De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Ἀψίδος τε καὶ τῆς ∆άφνης, ἅπτων κηροὺς ἐν τοῖς εὐκτηρίοις, ὡς εἴθισται αὐτῷ. Καὶ διελθὼν διὰ τοῦ Αὐγουστέως, εἰσέρχεται εἰς τὸν ἅγιον Στέφανον, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀνέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ ἐν τῷ κοιτῶνι τοῦ Καθίσματος, καὶ ἐκεῖσε παρακύπτει, μέχρις ἂν ἅπαντα εὐτρεπισθῶσιν. Τοῦ δὲ τῆς καταστάσεως ἐλθόντος καὶ δηλώσαντος τῷ πραιποσίτῳ, ὡς ὅτι πάντα ἕτοιμά ἐστιν τὰ σκεύη, ἐξελθόντες οἱ ἡνίοχοι ἐποίησαν τὰ ἀποδιαλύσιμα αὐτῶν, καὶ ἵστανται ἐν τοῖς ἰδίοις τόποις μετὰ τῶν ἁρμάτων αὐτῶν, οἱ δὲ δημοκράται καὶ οἱ δήμαρχοι ἀνῆλθον ἐν ταῖς ἐξ ἔθους καθέδραις ὄπισθεν τῶν δήμων, ἐκδεχόμενοι τὴν ἀνατολὴν τοῦ δεσπότου, ὅπως ἀνέλθωσιν ἕκαστος ἐν τῷ αὐτοῦ δήμῳ, ἅπαντες οἱ ἵπποι τῶν ἁρμάτων ἀνῆλθον, ὁ στρατὸς μετὰ τῶν φλαμούλων ἵσταται ἐν ταῖς τάξεσιν αὐτῶν, ὁ κοινὸς λαὸς ἀνῆλθον καὶ ἐπληρώθησαν τὰ βάθρα· τότε εἰσελθὼν ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ, ὡς ὅτι ἅπαντα ἕτοιμά ἐστιν· ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας, κατερχόμενος δὲ λέγει τῷ πραιποσίτῳ· "∆ὸς μεταστάσιμον" κἀκεῖνος λέγει μεγάλως· "Μεταστάσιμον" εἰσέρχεται δὲ ὁ βασιλεὺς ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ προσκαλεσάμενος ὁ πραιπόσιτος τοὺς βεστήτορας, εἰσέρχονται καὶ περιβάλλουσιν τὴν χλανίδα τῷ βασιλεῖ, εἰπόντος δὲ τοῦ πραιποσίτου· "Κελεύσατε" ἐξέρχονται οἱ βεστήτορες ἀπὸ τοῦ κοιτῶνος, καὶ στεφθεὶς ὑπὸ τοῦ πραιποσίτου ὁ βασιλεὺς ἐξέρχεται ἀπὸ τοῦ κοιτῶνος, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, στὰς δὲ εἰς τὸ στενόν, νεύει τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ ὀστιαρίῳ, καὶ ὁ ὀστιάριος εἰσάγει τοὺς πατρικίους, τὸ δὲ βῆλον τῆς πύλης ἐκείνης σιλεντιάριος ποιεῖ. Εἰσελθόντες δὲ ἔσω οἱ πατρίκιοι μετὰ καὶ τῶν στρατη 2.114 γῶν, πίπτουσιν, καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ λέγει μεγάλως· "Κελεύσατε." Ἀπὸ δὲ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεύς, ἐλθὼν ἵσταται ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, καὶ εἰσελθόντες σιλεντιάριοι τρεῖς ἢ καὶ τέσσαρες, οἱ μὲν τρεῖς διέρχονται ἐν τῷ δεξιῷ μέρει τῆς δοχῆς ὄπισθεν, ὁ δὲ ἕτερος ἵσταται ἐν τῷ μέσῳ. Λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσιν νεῦμα τῷ σιλεντιαρίῳ, ὁ δὲ σιλεντιάριος ἀπέρχεται ἐν τῷ βήλῳ, καὶ λέγει μεγάλως· "Λεβά" καὶ εἰσάγει τὸν τῆς καταστάσεως, καὶ ἵσταται μέσον τῆς δοχῆς. Λαβὼν δὲ πάλιν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ μαγίστρῳ, μὴ ὄντος δὲ μαγίστρου, νεύει τῷ κοιαίστωρι. Ἰστέον δὲ ὅτι, εἰ μὲν ὁ ὕπαρχος τοῦ πραιτωρίου καὶ ὁ κοιαίστωρ οὐκ εἰσὶν πατρίκιοι, πρὸ τῆς συγκλήτου ἴδιον βῆλον εἰσέρχονται· λαβὼν γὰρ νεῦμα ὁ μάγιστρος, νεύει λέγων τῷ τῆς καταστάσεως· "Κόμητες" κἀκεῖνος ἀπελθὼν λέγει· "Λεβά." Καὶ εἰσέρχονται οἱ τῆς συγκλήτου, προσκυνήσαντες δὲ ἵστανται ἕκαστος αὐτῶν ἐν τῇ τάξει αὐτῶν· εἶτα νεύει πάλιν ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ μαγίστρῳ, ὁ δὲ μάγιστρος νεύει τὸ δεύτερον τῷ τῆς καταστάσεως, λέγων· "Προφέκτωρ·" κἀκεῖνος εἰς τὸ βῆλον ἀπελθὼν λέγει. "Λεβά" καὶ εἰσέρχεται ὁ ἀπὸ ἐπάρχων· προσκυνήσας δὲ καὶ αὐτός, ἵσταται ἐν τῇ τάξει αὐτοῦ. Εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε" αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ εὐθέως κατασχὼν ὁ τῆς καταστάσεως τὸ ἄκρον τῆς χλανίδος τοῦ βασιλέως καὶ ποιήσας ῥωσθέλιον, ἐπιδίδωσι τῷ βασιλεῖ, ὅπως ἀνελθὼν ἐν τῷ σένζῳ, σφραγίσῃ μετ' αὐτοῦ τὸν λαὸν κατὰ συνήθειαν. ∆ηριγευόμενος δέ, ὡς προείρηται, ὑπ' αὐτῶν πάντων ὁ βασιλεύς, ἐξέρχεται καὶ 2.115 ἀνέρχεται ἐν τῷ Καθίσματι, καὶ στὰς ἔμπροσθεν τοῦ σένζου, σφραγίζει τὸν λαὸν ἐκ γʹ, πρῶτον μὲν μέσον, δεύτερον τὸν τοῦ Βενέτου δῆμον, τρίτον τὸν τοῦ Πρασίνου, καὶ καθέζεται ἐπὶ τοῦ σένζου. Μετὰ δὲ τὴν συμπλήρωσιν τῆς εὐφημίας τοῦ δήμου καὶ τῶν στρατευμάτων νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ· ὁ δὲ πραιπόσιτος ἐξελθὼν ἔξω τοῦ Καθίσματος, ἵσταται ἐπάνω τῶν βάθρων, καὶ προσκαλεῖται τοὺς πατρικίους τούς τε στρατηγοὺς τοὺς κατὰ συνήθειαν ἐκτελοῦντας προσκύνησιν, καὶ εἰσελθόντες. κατὰ τὴν τάξιν αὐτῶν ἐν τῷ Καθίσματι, προσκυνοῦσι τῷ βασιλεῖ, καὶ ἐξέρχονται ὑπερευχόμενοι, καὶ ἵστανται ὑποκάτω τῶν βάθρων ἔμπροσθεν τῆς μεγάλης πύλης. Καὶ μετὰ τὴν συμπλήρωσιν πάντων, λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, ἐξελθὼν ἵσταται πάλιν ἐπάνω τῶν βάθρων, καὶ νεύει τοῖς τὴν προσκύνησιν τελέσασι, ὅπως ἀπέλθωσι ἐν ταῖς αὐτῶν τάξεσιν ἐν τοῖς σκαμνίοις. Τελεσθέντων δὲ τῶν δʹ βαΐων, ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ σένζου, οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἵστανται ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ ὁ βασιλεύς, ἔνθεν κἀκεῖσε,