲ διαλογισμὸς ἑρμηνεύεται. Τούτων οὖν οἱ διαλογισμοὶ, πεδία λεχθέντες διὰ τὸ πλῆθος, πενθήσουσιν ἀνονήτου τῆς αὐτῶν ἀσεβείας φανησομένης. Πενθήσει καὶ ἡ ἄμπελος Σεβαμά. Ἑκάστου γὰρ ἔθνους ἐστί τις ἄμπελος. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν. Καὶ ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, περὶ τῶν Αἰγυπτίων ὁ Μωσῆς. Ἔστι καὶ ἄμπελος ἣν ἐφύτευσε Κύριος. Ἄσω γὰρ, φησὶ, τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνι. Καὶ τῆς βασιλείας δὲ τὸν ἀμπελῶνα, φησὶν ὁ Κύριος, ἀπὸ τῶν μὴ ποιούντων ἀρθέντα καρποὺς ἔθνει δοθῆναι ποιοῦντι τοὺς ταύτης καρποὺς, δηλῶν τὸν νόμον καὶ τοὺς προφήτας, καθ' οὓς οὐκ ἐπολιτεύοντο, ὧν τὰ νοήματα δοθῆναι ἔθνη διὰ πολιτείας ποιοῦντι καρπούς. Αὐτὴ λόγος ἀληθείας ἡ ἄμπελος· ἡ δὲ τῶν Αἰγυπτίων τοῦ ψεύδους πρὸς γεωργίαν αὐτοῖς παρὰ τοῦ κοσμοκράτορος δοθεῖσα τοῦ σκότους τούτου· ἡ δὲ Σοδόμων ἀκαθάρτου βίου καὶ πράξεων, ἂς δὴ γεωργεῖν ὁ πονηρὸς αὐτοὺς ἐμισθώσατο. Ἐξ ὧν λαβόντες Γραμματεῖς καὶ Φαρισαῖοι τὰ σπέρματα, τοῦ λέγοντος ἐξετμήθησαν, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, Γομόῤῥας ἔχοντες κληματίδα. ∆ιὸ καὶ γεωργοῦσι σταφυλὴν χολῆς καὶ βότρυν πικρίας. Ὁ δὲ οἶνος αὐτῶν θυμὸς δρακόντων καὶ ἀσπίδων ἀνίατος. Ἡ σεβαμὰ δὲ ἄμπελος (ἐπιστροφὴ δὲ ἑρμηνεύεται) λόγον ἐσχηματισμένον δηλοῖ πρὸς εὐλάβειαν. Σχηματίζονται γὰρ βίον ὀρθὸν, ὑπαγόμενοι πολλοὺς εἰς τὴν οἰκείαν διαστροφὴν, χρηστὰ πράττειν δοκοῦντες καὶ παραινεῖν. Ὧν τὰ δόγματα καὶ βίος ἄμπελος σεβαμὰ γνήσιον ἔχοντα μηδὲ ἐν ὑπὸ Μωαβιτῶν γεωργουμένη, ἡ τὰ ἴδια πολλὰ ποιοῦσα γεννήματα κατα 2117 πίνειν τὰ ἔθνη λέγεται διαλεκτικῇ δυνάμει τοὺς ἀγυμνάστους, δι' ὧν νικᾷ καταπίνουσα. Πρὸς οὓς καταπίνοντας ὁ λόγος φησὶ τοὺς τοιούτους λόγους καταπατεῖν. Ἡ γὰρ περὶ τούτου σχολὴ σχολάζειν ὑμᾶς οὐκ ἐᾷ [καὶ] συναφθῆναι πρὸς Ἰαζὴρ, τὴν ἑρμηνευομένην ἰσχὺς, ἣν οὖσαν πνευματικὴν οὐχ ὑποδέξεταί τις, ἐὰν μὴ τὰς ἀμπέλους καταπατήσῃ τῆς Σεβαμὰ τῆς ἰδίας ἐρημίας ἐπιλαθόμενος, καταλείπει δὲ ταύτην κρείττοσι χωρίοις ἐνδιαιτώμενος. Εἶτά