βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Πολλοὺς οὖν (ἄνδρας καὶ γυναῖκας καὶ παῖδας μετὰ πολλῶν καὶ χαλεπῶν κολά σεων) ἀνελὼν (καὶ ἄλλους αἰχμαλωτεύσας) ἀπῆλθε, ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰου δαίους.
ΡΑʹ. Περὶ τοῦ Ματθατθίου ἱερέως. Ματθίας δέ τις ἱερεὺς, ἔχων υἱοὺς εʹ, ἀφ' ὧν Ἰούδας ὁ Μακκαβαῖος ἐτύγχανεν, ζήλου πλησθεὶς καὶ ὁρμήσας κατὰ τοῦ ἄρχοντος, ἀνεῖλεν αὐτὸν καὶ συναγαγὼν ἅπαντας τοὺς περὶ αὐτὸν, ἐπέρχεται καὶ κατασκάπτει τοὺς ἀκαθάρτους βωμοὺς τῶν Ἑλλή νων, καὶ τοὺς ἀποστατοῦντας τοῦ νόμου ἀναι ρεῖ. ̣2 ̣ Ὁ δέ γε Ἀντίοχος ἀκόσμως τε καὶ ἡττημένος ἐκ τῶν κατὰ Περσίδος τόπων τὴν ἀνάζευξιν ποιούμενος, (καὶ) ἐκ πολλῆς ἀθυμίας ἀῤῥωστήσας ἔφη πρὸς τοὺς ἑαυτοῦ μεγιστᾶνας· "Ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα ἀπὸ τῆς μερίμνης. νῦν οὖν μνήσκομαι τῶν κα κῶν ὧν ἐποίησα ἐν Ἱερουσαλήμ· ἔγνων, ὅτι χάριν τούτων εὗρον τὰ κακὰ ταῦτα. Ἰδοὺ ἀπόλ 110.345 λυμαι ἐν γῇ ἀλλοτρίᾳ." ̣3 ̣ Καὶ συνέταξε τὸν ἁρματηλάτην αὐτοῦ ἀνενδότως ἐλαύνοντα κατανύειν τὴν πορείαν, ἐπαισθανόμενος ἐναργῶς τῆς ἄνωθεν κρίσεως τὴν τιμωρίαν· συνέσχε γὰρ αὐτὸν ἀνήκε στος ἀλγηδὼν τὰ σπλάγχνα καὶ πικραὶ τῶν ἔνδον βάσανοι. Συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρμα τος ῥοίζῳ φερόμενον καὶ δυσχερεῖ πτώματι περι πεσόντα, παντὸς τοῦ σώματος ἀποστρεβλοῦσθαι τὰ μέλη. Ἡ δὲ νόσος τοσοῦτον ἐπέτεινεν, ὥστε καὶ σκώληκας ἐκβράσαι, καὶ ἐν ὀδύναις μεγίσταις κατα πίπτειν αὐτοῦ τὰς σάρκας, καὶ μέντοι καὶ ὑπὸ τῆς δυσωδίας τοῦ ἀθλίου αὐτοῦ καὶ δυστήνου σώματος πᾶν τὸ στράτευμα 211 βαρύνεσθαι μεγάλως, καὶ ὁ πολλὰ μεγαλαυχήσας καὶ πάνδεινα πράξας, οὕτως αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης καταστρέφειν. (Καὶ ἐνταῦθα μὲν ἐνδίκως ὁ ἄδικος κατετετιμώρητο, θανὼν δὲ οἰκτρῶς ἐκεῖθεν 5̣5b μᾶλλον αἰωνίως κολάζεται.)
