ἀνὴρ ἄνομος τὰς βουλὰς "αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται." χρὴ γὰρ ἡμᾶς, εἰ περὶ πολλοῦ ποιούμεθα τὸ εἶναι μετὰ Θεοῦ, παντὶ σθένει παραιτεῖσθαι τὸ πλημμελεῖν, μεμνῆσθαί τε λέγοντος "Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι." 9Καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ὀπίσω Κυρίου πορεύσομαι.9 Ἐπιτρέχει τῶν ἁγίων Προφητῶν ἔσθ' ὅτε τὸν νοῦν ἀκριβῶς τῶν ἐσομένων ἡ γνῶσις, ἐναστράπτοντος τὸ χρῆμα αὐτοῖς τοῦ Ἁγίου Πνεύματος. τοιγάρτοι καὶ μεταξὺ τῶν ἰδίων λόγων, ἤτοι τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ, τάς τινων ἐσθ' ὅτε προανακεκράγασι φωνὰς, ἢ μετανοούντων, ἢ εὐχα- ριστούντων, ἢ ἀνασκιρτώντων ἐφ' οἷς ἂν αὐτοὺς εὐφραίνειν ἐπαγγέλληται Θεός. τοιουτονί τι παθόντα καὶ νῦν τὸν μακάριον εὑρήσομεν Ὠσηέ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ὑπισ- χνεῖτο τὴν ἡμερότητα, καὶ οὐκ εἰσάπαν ἔφασκεν ὁλοθρεύ- σειν τοὺς ἡμαρτηκότας, ὅτι τε εἴη Θεὸς, ἀγαθὸς δηλονότι, καὶ οὐκ ἄνθρωπος· οὐ γάρ τοι καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. οἱ δὲ ὥσπερ ἐπεγνωκότες τὰ οἰκεῖα πλημμελήματα, καὶ κατερυθριῶντες ἤδη πως ἐπὶ τῇ πλείστῃ τε καὶ ἀδοκήτῳ χαρίτι, καταλήξειν ἐπαγγέλλονται τῶν σφίσιν ἐξηυρημένων, 1.237 δι' ὧν καὶ προσκεκρούκασι. καὶ ποῖα ταῦτά ἐστι, δι' αὐτοῦ πάλιν ἡμᾶς τοῦ προφήτου πεπληροφόρηκεν Θεός. ἔφη γὰρ ἐν τοῖς ὀπίσω βραχὺ, τόν τε Ἰούδαν αὐτὸν καὶ τὸν Ἐφραῒμ αἰτιώμενος, "Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν "καὶ ᾠκοδόμησε τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετει- "χισμένας· καὶ ἀποστελῶ πῦρ ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ "καταφάγεται τὰ θεμέλια αὐτῶν." ὁ μὲν γὰρ Ἐφραῒμ, ἤγουν ὁ Ἰσραὴλ, βωμοὺς καὶ τεμένη κατὰ τὴν Σαμάρειαν τοῖς εἰδώλοις ἀναδειμάμενοι, κατώλισθον εἰς ἀπόστασιν, ἐπ- ελάθοντο τοῦ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ γνήσιον οὐδενὸς ἀξιοῦντες λόγου, παροτρύνοντες διετέλουν· Ἰούδας δὲ αὖ, καίτοι πεποιθότες ἐπὶ τῷ Θεῷ, κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους παρ' αὐτοῦ τε καὶ δι' αὐτοῦ σωζόμενοι, κατέθηγον εἰς ὀργὰς, κατὰ πολλοὺς μὲν καὶ ἑτέρους τρόπους, μάλιστα δὲ δι' ἑνὸς τούτου. Θεοῦ γὰρ ἠπειληκότος ἐπιπέμψειν αὐ- τοῖς τὸν Ἀσσύριον ἀφανιοῦντα τὴν γῆν, ἀνετείχιζε τὰς ἑαυτοῦ πόλεις, οἰηθεὶς ὅτι, κἂν εἰ μὴ βούλοιτο Θεὸς, τῇ τῶν πόλεων εὐτειχίᾳ σωθήσεται, καὶ τῆς τοῦ μαχομένου περιέσται χειρός. Οὐκοῦν ἐπαγγελλομένου Θεοῦ τὰ ἐξ ἡμερότητος ἀγαθὰ καὶ οὐ μετρίως προσκεκρουκόσι, καὶ αὐτοὶ λοιπὸν οἱ σωζό- μενοι τῶν ἀτόπων ἐγχειρημάτων τε ὁμοῦ, καὶ μέντοι καὶ βουλευμάτων ἀποπαύσασθαί φασι. καὶ δὴ καὶ βοάτω μὲν Ἰούδας Οὐκ εἰσελεύσομαι εἰς πόλιν, τουτέστι, τεῖχος καὶ ἕξω Θεόν, ἀσφάλειαν ποιήσομαι τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν τοῦ σώζοντος ὑποδραμοῦμαι δεξιὰν, αὐτὸς ἀρκέσει καὶ μόνος εἰς σωτηρίαν ἐμοί· εἰκαῖον ὁμολογήσω καὶ ἄχρηστον παν- τελῶς τὸ προσδοκᾶν, ὅτι πολέμου τὴν γῆν καταθέοντος, εἰσελθὼν εἰς πόλιν, σωθήσομαι· οὐκοῦν οὐκ εἰσελεύσομαι εἰς πόλιν· Ἰσραὴλ δὲ πάλιν, ἤγουν ὁ Ἐφραῒμ, ἀναφωνείτω τὸ ἕτερον· τὸ δέ ἐστι, τὸ Ὀπίσω Κυρίου πορεύσομαι. ἀποπεπαύ- σομαι, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, λοιπὸν τοῖς θείοις 1.238 ἕψομαι νόμοις, καθηγητὴν ποιήσομαι τὸν τῶν ὅλων Θεόν. εἰ δὲ δή τις ἴοι πρὸς τὸ δοκοῦν Θεῷ, πάντως που καὶ αὐτὸν εἴσεται μόνον, αὐτῷ τε τὸ σέβας ἀνάψει, προσκυνήσει τε ἕτερον ἐπ' αὐτῷ παντελῶς οὐδένα. 9Ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων· καὶ ἐκπτήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περι- στερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος.9 Ἥκοντος ἤδη τοῦ χρόνου, καὶ πεπερασμένου τοῦ καιροῦ, καθ' ὃν ἔδει λοιπὸν τῆς αἰχμαλωσίας ἀνεῖσθαι τὸν Ἰσραὴλ, Κῦρος ὁ Καμβύσου Περσῶν τε καὶ Μήδων ἀνημμένος τὸ κράτος, σὺν ὄχλῳ βαρεῖ καὶ δυσαντήτῳ δυνάμει, τῆς τε Βαβυλῶνος αὐτῆς, καὶ τῆς τῶν Ἀσσυρίων κατεστρατεύετο χώρας, διανιστάντος αὐτὸν εἰς τοῦτο Θεοῦ. καὶ γοῦν ὁ προ- φήτης Ἱερεμίας προαναφωνῶν τῆς Βαβυλῶνος τὴν ἅλωσιν, περί τε Μήδων φησὶ καὶ Περσῶν "Ἐπιθήσονταί σοι, καὶ "ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, "ὅτι τῷ Κυρίῳ ἀντέστης·"