φησιν· Οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν. Ψευδὴς γὰρ ἀπόστολος ὑπὸ Θεοῦ καταλείπεται. Ὑφ' ὧν μὴ ἀπατᾶσθαί φησιν, ὡς ἰσχὺν ἐχόντων τοῖς πράγμασιν. Ἀβοήθητοι γάρ εἰσιν ἐκ Θεοῦ, ὡς μὴ διαβεβηκότες τὴν θάλασσαν καὶ τοὺς πειρασμοὺς περιφεύγοντες. Τοιοῦτον γὰρ τὸ, "Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης." Ὁ γὰρ ἀθλητὴς ὁμόσε τούτοις χωρεῖ, μὴ συγκαθιεὶς ἑαυτὸν δόγμασιν ἐθνικοῖς, διὰ σαρκὸς ἡδονὰς κερδᾶναι θέλων τοὺς διωγμούς. ∆ιὰ τοῦτο, Κλαύσομαι, φησὶν, ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ὃν οἱ κατὰ Θεὸν κλαίουσι δυνατοὶ τὴν τοῦ βίου παροικίαν στενάζοντες, ποθοῦντες δὲ καὶ ἐκλείποντες εἰς τὰς αὐλὰς τοῦ Κυρίου· μήποτε δὲ καὶ ὡς ἰσχὺς κλαίεται μαρανθεῖσα νοσήματι, οὕτω καὶ ἄμπελος Σεβαμὰ μαρανθεῖσά τε καὶ μέλλουσα πυρὶ παραδίδοσθαι. Εἶτά φησι πρὸς τὴν Μωαβῖτιν, ὡς τὰ ταύτης δένδρα κατέβαλεν ἡ Ἐσεβὼν καὶ Ἐλεαλή. Ἑρμηνεύεταιδὲ ἡ μὲν Ἐσεβὼν, λογισμοί· ἡ δὲ Ἐλεαλὴ, Θεοῦ διάβασις. Ἡ γὰρ ἄμπελος ἡ ἀλλοτρία, καὶ ἡ φυτεία, ἢν οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, καταβάλλεται, ἑτεροδόξων ὄντα φρονήματα ὑπὸ λογισμῶν ὀρθῶν καὶ τῆς ἀνόδου τῆς πρὸς Θεὸν δι' ἀγαθῶν ἔργων ὑψούσης ἡμᾶς. Μακάριος γὰρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Μεθ' ἅ φησιν, Ἐπὶ τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, εἰκότως· ὃν γὰρ θερίζει σῖτον, καὶ ὃν τρυγᾷ οἶνον, ἐναντίως ἔχουσι τῷ ἄρτῳ τῷ στηρίζοντι καρδίαν ἀνθρώπου, καὶ οἴνῳ τῷ εὐφραίνοντι καρδίαν ἀνθρώπου. ∆ιὸ πατεῖται παρὰ Θεοῦ τροφὴν ἢ ποτὸν γενέσθαι τοῖς ἐξ ἀδιακρισίας ἀγνοοῦσι κωλύοντος. Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων. Ἀφῃρέθη γὰρ ἐκ τοῦ Ἰσραὴλ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ ἐδόθη ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Καὶ ἡ τῆσδε ψευδωνύμου γνώσεως φαντασία τὴν μὴ οὖσαν εὐφροσύνην ἀληθῆ τοῖς ἁλοῦσιν ἐμβάλλουσα, παραιρεῖται παρὰ Θεοῦ βοηθοῦντος τοῖς ἐκ ταύτης ἀπατωμένοις. Εἴποις δ' ἂν ὑπολήνια, τὰς δεχομένας τὴν μοχθηρὰν διδασκαλίαν ψυχάς. Ἡ δὲ κοιλία τοῦ