αὐτοῦ βασιλέα ἧκέ τε ἐς Βυζάντιον, καὶ οὐ πολλῷ ὕστερον ἑάλω αὐτός τε καὶ ὁ τῆς γυναικὸς ἀδελφὸς ὑπὸ βασιλέως Ἑλλήνων Ἰωάννου. καὶ ἐν φυλακῇ χωρὶς ἀπ' ἀλλήλων ὄντε τούτω, ὑποτιθεμένου τοῦ Ἀσάνεω ἀπέδρα τε νυκτὸς ἐς τὴν καταντικρὺ πόλιν τὴν Γαλατίην, καὶ διαπρεσβευσάμενος ἔτυχέ τε εἰρήνης καὶ ἐς τὴν ἀρχὴν αὖθις τὴν ἐπὶ τοῦ Εὐξείνου πόντου ἀφίκετο, καὶ ὁ γυναικαδελφὸς αὐτοῦ ἀπελύθη ὑπὸ βασιλέως. Ὁ μέντοι βασιλεὺς τάς τε σπονδὰς ἐμπεδώσας πρὸς Ἀμουράτην τὸν Μεχμέτεω, οὐδὲν μέντοι ἧττον ἔπρασσε πρὸς τὸν Εὐγένειον τὸν Ῥώμης ἀρχιερέα διαπρεσβευόμενος καὶ πρὸς τὸν βασιλέα Παιόνων Λαδισλάον, νεωστὶ ἐπὶ τὴν βασιλείαν καταστάντα. ἐνῆγε δὲ αὐτὸν ὅτι μάλιστα Γεώργιος Βοῦλκος, ἐστερημένος τε τῆς ἀρχῆς καὶ χρήματα μεγάλα ἐς τὴν ἐκστρατείαν ταύτην ξυμβαλλόμενος. δοκεῖ μέντοι καὶ Ἰωάννης ὁ Χωνιάτης, τότε μέγα δυνάμενος καὶ δόξαν ἀποφερόμενος ἐς τὰς κατὰ Τούρκων στρατηγίας αὐτῷ, ἀναγνῶσαι εὖ μάλα βασιλέα Παιόνων ἐπὶ Ἀμουράτην τὸν Μεχμέτεω στρατεύεσθαι. ἐνταῦθα συλλέξας στρατὸν μέγιστον, συμπαραλαβὼν καὶ ∆ρακούλην τῶν ∆ακῶν ἡγεμόνα, Γεώργιον δ' αὖ τῶν Τριβαλλῶν ἡγεμόνα τῆς ὁδοῦ γενόμενον. ἐπεὶ δὲ τὸν Ἴστρον διαβάντες ἐς τὴν τοῦ βασιλέως χώραν ἐγέ 2.82 νοντο, ἐνταῦθα πᾶν, ὅ τι ἂν ἐμποδὼν γένοιτο αὐτοῖς, δουλούμενοι ἐπορεύοντο, καὶ τάς τε κώμας καὶ Σοφίαν πόλιν εὐδαίμονα ἐμπιπρῶντες ἐδῄουν. Ἀμουράτης μέντοι ὡς ἐπυνθάνετο τοὺς Παίονας ἐπιέναι μεγάλῃ χειρί, σύμπαντας τοὺς τῆς Ἀσίας τε καὶ Εὐρώπης στρατοὺς συναγείρας ἐπῄει τε αὐτὸς ἅμα ὡς συμβολὴν ποιησόμενος. ἐπεί τε δὴ ἐς Βασιλίτζαν καλουμένην χώραν, κατέλαβεν αὐτοῦ τοὺς Παίονας στρατοπεδευομένους. καὶ Ἀμουράτης μὲν καὶ πρότερον στράτευμα ἐπιπέμψας ἐκέλευεν, ὥστε φυλάττειν τὸν Παιόνων στρατόν, ὅποι γένοιτο διασημῆναι αὐτῷ καὶ τό τε στενὸν τοῦ ὄρους τῆς Βασιλίτζης δένδροις φραξαμένους διακωλύειν πειρᾶσθαι. οἱ μὲν οὕτω ἐποίουν, καὶ φραξάμενοι ἐπειρῶντο κωλύειν, καί πῃ καὶ ἐπειρῶντο οἱ Παίονες παριέναι