De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
Ἰστέον ὅτι μετὰ τὸ καθεσθῆναι τὸν βασιλέα ἐν τῷ σένζῳ τῇ τάξει ᾖ ἀνωτέρω εἰρήκαμεν, ἵστανται εὐνοῦχοι πρωτοσπαθάριοι ὄπισθεν τοῦ βασιλέως πλησίον τοῦ σένζου, ἠλλαγμένοι τά τε στιχάρια αὐτῶν καὶ τὰ σαβάνια, φοροῦσι δὲ καὶ τὰ μανιάκια, καὶ ἐπὶ ὤμων βαστάζουσι τὰ σπαθοβάκλια αὐτῶν, ὄπισθεν δὲ τῶν αὐτῶν πρωτοσπαθαρίων ἵστανται μέσον τοῦ ἡλιακοῦ πρωτοσπαθάριοι βαρβάτοι ἠλλαγμένοι τά τε σπέκια αὐτῶν καὶ τὰ μανιάκια. Τὸ δὲ ἄρμα, ἤγουν τὸ σκουτάριν βαστάζουσι σπαθάριοι δύο καθ' ἕνα ἕκαστος αὐτῶν, καὶ ἵστανται μετὰ τῶν αὐτῶν βαρβάτων πρωτοσπαθαρίων, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ οἱ κουβικουλάριοι ἵστανται ἐπ' εὐθείας ἅπαντες ἔνθεν κἀκεῖσε τῶν αὐτῶν βαρβάτων πρωτοσπαθαρίων. Ὁ δὲ τῆς καταστάσεως ἵσταται ἔμπροσθεν τῶν κουβικουλαρίων μικρὸν πρὸς τὸ λαμβάνειν αὐτὸν ἀπὸ κελεύσεως ἐκ τοῦ πραιποσίτου τὰ νεύματα. Οἱ δὲ σπαθαροκανδιδάτοι ἵστανται ὄπισθεν τῶν προειρημένων βαρβάτων πρωτοσπαθαρίων, σπαθαροκουβικουλαρίων τε καὶ κουβικουλαρίων βαστάζοντες τὰ σκουτάρια αὐτῶν, φοροῦντες καὶ τὰ μανιάκια καὶ τὰ σπαθία αὐτῶν, ὡσαύτως καὶ οἱ σπαθάριοι φοροῦντες τά τε σπαθία 2.111 αὐτῶν καὶ σκουτάρια, βαστάζοντες τὰ διστράλια αὐτῶν, ἵστανται ἔνθεν κἀκεῖσε τῶν σπαθαροκανδιδάτων, ὁμοίως εἰ τύχωσι καὶ σπαθάριοι διὰ πόλεως. Οἱ δὲ σιλεντιάριοι ἵστανται ἐν τῷ κρεμαμένῳ βήλῳ πύλης τοῦ ἡλιακοῦ ἐν τῷ μαρμαρίνῳ πουλπίτῳ· ἄρχοντες δὲ τοῦ κουβουκλείου καὶ πατρίκιοι ἵστανται ἔνθεν κἀκεῖσε ἐν τοῖς παρακυπτικοῖς καγκέλλοις ὄρθιοι, μὴ ἐπερειδόμενοι ἐπ' αὐτοῖς. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι, εἰ τύχοι γενέσθαι τὸ δέξιμον ἐν τῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου, τελεῖται ἡ τῆς παραστάσεως τάξις οὕτως· Καθέζεται ὁ βασιλεὺς ἐπὶ τοῦ σένζου, ὡς εἴθισται αὐτῷ, καὶ ἵστανται ἐνώπιον αὐτοῦ ἄρχοντες τοῦ κουβουκλείου, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ ἵστανται ἅπαντες ἔνθεν κἀκεῖσε ἀπὸ τοῦ πουλπίτου ἐν ταῖς θυρίσι· οἱ δὲ συγκλητικοὶ ὑπατικοὶ ἵστανται ἀπ' αὐτῶν ὁμοίως καὶ αὐτοὶ ἐν ταῖς θυρίσιν. Ὡσαύτως καὶ οἱ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ὄπισθεν τοῦ βασιλέως πλησίον τοῦ σένζου ἠλλαγμένοι· οἱ δὲ βαρβάτοι πρωτοσπαθάριοι καὶ οἱ τὸ ἄρμα κατέχοντες, ὡς προείρηται, ἵστανται ἔμπροσθεν τῶν πυλῶν τοῦ Τρικόγχου. Ὄπισθεν τῶν προρρηθέντων εὐνούχων πρωτοσπαθαρίων σπαθαροκουβικουλάριοί τε καὶ κουβικουλάριοι ἵστανται ἐν τῇ τρίτῃ πύλῃ τοῦ Τρικόγχου, οἱ δὲ σπαθαροκανδιδάτοι καὶ οἱ σπαθάριοι ἵστανται ἔνθεν κἀκεῖσε τοῦ βασιλέως ἐν τοῖς μαρμαρίνοις πουλπίτοις· ὁ δὲ τῆς καταστάσεως ἵσταται ἔμπροσθεν τῶν προειρημένων σπαθαροκανδιδάτων τε καὶ σπαθαρίων, ὄπισθεν δὲ τοῦ τῆς καταστάσεως ἵστανται σιλεντιάριοι.
2.112 ΟΖʹ (ΞΗʹ) Περὶ τοῦ χρυσοῦ ἱπποδρομίου καὶ τῶν ἐν αὐτῷ τελουμένων.
Προέρχονται ἅπαντες ἐννύχιον, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, οἱ μὲν ἐν τῇ
Θερμάστρᾳ, οἱ δὲ ἐν τῇ Ἀψίδι· καὶ λαβὼν κομβίναν ὁ πραιπόσιτος παρὰ σιλεντιαρίου, εἰσέρχεται καὶ ἐπιδίδωσιν αὐτὴν τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς κελεύει τῷ πραιποσίτῳ δοθῆναι τὸ πέρατον, καὶ ἐξελθὼν μετὰ τῶν τοῦ κουβουκλείου ἁπάντων, διέρχεται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Τεσσαράκοντα. Εἶτα ἐλθόντα ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγχου δέχεται αὐτὸν ἐκεῖσε ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίων ἁπάντων, καὶ διέρχεται μετ' αὐτῶν ὁ πραιπόσιτος διά τε τῆς Ἀψίδος καὶ τῆς ∆άφνης. Ἀπελθὼν δὲ μέχρι τοῦ Αὐγουστέως, ἐξέρχεται εἰς τὸ στενὸν ἐν τῇ Χρυσῇ Χειρί, καὶ εὑρίσκει ἐκεῖσε ἑστῶτας τοὺς κούρσωρας μετὰ τῶν δεκανῶν ἔνθεν κἀκεῖσε. ∆ιελθόντες δὲ μέσον αὐτῶν οἵ τε δήμαρχοι καὶ ὁ ἀκτουάριος καὶ πλησιάσαντες τῷ πραιποσίτῳ, προσκυνοῦσιν αὐτῷ, καὶ εἶθ' οὕτως δίδωσιν αὐτοῖς ὁ πραιπόσιτος τὸ πέρατον, εἶτα ὑποστρέψας ἀπὸ τῶν ἐκεῖσε, δηριγευόμενος ὑπὸ τῶν προειρημένων, εἰσέρχεται ἐν τῷ παλατίῳ.
Ὁ δὲ βασιλεὺς περιβαλλόμενος τὸ χρυσοπερίκλειστον αὐτοῦ σαγίον καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ 2.113 κουβουκλείου, διέρχεται διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου,