98
προφήτου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει, μουσικὴν 2120 εὐρυθμίαν ἀπὸ τῆς τοῦ κρούοντος ἐπιστήμης ἀποτελοῦσα. Λέγει δὲ κοιλίαν, ἅπερ ἐντὸς ἐκάλεσεν ὁ ∆αβὶδ, Εὐλόγει, λέγων, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, τοὺς λογισμοὺς σημαίνων τοὺς ἀγαθοὺς, τοὺς ἑκάστης γεννητικοὺς ἀρετῆς· ἐξ ὧν γὰρ ἕνδον κατορθοῦμεν εὐλογοῦμεν τὸν Κύριον. Οἷος ἦν Ἡσαΐας τὰ ἐντὸς ἔχων ὡς τεῖχος ὃ ἐνεκαίνισεν ὁ Θεὸς χάριτι περιτειχίζων αὐτὸν, ὡς μὴ διδόναι παρείσδυσιν τοῖς χείροσι λογισμοῖς, δίκην πολεμίων περικαθεζομένοις ἡμᾶς. ∆ιὰ τοῦτο δὲ, φησὶ, τοὺς ἰσχυροὺς ἐχαρίσω μοι λογισμοὺς, ὡς ἐντραπῆναί σε τοὺς οὐκ ἐπιστρέφοντας ἐπὶ σὲ, διὰ τῆς τῶν προσαγομένων ἐλέγχων αὐτοῖς εὐτονίας· λείπει γὰρ τῷ ἐντραπῆναι, τὸ αὐτοὺς ἔξωθεν ὀφεῖλον παραλαμβάνεσθαι. Ἐντρέπεται δὲ Θεὸν ὁ καλῶς νικῶντι νῶτα διδοὺς, μηδὲν ἁψιμαχῶν πρὸς ἀλήθειάν τε καὶ ἀρετήν. ∆ιὰ δὲ τῶν ἑξῆς, τὸν ἐπὶ τέλει δηλοῖ τῆς εἰδωλολατρείας ἀφανισμὸν διὰ τῆς ἐπιφανείας τοῦ λόγου, καὶ τῆς Μωὰβ τιμωρίας ὥριες χρόνον, ὃν ἔτη τρία καλεῖ μισθωτοῦ. ∆ιαβάλλει δὲ τὸν μισθωτὸν ὁ Σωτὴρ, ὡς μὴ ὄντα ποιμένα, καὶ τῇ φυγῇ τοῖς λύκοις προδιδόντα τὰ πρόβατα. Καὶ πάροικος δὲ μισθωτὸς ἱερέως οὐκ ἔδεται ἅγια, καθὰ νομοθετεῖ Μωσῆς· ἐξεμίσθωσεν οὖν ἑαυτὸν ὁ Μωὰβ, καὶ γέγονεν μισθωτὸς οὐκ ἀγαπήσας τὸν Θεὸν, φαντασίᾳ δὲ μισθοῦ, καὶ σωματικῶν ἐλπίδι πάντα ποιῶν, ὡς ὁ ποιῶν τὴν ἐλεημοσύνην εἰς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων. Ἐλεῶν γὰρ οὐ ποιεῖ, μάτην δὲ δόξαν θηρώμενος. Τοιοῦτος καὶ ὁ μὴ πόθῳ τῆς ἀρετῆς σωφρονῶν, δοκεῖν δὲ μόνον βουλόμενος. Ἄτιμοι τοίνυν οἱ τοιοῦτοι παρὰ Θεῷ, ἀτιμίαν ἔχοντες μισθωτοῦ, ὡς οὐκ ἐκ διαθέσεως, τὸ δὲ τῆς ἀρετῆς ἔργον ἐπίπλαστον ἔχοντες· καὶ ὅσον ἐνταῦθα πλουτοῦσι τὸ δοκεῖν πλοῦτον τὸν μάταιον, τοσοῦτον μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῶν τὰ κρυπτὰ ἀποδοθήσεται τῆς αἰσχύνης ὁ μισθός· καὶ ὁ πολλὴν συνάγων ταῖς χερσὶν ἀκαρπίαν, πλείονα τὴν ὕλην ἕξει τῆς ἀτιμίας. Καὶ ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἐλεύσεται ἐπὶ παγίδας θανάτου, καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος, εὐεργεσίᾳ τῶν ἐπὶ κακίαν συγκεκροτημένων. ΚΕΦΑΛ. ΙΖʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ∆ΑΜΑΣΚΟΝ. αιαʹ. 9Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν. Καὶ οὐκ ἔσται ὁ διώκων. Καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν ἐκεῖ τὸν Ἐφραῒμ9, κ.τ.λ. Ἄνω δὴ μὲν διὰ τῶν ἔμπροσθεν τὸν τῶν Ἀσσυρίων ἄρχοντα παρέστησεν λέγοντα, Καὶ ἔλαβον Ἀρα 2121 βίαν, καὶ ∆αμασκὸν, καὶ Σαμάρειαν, ὃ καὶ δηλοῦται διὰ τῆς ἐν Βασιλείαις Γραφῆς λεγούσης. "Καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς ∆αμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτήν." Νῦν δέ φησιν ὁ λόγος περὶ μελλούσης ἑτέρας ἁλώσεως, ἣν ὁ Βαβυλώνιος πεποίηται βασιλεὺς, ὅτε τοῖς Ἱεροσολύμοις ἐπῆλθεν αὖθις, καὶ ταύτην ἑλὼν, ἐκ βάθρων τε πᾶσαν ἠφανικώς. Ἣν δηλῶν Ἱερεμίας φησίν· "Ἐξελύθη ∆αμασκός· ἀπεστράφη εἰς φυγήν." Καὶ μεθ' ἕτερα, "∆ιατοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος τῶν δυνάμεων· Καὶ καύσω πῦρ ἐν τείχει ∆αμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ." Πρόσκειται δὲ νῦν κατὰ μόνους τοὺς Ἑβδομήκοντα τῷ καταλελειμμένη τὸ εἰς τὸν αἰῶνα· ὅπερ ἐστὶ περιττόν. Χρονικὴ γὰρ, ἀλλ' οὐ διηνεκὴς ἡ πτῶσις ὑπὸ τῶν Ἀσσυρίων ἐγένετο, ὅτε καὶ τὴν Ἱερουσαλὴμ ἐχειρώσαντο. Ὡς γὰρ αὕτη ὑπὸ τῶν ἀφεθέντων αἰχμαλώτων ᾠκίσθη, οὕτως ἀνοικοδομηθείσης ∆αμασκοῦ βασίλειον ἐν αὐτῇ συνέστη πάλιν· ὃ καὶ μέχρι τῶν ἀποστολικῶν διήρκεσε χρόνων. Φησὶ γοῦν ὁ Παῦλος ἐν ∆αμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ∆αμασκηνῶν ἐφρούρει τὴν πόλιν πιάσαι με. Τὰ οὖν πρῶτα τῆς προφητείας ἐπὶ τοὺς τῶν Ἀσσυρίων ἀνοίσομεν χρόνους, καθ' οὓς συνέβη ∆αμασκῷ πολιορκία διττή. Εἰκὸς δέ φασι, κἀν τοῖς Περσικοῖς τε καὶ Μακεδονικοῖς ἕτερα πάλιν παθεῖν, ἃ καὶ δηλοῦσθαι διὰ τοῦ· Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων. Τὸ δὲ οὐκ ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραὶμ,