De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται, αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ εἰσελθόντος τοῦ βασιλέως εἰς τὸν κοιτῶνα αὐτοῦ, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εἰσελθόντες οἱ βεστήτορες ἀπὸ κελεύσεως, λαμβάνουσι τὴν χλανίδα, καὶ ἐξέρχονται· εἶθ' οὕτως ἐξέρχεται ὁ βασιλεύς, καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ καὶ φίλων, ὧν κελεύει, καὶ ἀναστὰς ἀπὸ τοῦ κλητωρίου ὁ βασιλεὺς καὶ μικρὸν ἀναπαύσας ἐκδέχεται, μέχρις ἂν τὰ πάντα ἑτοιμασθῶσιν ἐν τῷ Ἱππικῷ. 2.116 Περὶ τοῦ δειλινοῦ ἱπποδρομίου. Εἶτα εἰσελθὼν ὁ τῆς καταστάσεως δηλοῖ τῷ πραιποσίτῳ ὡς ὅτι ἅπαντα ἕτοιμά ἐστιν, καὶ ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς διέρχεται διὰ τῆς λιθίνης σκάλας, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ περιβάλλεται τὴν χλανίδα αὐτοῦ καὶ τὸ στέμμα κατὰ τὸ εἰωθός, καὶ δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ στενοῦ τρικλίνου. Καὶ ἐξέρχεται ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ, καὶ στὰς ἐκεῖσε ἅμα τῶν ἀρχόντων τοῦ κουβουκλείου, νεύει τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ ὀστιαρίῳ, καὶ εἰσάγει πατρικίους καὶ στρατηγούς, καὶ προσκυνησάντων τὸν βασιλέα, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ λέγει· "Κελεύσατε" καὶ εὐθέως ἐξελθόντες ἔξω τῆς πύλης οἵ τε πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῆς συγκλήτου, ἵστανται ἔνθεν κἀκεῖσε. Καὶ τοῦ βασιλέως ἑστῶτος ἐν τῇ πύλῃ, πίπτουσιν οἱ προειρημένοι ἅπαντες, καὶ ἀναστάντων, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· "Κελεύσατε" αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα. Ἀπὸ δὲ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἀνέρχεται ἐν τῷ καθίσματι μετὰ τῶν τοῦ κουβουκλείου ἀρχόντων καὶ δύο μαγλαβιτῶν σπαθαρίων βασταζόντων τὰ διστράλια φορούντων καὶ τὰ σπαθία αὐτῶν, ὡς ἐν ἑκάστῳ ἱπποδρομίῳ εἰώθασι ποιεῖν. Καὶ ἀνελθὼν ἐν τῷ σένζῳ ὁ βασιλεὺς καὶ σφραγίσας τὸν λαὸν ἐκ τρίτου, καθέζεται, καὶ μετὰ τὴν συμπλήρωσιν τῆς εὐφημίας τοῦ λαοῦ ἐξέρχεται ὁ πραιπόσιτος ἀπὸ κελεύσεως, καὶ νεύει τοῖς πατρικίοις καὶ στρατηγοῖς, καὶ ἀπέρχεται ἕκαστος ἐν τῇ αὐτοῦ τάξει τε καὶ καθέδρᾳ, δείλης γὰρ ἐν τῇ τοιαύτῃ τάξει ἐξέρχεται 2.117 ὁ βασιλεύς, καὶ οὐχὶ ὡς τὸ πρωΐ. Τελεσθέντων δὲ τῶν τεσσάρων βαΐων, ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ σένζου, τῶν πατρικίων καὶ στρατηγῶν ἑστώτων ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ, ἔνθεν κἀκεῖσε, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται μέσον αὐτῶν· αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ διελθὼν διὰ τοῦ στενοῦ τρικλίνου, εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ ἀπαλλάξας τήν τε χλανίδα καὶ τὸ στέμμα κατὰ τὸ σύνηθες, περιβάλλεται σαγίον, καὶ κατέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ διέρχεται διὰ τοῦ Αὐγουστέως καὶ τῆς Ἀψίδος καὶ τοῦ Τρικόγχου. ∆ηριγεύεται δὲ ὑπὸ πάντων τοῦ κουβουκλείου, ἑστώτων τῶν τε πρωτοσπαθαρίων καὶ τῶν μαγλαβιτῶν ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγχου ἔμπροσθεν τοῦ Ἁγίου Ἰωάννου. Καὶ διέρχεταιὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τῶν προειρημένων, διὰ τοῦ αὐτοῦ ἡμικυκλίου, αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα, καὶ διελθὼν διὰ τῆς γανωτῆς πύλης τοῦ μονοθύρου καὶ διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ ὑπερευξάμενοι μεγάλως οἱ τοῦ κουβουκλείου ἅπαντες τό, "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" ἐξέρχονται, καὶ ἀπέρχονται ἕκαστος αὐτῶν ἐν τῷ ἰδίῳ αὐτοῦ οἴκῳ. 2.118 ΟΗ (ΞΘʹ) Ὅσα δεῖ παραφυλάττειν, ἱππικοῦ ἀγομένου τοῦ καταλόγου. Προσκαλοῦνται οἱ δεσπόται τοῖς πραιποσίτοις, κελεύοντες δοθῆναι τὸ βηλάριν, ἤτοι κρεμάσαι τὸ πάνιν. Ὁ δὲ πραιπόσιτος ἐξελθών, λέγει τῷ θεσσαρίῳ· "Ἄπελθε, βάλε ἄνω." Ὁ δὲ ἐξερχόμενος ἔρχεται εἰς τὸ στάμα, ἤγουν εἰς τὸ Π, καὶ κατασφραγίζων, ποιεῖ τρεῖς σταυρούς, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχεται εἰς τὸ δεύτερον κριτάριν, κἀκεῖσε ὁμοίως κατασφραγίζει τρίτον ἐπὶ τὰς θύρας, καὶ λέγει τρίτον μεγάλῃ φωνῇ· "Ἄπελθε, βάλε ἄνω" καὶ εὐθέως ὁ κουστωδιάρις κρεμᾷ τὸ βῆλον ἄνω, καὶ ὁ μαγγανάρις ἱστᾷ τὰ κάγκελλα. Ὁ δὲ θεσσάριος ἀπὸ τῶν ἐκεῖσε κατερχόμενος ἀπέρχεται εἰς τὸν στάβλον, καὶ ἵσταται εἰς τὴν φλιὰν τοῦ μεγάλου πυλῶνος καὶ λέγει μικρᾷ τῇ φωνῇ· "∆εῦτε ἔμπροσθεν, παιδία, χαίρετε, ἄγετε" καὶ ἀνταποκρίνονται λέγοντες μεγάλῃ φωνῇ πάντες οἱ σταβλησιανοί. "Χαίρετε." Εἶτα λέγει ὁ θεωρητής· "Θεοῦ τὴν νίκην ἔχῃ." Εἶτα οἱ σταβλησιανοί· "Τὸ πρόσωπόν σου, Οὐράνιε·" (οἱ Πράσινοι· Ὀλύμπιε.) Ὁμοίως εὐφημοῦσιντὸν τοῦ Λευκοῦ, οἱ δὲ Πράσινοι τὸν