ΡΒ41. Βασιλεία Ἀντιόχου τοῦ Εὐπάτορος. Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπάτωρ, υἱὸς αὐτοῦ, ἐφ' οὗ Ἰούδας ὁ Μακκαβαῖος τοὺς φρουράρχους Ἀντιοχείας τροπωσάμενος, ἐπέρχεται αὐτῷ Ἀντίοχος μετὰ χιλιάδων ἱππέων κʹ καὶ πεζῶν χιλιάδων ρʹ, ἁρμάτων τʹ, ἐλεφάντων νεʹ γεγυμνασμένων πρὸς πόλεμον· καὶ διελὼν τοὺς ἐλέφαντας εἰς φάλαγγας, παρέστησε ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσι δωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἱππεῖς ἐκλεκτοὶ φʹ διατεταγμένοι ἑκάστῳ θηρίῳ διὰ μηχανῆς, καὶ ἐφ' ἑκάστῳ ἄνδρες δυνάμεως ἔνοπλοι λβʹ. Ὡς δὲ κατέλαμπεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς ἀσπίδας καὶ ἅρματα, ἔστιλβε τὰ ὄρη ἀπ' αὐτῶν (καὶ κατηύγαζον ὡς λαμπάδες πυρός. Κἀν τεῦθεν ἐσαλεύοντο πάντες οἱ ὁρῶντες καὶ ἀκούοντες τὴν φωνὴν τοῦ πλήθους καὶ τὸν συγκρουσμὸν τῶν ἁρμάτων)· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη, ἰσχυρὰ λίαν (καὶ ὁ λαὸς ἐπίμικτος, ἄπειρος, ἔνοπλος). ̣2 ̣ Καὶ ὡς ἐπέτεινεν ἡ μάχη, θεασάμενος Ἐλεάζαρ, ὁ ἀδελ φὸς Ἰούδα, πεπυρωμένους τοὺς ἐλέφαντας καὶ τοξό τας ἐπ' αὐτῶν φερομένους, ἕνα δὲ ἰδὼν ὑψηλότερον τῶν ἄλλων, βασιλικοῖς θώραξι καθωπλισμένον, καὶ νομίσας ἐπ' αὐτὸν φέρεσθαι τὸν βασιλέα, ἐκπηδήσας τῆς παρατάξεως, ἐπιπλέκεται τῷ τῶν πολεμίων ἀθροίσματι, καὶ πολλοὺς ἀποκτείνας τῶν περὶ τὸν ἐλέφαντα, ὑποκάτωθεν αὐτοῦ ὑπέδυ· καὶ πατάξας εἰς τὴν γαστέρα τὸν ἐλέφαντα, πέπτωκεν εὐθὺς τὸ θηρίον ἐπάνω αὐτοῦ καὶ τοῦτον συνέτριψεν, ὅπερ Ἰούδας θεασάμενος καὶ κραταιότερον τὸν πόλεμον αἰσθόμενος, εἰς Ἱερουσαλὴμ ἔφυγε. 212 ̣3 ̣ Καὶ ἐπιδιώξας Ἀντίοχος ἐπολιόρκει ταύτην· εἶτα λόγους εἰρηνικοὺς μεθ' ὅρκων ποιη σάμενος, δέχεται αὐτὸν Ἰούδας ἔνδον τῆς πόλεως. Ὁ δὲ εἰσελθὼν, καὶ τῶν ὅρκων παρασπονδήσας καὶ τὸ τεῖχος τέλειον καταστρέψας, καὶ τοὺς οἰκήτορας σκυλεύσας, εἰς Ἀντιόχειαν ὑπέστρεψε. 110.348
ΡΓʹ. Περὶ Ἰούδα τοῦ Μακκαβαίου. Μετὰ δὲ ταῦτα Ἰούδας τρισὶν ἔτεσι τὴν θρη σκείαν ὀλιγωρηθεῖσαν τὴν πάτριον ἀνεκτήσατο, καὶ πολλοὺς ἐπιδειξάμενος καὶ τοὺς τῆς χώρας ἅπαν τας ἀπελάσας τοῦ Ἀντιόχου καὶ τὸν ναὸν ἐκκαθάρας, αὐτῷ πᾶς ὁ