βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τῶν Ἰουδαίων λαὸς τὴν ἀρχιερωσύνην παρέδωκεν· ̣2 ̣ Ἐφ' οὗ Ἰησοῦς ὁ τοῦ Σιρὰχ, ὁ σοφὸς καὶ πολυμαθὴς, καὶ τὴν πανάρετον σοφίαν συντάξας, παρ' Ἑβραίοις ἐγνωρίζετο.
Ρ∆ʹ. Περὶ Ῥωμαίων. Τί ἐστι Καῖσαρ. Τὰ δὲ Ῥωμαίων πράγματα ἐδιῳκεῖτο πρώην ὑπὸ ὑπάτων ἀπὸ Ῥώμου καὶ Ῥήμου ἐπὶ ἔτη τξδʹ ἕως Ἰουλίου Καίσαρος. Τῆς γὰρ μητρὸς αὐτοῦ θα νούσης ἐν τῷ θʹ μηνὶ, ταύτην ἀνασχίσαντες ἐξέβα λον αὐτὸν, ὅθεν καὶ λέγεται Καῖσαρ, ἀφ' οὗ Καίσαρες οἱ Ῥωμαίων βασιλεῖς προσηγορεύθησαν, ὅ ἐστιν ἀνατομὴ κατὰ τὴν Ῥωμαίων γλῶσσαν. ̣2 ̣ Τῆς θείας Γραφῆς ἑρμηνευθείσης ἐν τοῖς χρόνοις Πτολεμαίου καὶ ἀναγνωσθείσης, ἐκπλαγῆναί τε τὸν βασιλέα ἐπὶ τῷ κάλλει τῶν θείων λογίων καὶ πάντας ̣56a τοὺς ἐν τέλει· παρόντος οὖν Μενε δήμου φιλοσόφου καὶ ∆ημητρίου Φαληρέως καὶ θαυ μαζόντων τὴν δύναμιν τῶν λόγων, ἠρώτα ὁ βασι λεὺς, "ὅτι τοιούτων ὄντων τῶν θείων λόγων, 213 πῶς οὐδεὶς ἱστορικῶν ἢ ποιητῶν ἐμνήσθη αὐτῶν;" καὶ ἀπεκρίθη ∆ημήτριος, ὅτι "Οὐδείς ποτε ἐτόλμησε τούτων ἅψασθαι, διὰ τὸ καὶ Θεόπεμπτον θελή σαντα ἱστορῆσαι περὶ αὐτῶν παραφροσύνῃ κρατηθῆ ναι καὶ ὄναρ ἰδεῖν, ὅτι τοῦτο αὐτῷ συμβέβηκε πε ριεργασμένῳ τὰ θεῖα. Καὶ Θεόδεκτον τὸν τῶν τρα γῳδιῶν ποιητὴν ἐν ἑνὶ δράματι μνησθέντα τῶν ἱερῶν τούτων βιβλίων τυφλωθῆναι· ἑκατέρους δὲ ἀποσχομένους τοῦ τολμήματος καὶ τὸ θεῖον ἐξευμε νιζομένους ὑγιεῖς γενέσθαι. ̣3 ̣ Τούτῳ τῷ Ἰουλίῳ ἐτέχθη ἵππος ἀντὶ ὁπλῆς χηλὰς ἔχων καὶ μηδένα ἕτερον ἀναβάτην δεχόμενος ἢ αὐτὸν, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. ̣4 ̣ Τούτῳ μέλλοντί (ποτε) τὴν αὔλειον ἐξιέναι θύραν ἀπερχομένῳ ἐπὶ τὸ βουλευτήριον, εἰκὼν αὐτοῦ πρὸ τῶν θυρῶν ἑστῶσα, αὐτομάτως κατέ πεσεν· καὶ πρὸς τούτῳ χάρτην αὐτῷ τις ἐπιδέ δωκεν ἔχοντα πᾶσαν τὴν κατ' αὐτοῦ μελετωμένην ἐπιβουλήν. Καὶ νομίσας ἄλλο τι εἶναι, μὴ ἐντυχὼν, ἀλλὰ δεδωκὼς ἑτέρῳ φυλάττειν, ἐσφάγη ὑπὸ Βρού του καὶ Κασσίου ἐν τῷ βουλευτηρίῳ. ̣5̣ Αὐτὸς Ἰούλιος μεγίστους ἀγῶνας ἐνεδείξατο, Γερμανοὺς, καὶ Γάλλους, καὶ Βρεττανοὺς χειρω σάμενος, ὑποφόρους τοῖς Ῥωμαίοις φʹ πόλεις οἰκου μένας κατεστήσατο. 110.349
ΒΙΒΛΙΟΝ Γʹ. ΑΡΧΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΡΩΜΑΙΩΝ. ΡΕʹ. Βασιλεία Ἰουλίου Καίσαρος. Μετὰ δὲ ταῦτα βασιλεύσας Ἰούλιος Καῖσαρ
πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαϊκῶν σκή πτρων μετὰ πολλῆς ὑπερηφανίας καὶ 214 ἀλαζο νείας, ὅθεν καὶ δικτάτωρ ἐκαλεῖτο, ὅ ἐστι μονάρχης· δικτατωρία δέ ἐστιν ἀρχὴ ἀνυπέρθετος. ̣2̣ Πάντων δὲ κρατήσας, ἐν ἰταμότητι καὶ τυραν νίδι ἐπὶ ἔτη ιηʹ, ἀνῃρέθη ἐπὶ συγκλήτου. ̣3 ̣ Ὃς καὶ νόμους Ῥωμαίων ἔδωκεν καὶ τὰς ἰνδίκτους, καὶ τὸν βίσεξτον ἐξευρὼν, καὶ τὸν μῆνα Ἰούλιον ὀνομάσας, πρότερον Κυιντίλιον καλούμενον, ὡς ἐν τούτῳ αὐτοῦ μοναρχήσαντος. ̣4 ̣ Ἐφ' οὗ ἦν καὶ Ἰούδας ὁ Γαλιλαῖος, ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστό λων μνημονευόμενος, καὶ Ἀντίπατρος, ὁ Ἡρώδου πατὴρ, βασιλεὺς τῆς Ἰουδαίας κατέστη.
Ρςʹ. Βασιλεία Αὐγούστου. Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγου στος Καῖσαρ, ἀνεψιὸς αὐτοῦ, Ὀκταβίου υἱὸς, ὁ καὶ Σεβαστὸς, ἔτη νζʹ, ἀφ' οὗ Σεβαστοὶ καὶ Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥωμαίων βασιλεῖς. ̣2 ̣ Καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, ὅ ἐστι Σεβαστὸς, πρότερον Σεξτίλιος ὀνομαζόμενος. ̣3̣ Οὗτος οὖν Αὔγουστος Κλεοπάτραν τῷ ι δʹ ἔτει τῆς βασιλείας αὐτοῦ χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας, καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἔτη ςʹ καὶ πάσης τῆς γῆς κυριεύσας καὶ τὰς τοπαρχίας καταλύσας, ἀνεῖλε τοὺς φονεύσαντας αὐτοῦ τὸν θεῖον Ἰούλιον. ̣4 ̣ Κτίσας δὲ καὶ πόλεις γʹ, μίαν ἐν τῷ Πόντῳ καὶ ἄλλην ἐν τῇ