παραστήσω, ὥστε μήτε αὐτοὺς μήτε τοὺς λοιποὺς τοὺς πρὸς ἑσπέραν ἐθελῆσαί ποτε ἐναντία σοὶ ἐπιέναι." 2.84 Ταῦτα μὲν Χασίμης ὁ Μαζάμεω παῖς ἔλεγε· σιωπώντων δὲ 2.84 τῶν ἄλλων καὶ οὐ τολμώντων ἐναντίαν γνώμην τοῦ βασιλέως ἀποδείκνυσθαι, Τουραχάνης ὁ Θετταλίας ὕπαρχος ἔλεξε τοιάδε. "χρὴ μέν, ὦ βασιλεῦ, ὅ τι φρονῶν τυγχάνει ἕκαστος, τὰ σὰ μηδέν τι ὑπολογιζόμενος λέγειν, καὶ ὅσῳ δὴ καὶ μείζω τὸν κίνδυνον παρέχεται τὰ ἐνεστῶτα. καὶ ἐπιτήδειος ἢν τυγχάνῃ ὤν, ἀνάγκη, ἐπειδάν τις αὐτῷ κίνδυνος ἐπιστῇ, φράζειν, ὅ τι φρονεῖ ἕκαστος. πολλῷ δ' ἂν ἔτι μᾶλλον καὶ δεσπότῃ χρεὼν ἀποδείκνυσθαι, ὅ τι ἂν ἡμῶν ἕκαστος γινώσκῃ ἐς τὰ παρόντα, ὅσῳ τε καὶ κοινὸς ἐφ' ἡμᾶς ἀφικνεῖται ὁ κίνδυνος. ἐγὼ γάρ, ὦ βασιλεῦ, εὖ διοικοῖμ' ἂν τὰ σὰ πράγματα [ἦν]. ἢν δὲ τῶν πτερύγων μίαν ἀφέλῃς, κακῶς μὲν δυνήσεται χρῆσθαι αὐτῇ ἐς ὅ τι ἂν γένοιτο χρεία, ἢν δὲ καὶ τὴν ἑτέραν ἀφελόμενος καταλίπῃς τὸ σῶμα αὐτῆς μόνον, ἵπτασθαι μέντοι οὐκ ἂν ἔτι ἔχοι, πορεύεσθαι δὲ μόνον καταλείποιτ' ἂν αὐτῇ. πῶς δ' ἂν αὐτῇ δὲ χρήσαιτο ἔτι τοῦ λοιποῦ, ἤν τε ἐπὶ τροφὴν ἐθελήσῃ ἰέναι, ἤν τε ἄλλο τι χρῆσθαί οἱ ἐς τὰ παρόντα αὐτῇ; τοῦτο δ' ἂν λέγοιμι καὶ ἐπὶ σοῦ. τάς τε γὰρ θύρας σῶμά φημι εἶναι, καὶ βεβαιοτάτην ἡμῖν ὑπολείπεσθαι ὑποδοχὴν ἐνταῦθα· τὸ δὲ Ἀσίας στράτευμα πτέρυγί τε εἰκάζω, ὡσαύτως καὶ τὸ Εὐρώπης. μαχομένοις μὲν οὖν οὐδ' ἕτερα ὑποστῆναι ἐς τέλος τὸν ἀγῶνα ἐθελήσουσιν, ἀλλ' ἡ μὲν 2.85 Ἀσία οὐδὲ εἰς χεῖρας ἀφίξεται τούτοις δορυφόροις τε οὖσι καὶ ὡπλισμένοις αὐτοῖς τε, τὸ δὲ τῆς Εὐρώπης μάχεσθαι μὲν ἐθελήσει, ἀπιόντος δὲ τοῦ Ἀσιανοῦ μόνον ὑπολειπόμενον οὐκέτι ἐπιμενεῖ τέλεον, ἀλλὰ φευξεῖται καὶ αὐτό, ὅποι ἂν δύναιτο σώζεσθαι. ὑπολείπονται δέ σοι αἱ θύραι καὶ οἱ νεήλυδες, καὶ οὐκ ἔχω συμβαλέσθαι, ὅπως ἂν σώσῃ σαυτῷ ἐπιτηδείως χρῆσθαι ἐς τὰ παρόντα, ἢ ἀμύνεσθαι μόνον, οὐδέν τι διαπραττόμενον. ἀλλὰ δοκεῖ μὲν ἐμοὶ συμβολὴν μὲν μὴ ποιεῖσθαι, ἀλλ' ἀναχωροῦντες ἐς τοὐπίσω ἴεσθαι, ἐπὶ ὅ τι ἂν ἡμῖν ἐμποδὼν γίγνηται, καὶ τοῦτο ποιεῖν, ἐς ὃ ἂν αὐτοὶ λιμῷ πιεζόμενοι τὰ μάλιστα τὰ ἔμπαλιν γένωνται, καὶ οὕτω χαλεπῶς ἔχουσιν ἐπιτίθεσθαι κατὰ δύναμιν. καὶ ἔσται δὴ τότε χρῆσθαι τούτοις, ὅ τι ἂν βουλοίμεθα." Ταύτῃ τῇ γνώμῃ, ὡς ἐδόκει τε ἀμείνων τῆς προτέρας εἶναι, ἐτίθεντο καὶ οἱ λοιποὶ παρόντες τότε ἐς τὴν βουλήν. Ἰεσὲ δὲ ὁ Βρενέζεω ἔλεξε τοιάδε. "ἐμοὶ δοκεῖ, ὦ βασιλεῦ, μηδὲν ὂν ἡμῖν ἐπιτήδειον. ἤν τε γὰρ περιγένοιο πολεμίων, οὐκ ἐνορῶ, ὅ τι ἂν γένοιτό σοι ὄφελος ἀπὸ τούτου. καὶ γάρ τοι Παιαζήτης ὁ Λαῖλαψ, σὸς πάππος, ἐτρέψατο μέντοι τοὺς Κελτούς τε καὶ Παίονας· οὐ μέντοι γε ὄφελος αὐτῷ ξυνέβη γε ἀπὸ τούτου, ἀλλ' ἐς τὴν χώραν ἀποχωροῦντες τὴν σφετέραν σφᾶς τε αὐτοὺς ἔσωσαν αὐτίκα ἰόντες καὶ τὴν χώραν διέσωσαν. ἢν δὲ τοὐναντίον συμβῇ, ἀπαίσιον λέγειν, οἷς ξυμβήσεται χαλεπὰ ἀπὸ τούτου. ἄμεινον δὲ πάντα αἱρεῖσθαι τὰ ἀσφαλῆ αὐτῶν τινα ἕκαστον, ἀφ' ὧν ἀποβήσεται αὐτῷ μηδέν τι διασφαλέντι ἡττηθῆναι μὲν μηδαμῶς, 2.86 περιγενέσθαι δὲ τῶν ἐναντίων, ἢν μὴ παρὰ γνώμην ἐξίοι αὐτῷ τὰ ἔργα. δύο δὴ αἱρέσεων, τῆς τε ἐπισφαλοῦς οὔσης ἡμῖν, περὶ ἧς δεδιότες βουλευόμεθα, καὶ τῆς ἀσφαλεστέρας πολλῷ ταύτης, αἱρεῖσθαι χρὴ τὴν ἀσφαλῆ μᾶλλον, καὶ ᾗ ὁ νοῦς ἔχοι, ταύτῃ μᾶλλον ἢ ἄλλῃ ποι λογίζεσθαι. ἐμοὶ δέ, ὑποχωρῆσαι μὲν τοῖς ἐναντίοις οὔτε σοί, ὦ βασιλεῦ, πρέπον ἐστίν, οὔτ' ἂν αὐτὸς συμβουλεύσαιμι· φεύγειν γὰρ ἂν δόξαιμεν, καὶ ἐκείνοις μὲν ἐς τὸ βέλτιον παρίσταται, ἡμῖν δὲ ἐς τοὐναντίον. οὐδ' ἂν ἐπισχεῖν ἔτι, οἶμαι, δυναίμεθα τούς τε Ἀσιανοὺς καὶ τὸν πεζόν, ὃν ἔχομεν. ἀλλὰ μάχεσθαι μὲν μηκέτι, φραξαμένους δὲ ἔτι βέλτιον ἐπιμένειν, ἄχρις οὗ ἐς ἀνάγκην ἀφίκωνται ὑποχωρεῖν, ἀποχωροῦσι δὲ ἐπιτίθεσθαι αὐτίκα σὺν τοῖς ἱππεῦσιν ἑπομένους, καὶ βλάπτειν, ὅ τι ἂν δυναίμεθα." ταύτῃ τῇ γνώμῃ ἔτι τῆς προτέρας ἀμείνονι συντίθεσθαι ἔφασαν καὶ οἱ λοιποὶ τῶν τότε παρόντων. Ἐνταῦθα ἐδόκει μήτε συμβολὴν ποιεῖσθαι μήτε ἀποχωρεῖν, τρίβειν δὲ τὸν χρόνον αὐτοῦ ἐπιμένοντας, καὶ ἀποχωροῦσι τοῖς πολεμίοις ἐπιτίθεσθαι, τὸ τῆς Εὐρώπης στράτευμα ἐπιπέμποντας. καὶ τήν τε εἴσοδον φυλάττειν, ὡς δεδύνηνται