99
καὶ οὐκέτι βασιλεία ἐν ∆αμασκῷ, τοῖς Ῥωμαϊκοῖς ἁρμόσειε χρόνοις. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν οἱ κατὰ μέρος πανταχοῦ καθῄρηντο βασιλεῖς. Μερικὴν γὰρ πτῶσιν, ἀλλ' οὐκ ἀφανισμὸν παντελῆ τὰ πρῶτα παρίστη τῆς προφητείας, ὡς δῆλον ἐκ τοῦ, καὶ οὐκ ἔσται ὀχυρά. Καὶ πάλιν, οὐκ ἔσται βασιλεία ἐν ∆αμασκῷ. Ὡς μελλούσης μὲν ἔσεσθαι, πλὴν οὐκ ὀχυρᾶς, οὐδὲ βασιλευούσης, οἷα καὶ πρότερον. Εἴποις δ' ἂν καὶ ἄλλως. Φασὶ ταπείνωσιν αὐτοῖς τὰ παρόντα καὶ βίον δηλοῦν ἰδιωτικὸν, ὥς που λέγεται καὶ πλούσιος ἐκπίπτειν εἰς πενίαν μεταβαλὼν, ὅ τε ἐν ἀξιώματι πρὸς ἀτιμίαν ἐλθών· ὁποῖον καὶ τὸ, οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκ ἔτι μὴ προσθήσει τοῦ ἀναστῆναι. Οὕτω καὶ νῦν, τὸ εἰς πτῶσιν, τὴν καθαίρεσιν δηλοῦν τῆς βασιλείας νοοῖτο. Πάλαι γὰρ ἐκράτει τῶν Σύρων, πρὶν οἱ τοῦ Μακεδόνος Ἀλεξάνδρου διάδοχοι τῶν νῦν ἐν Συρίᾳ λαμπρῶν οἰκισταὶ γεγόνασι πόλεων, Ἀντιοχείας, Λαοδικείας, Ἀπαμίας· ἰδιώτας τοίνυν ἔσεσθαι δηλοῖ τοὺς ταύτης οἰκήτορας, δίκην ἀγέλης ποιμνίων διὰ τὸ τούτων ἀγέλαιον οἰκήσοντας. Τὸ οὖν ἀρθήσεται ἀπὸ πόλεων, βασιλικῶν νοητέον, ὃ νῦν ἐπὶ Ῥωμαίων ἑώραται, οἷς ὑποκύπτει, μηδενὸς ἔτι πολεμίου διώκοντος, διὰ τὴν τῶν κρατούντων ἰσχύν. Εἰς τοῦτο δὲ καταστᾶσα, τῷ τῶν Ἰουδαίων ἔθνει πῶς ἐπικουρῆσαι δυνήσεται, καθάπερ καὶ πρότερον; οὔτε δέ φησιν ἐν ∆αμασκῷ τῶν Σύρων ἔσται βασί 2124 λειον, οὔτε τῆς Συρίας ἑτέρωθι (τοῦτο γάρ φασι καὶ τὸ κατάλοιπον τῶν Σύρων δηλοῦν), ἀλλὰ καρτερεῖ, φησὶ, μετὰ Θεοῦ λαὸν ἡμαρτηκότα πεισομένη τὰ παραπλήσια. Καλεῖ δὲ δόξαν Ἱερουσαλὴμ, καὶ ταύτης πίονα, τὴν βασιλείαν, τὴν ἱερωσύνην. Τὸ ἁγίασμα, τὴν κατὰ νόμον λατρείαν, τὴν προφητικὴν χάριν, καὶ τοῦ λαοῦ τὴν ἐλευθερίαν. Ὅτε δὲ τούτων Ἰσραὴλ ἀπεστέρητο καὶ τῆς βασιλείας ἡ ∆αμασκός. ∆ιό φησιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας δηλῶν. Ὅρα δὲ ὅπως οὐ παντελῆ τοῦ Ἰακὼβ ἀναίρεσιν ἔφησεν ἔσεσθαι, τῆς δόξης δὲ μόνης αὐτῶν. Ὅτε φησὶν, ὡς ἐν ἀμητῷ συνάγονται μὲν οἱ ἀστάχυες, καταλείπεται δὲ ἐν τῇ χώρᾳ καλάμη ψιλὴ, οὕτως ἔσεσθαι καὶ τὸν Ἰουδαίων λαὸν, ἀποτμηθέντων μὲν τῶν πάλαι παρ' αὐτοῖς ἀσταχύων, μόνης δὲ τῆς καλάμης ἐν αὐτοῖς περιλειφθείσης. Κἂν εὑρεθῇ δέ τις ἐν αὐτοῖς ἀξιόλογος, ἔστα κατὰ στάχυν οὐκ ἐν πεδίῳ φυέντα, ἀλλ' ἐν κοιλάδι καὶ φάραγγι καταξήρῳ καὶ στερεᾷ. Τοῦ στάχυος οἶμαι τὸν τῶν μαθητῶν δηλοῦντος χορὸν, περὶ ὧν ἔλεγεν· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα." Τοὺς δὲ τούτων ἐκκρίτους δι' ἑτέρου δεδήλωκε παραδείγματος, ὡς ῥῶγες εἰπὼν δύο, ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. Ἐν γὰρ τοῖς δηλουμένοις χρόνοις, τοσαύτη, φησὶν, ἔσται τῶν σωζομένων ἡ σπάνη, ὡς ἑνὶ πάντας παραβάλλεσθαι στάχυϊ. Ὧν τοὺς ἀκροτάτους ἔσεσθαί που δύο ἢ τρεῖς. Ἐπ' ἄκρου γὰρ εἰπὼν μετεώρου, τὸ τούτων προῦχον αἰνίττεται, οὓς προσεκαλεῖτο ποτὲ μὲν κατὰ συζυγίαν, ποτὲ δὲ κατὰ τρεῖς ὁ Σωτὴρ, ἐκλεκτῶν ὥσπερ ἐκλεκτοτέρους Πέτρον, Ἰάκωβον, Ἰωάννην, οἷς ἐν ὄρει μόνοις τὴν μεταμόρφωσιν ἔδειξεν· τήν τε θυγατέρα τοῦ ἀρχισυναγώγου, πάλιν ἐπὶ τούτων ἀνέστησεν. Τοὺς δὲ λοιποὺς τέσσαρας ἢ πέντε φησὶ, τοῦτ' ἔστιν ἐννέα. Εἰ δὲ συντεθεῖεν δύο, καὶ τρεῖς καὶ τέσσαρας, καὶ πέντε, τὸν Τῶν, ιδʹ, ποιήσουσιν ἀριθμὸν, προστιθεμένου τοῖς δώδεκα Παύλου, κλητοῦ καὶ αὐτοῦ ἀποστόλου τυγχάνοντος, καὶ Ἰακώβου, ὃς ἀδελφὸς ὢν τοῦ Κυρίου πρῶτος Ἱεροσολύμων ἐπίσκοπος ὑπ' αὐτοῦ καταστῆναι τοῦ Κυρίου διαμνημονεύεται· οἳ δὴ πάντες ἐπ' ἄκρου τῆς ἐλαίας δηλαδὴ τῆς Ἰουδαίων διαδοχῆς, ἣν καὶ Παῦλος ῥίζαν ἁγίαν, καὶ ἀπαρχὴν καὶ καλλιέλαιον εἴρηκε. Μετὰ δὲ τὴν τῶν ἀποστόλων, ἀκολούθως σφόδρα καὶ τῶν ἐθνῶν τῶν πολυθέων ἐδήλωσε τὴν ἐπιστροφὴν, οὐκ ἔτι λέγων τοῖς ἄλσεσι προσέξουσιν, οὐδὲ τοῖς ἐνταῦθα βωμοῖς, μόνον δὲ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐπιγνώσονται, οἱ πρὶν ἀπηλλοτριωμένοι τῆς γνώσεως τοῦ Θεοῦ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, τὸν ἀποδοθέντα χρόνον ἡμέραν καλῶν, καθ' ὃν ἐγκαταλελειμμέναι φησὶν αἱ πόλεις ἔσονται τοῦ Ἰσραήλ.