ἀφεὶς, τουτέστι τὴν κατοικίαν αὐτοῦ, πρὸς τὴν ἐκείνου βαδίζειν ἀσυνέτως ἐγλίχετο, καίτοι Θεοῦ πάντη τε καὶ πάντως ἐπάξειν αὐτῷ τὰ τοιάδε διειρη- 1.234 κότος, εἰ μὴ βούλοιτο μετανοεῖν. ἐπειδὴ δὲ πρὸς τοῦτο αὐτοὶ κατώλισθον σκοποῦ, θυμωθήσεται Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ. τίμια δὲ καὶ ἐξαίρετα καὶ προὔχοντα τῶν λαῶν, βασιλεῖς δηλονότι καὶ ἡγούμενοι, οἳ καὶ τοῖς ἀγελαίοις συναπεκομίσ- θησαν, ἐλεεινοί τε καὶ δοῦλοι, καὶ ἐν τάξει δορικτήτων, ὅτι τοὺς ὑπὸ χεῖρα πεπλανήκασι, καὶ γεγόνασι παγὶς τοῖς, εἴπερ ἤθελον αὐτοὶ, καὶ διάττειν δυναμένοις τὴν ἐπ' εὐθύ. καθη- γεῖται γὰρ ἀεὶ τῶν ὑπεστρωμένων τὸ ἡγούμενον. ἔσονται δὴ οὖν ταπεινοὶ καὶ ἀπεῤῥιμμένοι, καίτοι πλείστην ὅσην ἐσχηκότες τὴν δόξαν. πρόσεστι γὰρ πάντως τοῖς τῆς βασιλείας θώκοις τὸ εὐκλεές. ἀλλ' οὐκ ἂν ὑψώσειεν αὐτοὺς ὁ Θεός. πέπαυται γὰρ, ὡς ἔφην ἤδη πλειστάκις, ἡ τοῦ Ἐφραῒμ βασιλεία. Παραφυλακτέον δὴ οὖν ἡμῖν μάλιστα τοῖς ἐν Χριστῷ, τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ· ἢ εἰ μὴ τοῦτο δρῴημεν, ἑκόντες αὐτοὶ τὸν τοῦ διαβόλου ζυγὸν ἑαυτοῖς ἐπιθήσομεν, μονονουχὶ καὶ ἀποκρεμάμενοι τῆς εἰς αὐτὸν ἀγάπης, ὅλῃ τε βαδίζοντες προθυμίᾳ πρὸς τὸ ὑπ' αὐτῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ δοκοῦντα πληροῦν. ἀλλ' εἰ τοῦτο γένοιτο, παροξυνοῦμεν Θεὸν, οὕτω τε λοιπὸν ἐσόμεθα ταπεινοὶ, χθαμαλὸν καὶ πεπατημένον ἔχοντες νοῦν, Θεοῦ παραλύοντος, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἀνδρείαις ἀνορ- θοῦν ἡμᾶς οὐκ ἀνεχομένου. 9Τί σε διαθῶ Ἐφραΐμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῶ; ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβοείμ. μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλει- 1.235 φθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.9 Προεισήγαγε τὰς μέμψεις, ὑποδεικνὺς ὅτι πάντη τε καὶ πάντως αὐτοῖς τομωτάτην ἔδει λοιπὸν ἐπιφέρεσθαι τὴν ὀργὴν ἀνόσια πεπραχόσι, καὶ ἐπέκεινα μέτρου κατὰ Θεοῦ δεδυσ- σεβηκόσιν, ὡς μηδεμιᾶς ἔτι φειδοῦς αὐτοῖς περιλελεῖφθαι τρόπον. ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἡμερότητος πηγὴ καὶ γένε- σις, ἀνακόπτει τὸ κίνημα, οὐχ ὡς παραλόγως γεγονότι τυχὸν ἐκ λογισμοῦ τοῦ κρείττονος ἐπιτιμῶν· οὐ γὰρ ἂν ἁμάρτοι ποτὲ τῶν αὐτῇ πρεπωδεστάτων ἐννοιῶν ἢ πράξεων ἡ θεία τε καὶ ἄφραστος φύσις· ἀπείργων δὲ ὥσπερ τὸ κατ' ἀξίαν, καὶ κατακωλύων ἐξ ἡμερότητος τὸ ὅτι μάλιστα πρέπον αὐτοῖς, τουτέστι, τὴν εἰσάπαν ἀπώλειαν, καὶ τὸ ἐκ ῥίζης ὥσπερ αὐτῆς ἀναβοθρεύεσθαι δεῖν. ταύτῃτοί φησι Τί σε διαθῶ; ποίᾳ, φησὶν, ὁδῷ χρήσομαι τὰ κατά σε συντιθείς; ὑπερ- ασπιῶ σου καὶ ἐπαμυνῶ πάλιν, καὶ δυσκαταμάχητον ἀπο- δείξω τοῖς ἐπιβουλεύειν ἐθέλουσιν; εἶτα πῶς τοῦτο γενή- σεται; πρέποι γὰρ ἂν τὸ κολάζεσθαι μᾶλλον ἢ εὐημερεῖν, τοῖς τὰ δεινὰ κατὰ Θεοῦ δεδρακόσιν. οὐκοῦν ἀπονέμων τὸ πρὸς ἀξίαν, καὶ ἰσοστάθμους τοῖς πλημμελήμασι τοῖς σοῖς ὁρίζων δίκας, ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβοείμ· πόλεις δὲ αὗται Σοδομιτικαὶ, ἃς μέχρις αὐτῶν κατεδήδοκε βάθρων τὸ καταιβάσιον πῦρ. ἀλλ' οὐδὲ τοῦτο δράσω, φησὶ, καίτοι γενέσθαι δικαίως ὀφεῖλον. ὑπερθήσομαι δέ· μεταβεβούλευμαι γάρ· καὶ οὐκ ἀκράτοις χρήσομαι τοῖς θυμοῖς, οὐκ ἂν δοίην εἰς ἐξάλειψιν παντελῆ, καίτοι πονηρὸν γεγονότα, τὸν Ἐφραΐμ. διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἦσαν ἄξιοι τοῦ παθεῖν αὐτό; ναί φησιν, ἀλλ' εἰμὶ Θεὸς καὶ οὐκ ἄνθρωπος, ἀγαθὸς δηλονότι, καὶ οὐχὶ τοῖς ἐξ ὀργῆς κινήμασι παραχωρῶν τὸ νικᾶν· ἀν- θρώπινον γὰρ τὸ τοιόνδε πάθος. τί οὖν ἔτι κολάζεις, φησὶν, 1.236 εἴπερ εἶ Θεὸς ὀργαῖς μὴ κρατούμενος, ἐμφύτῳ δὲ μᾶλλον 1.236 ἑπόμενος ἡμερότητι; κολάζω, φησὶν, εἰμὶ γὰρ οὐ μόνον ἀγαθὸς, ὡς Θεός· ἀλλὰ πρὸς τούτῳ καὶ ἅγιος, μισῶν ἀδικίας, ἀποστρεφόμενος τοὺς μεμολυσμένους, παραιτού- μενος τὸν θεομισῆ, καὶ ἐπιστρέφων τὸν ἀλιτήριον, διασμή- χων τὸ βέβηλον, ἵνα μοι πάλιν συνάπτηται. Ὠφελεῖ δὴ οὖν ὁ Προφήτης ἡμᾶς, ἀνακεκραγώς τε καὶ λέγων "Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν "ἐπικαλέσασθε· ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ "ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