εἴσω ἐπὶ τὴν Θρᾴκην. Ἀμουράτης δὲ ἐς τὸ ὄρος τὸ καθήμενον ἐπὶ τὰ στενὰ τῆς ὁδοῦ ἐστρατοπεδεύετο, ἐνταῦθα συλλέξας τοὺς ἀρίστους αὐτοῦ, καὶ μάλιστα τοὺς δοκοῦντας ἐν στρατηγίαις γενέσθαι περιφήμους. ἦσαν δ' οὗτοι Ἰεσέ τε ὁ τοῦ Βρενέζεω, Τουραχάνης ὁ Θετταλίας ὕπαρχος, Κουμουλίης, Χασίμης ὁ τῆς Εὐρώπης στρατηγὸς καὶ Ἰσαάκης ὁ τῶν Σκοπίων ὕπαρχος. ἀφικομένων δὲ αὐτῶν καὶ παρακαθημένων ἔλεγε τοιάδε. "Ἄνδρες Μουσουλμάνοι, ὑμεῖς ὁρᾶτε, οἷ ἀνάγκης ἀφίκετο τὰ πράγματα ἡμῶν. Παίονες γὰρ οἵδε ἐκστρατευόμενοι, καὶ τοὺς ∆ακοὺς καὶ Τριβαλλῶν ἡγεμόνα παραλαβόντες, στρατεύονται καθ' ἡμῶν. νῦν ὥρα ἐστίν, εἴ τι ἀγαθόν τις ἐπινοεῖ, ὅπως κρατήσει τόνδε τὸν πόλεμον τιθεμένοις εὖ γένοιτο ἡμῖν, φράζειν ἐν 2.83 τῷ παρόντι. ἐμοὶ γὰρ πολεμητέα τε εἶναι ἡμῖν καὶ μάχην ὅτι τάχιστα ποιεῖσθαι, συμβάλλοντας τοῖς πολεμίοις· αἱρήσειν γὰρ οἶμαι ἡμᾶς τούσδε ὀλίγους τε ὄντας ἐς τὸν ἀριθμόν. νῦν δὲ δοκεῖ μοι ὁμόσε ἰόντας τὴν μάχην ποιεῖσθαι καὶ μὴ διαμέλλειν." Ταῦτα εἰπόντος τοῦ Ἀμουράτεω Χασίμης ὁ τῆς Εὐρώπης στρατηγός, ἐποτρύνων ἐς μάχην, ἔλεξε τοιάδε. "ὦ βασιλεῦ, οὐκ ἔστιν, ὅστις οὐκ ἐπαινέσεται τόνδε τὸν λόγον, ὡς βασιλεῖ τε προσῆκον μεγάλῳ καὶ Ὀτουμανίδῃ, ὃς τοῖς πολεμίοις οὐδὲν ἐφιέμενος, ἀνδράσι τε ὀλίγου ἀξίοις, καὶ τήν τε χώραν ἀνασώζειν πειρᾷ. ἢν δὲ μὴ μαχώμεθα, ἡμῖν τε τὰ φρονήματα ἀπόλλυται, ἐγκαθιστάμενα ὑπὸ δέους τοῦ βασιλέως, καὶ τοῖς πολεμίοις ἐρρωμενέστερα γίνεται. καὶ δέδοικα, μὴ ἐς τοὐναντίον, ᾗ δοκεῖ ἡμῖν ὠφέλεια ἔσεσθαι, περιστῇ ἡ ἐς τὴν μάχην ἀναβολή. καὶ ἐμοί τε οὐκ ἀνασχετὸν τὴν ἀρχὴν ἐδόκει τήν τε εἴσοδον φράττεσθαι ὡς δεδιότων ἡμῶν, καὶ ταύτην ἡμῶν τῷ στρατῷ τὴν ἔννοιαν ἐμβαλεῖν. ἀλλ' εὐθὺ ἐχρῆν ἰόντας, εὐθὺς ἀνακινδυνεύειν συμβάλλοντας, καὶ ταύτῃ πειρωμένους σώζειν τὴν χώραν, μηδὲν ὑφίεσθαι τοῖς πολεμίοις, εἰ βούλει αὐτός, ὦ βασιλεῦ, τούσδε τοὺς τὴν σὴν χώραν δῃώσαντας τιμωρεῖσθαι. εἰ δὲ μή, αὐτὸς κάθησο ἐνταῦθα· ἐγὼ δέ τε αὐτὸς τούσδε σοι