τὰ μάλιστα, ἀμυνομένοις ἐδέδοκτο. τήν τε εἴσοδον ἐφύλαττον, ᾗ ἐδύναντο, ὡς κράτιστα ἀμυνόμενοι. καὶ ἐπειρῶντο μὲν παριέναι οἱ Παίονες καὶ βιάζεσθαι τοὺς Τούρκους, οὐ μέντοι ἐδύναντο. ὡς γὰρ ἐπιπίπτοντες ἐβιάζοντο ἰσχυρῶς, ἐνταῦθα οἱ λοιποὶ τῶν Τούρκων ἐπεβοήθουν, καὶ ὠθισμὸς ἐγένετο ἀμφοτέρων. τέλος δὲ ὠσάμενοι τοὺς Παίονας οἱ τοῦ βασιλέως ἵσταντο ἐμποδών. χρόνου δὲ ἐπι 2.87 γενομένου, ὡς οὐδὲν ἤνυον οἱ Παίονες καὶ λιμῷ ἐπιέζοντο, ἐνταῦθα ἀπεχώρουν τὰ ἔμπαλιν γενόμενοι. νυκτὸς δὲ συσκευασάμενοι ἐπορεύοντο. ὡς δὲ ἠὼς ὑπέφαινε καὶ τὸ τῶν πολεμίων στρατόπεδον ἑώρων οἱ Τοῦρκοι οἰχόμενον ὑπὸ τὴν νύκτα, ἔμενον. ἐνταῦθα ἐπιλεξάμενος τοῦ στρατοῦ αὐτοῦ, ὅσοι ἔμενον καὶ παρεσκευασμένοι ἦσαν, ἐπιτρέπει Χασίμῃ τῷ Εὐρώπης στρατηγῷ διώκειν τοὺς πολεμίους, καὶ τόν γε Τουραχάνην ἐκέλευεν ἕπεσθαι ἔχοντα τὸ τῆς Θετταλίας στράτευμα. οὗτος μὲν οὖν λαβὼν τούτους, ὡς εἶχε ποδῶν, ἤλαυνεν ἐπιδιώκων τοὺς πολεμίους· ἐπεὶ δὲ Ἰωάννης προῄδει τοὺς Τούρκους σφίσιν ἀποχωροῦσιν ἐπιτεθησομένους, ἐπιλεξάμενος καὶ οὗτος τῶν Παιόνων τινὰς τοὺς ἀρίστους καθίστατο ἐς ἐνέδρας, ὡς ἐπιοῦσι τοῖς Τούρκοις καὶ διώκουσι τὸ ἑαυτῶν στράτευμα ἐπιθησόμενος ἐπ' ἀμφοτέρους. ἐνταῦθα ἐλαύνοντος τοῦ Χασίμεω διὰ τοῦ πεδίου κατὰ πόδας καὶ διώκοντος τοὺς Παίονας, προσελάσας. δὲ καὶ ὁ ἀδελφὸς Τουραχάνης ἔλεγε τῷ ἀδελφῷ τοιαῦτα. "Χασίμη, σὺ μὲν ἐλαύνεις διὰ τοῦ πεδίου στρατὸν ἔχων τοσοῦτον. ἴσθι μὲν οὖν οὐκ ἀσφαλῆ ταύτην πορευόμενος τὴν πορείαν· οἱ γὰρ Παίονες οὔτε ἀνέξονται διωκόντων ἡμῶν αὐτούς, οὔτε ἡσυχίαν ἄγοντες ἐς τοὐπίσω φεύξονται ἄσμενοι, οἵ τινες μάχεσθαι μὲν ἐς τὸ ἐμφανὲς τοσοῦτον χρόνον προὐκαλοῦντο ἡμᾶς, καὶ ἄσμενοι, ᾗ ἐμοὶ δοκεῖ, ἐμάχοντο, καὶ πολλοῦ, ὡς οἴομαι, πρίαιντο, ὥστε αὐτοῖς ἐς τὸ πεδίον καταβάντας ὁμόσε ἰέναι. ἀλλὰ ταύτην τὴν ὑπώρειαν πορευόμενοι ἐκείνους τε ἐπιδιώξομεν, ὅσον ἱκανῶς ἔχει, καὶ ἡμῖν ἔσται ἐκείνων ταμιεύεσθαι, ὅσοις ἂν ἐπιτηδείως ἔχωμεν." 2.88 Ταῦτα λέγων ὡς οὐκ ἔπειθε τὸν Χασίμην, ἔχων αὐτὸς Θετταλίας στράτευμα ἐτράπετο διὰ τῆς ὑπωρείας συντεταγμένῳ τῷ στρατεύματι. πορευομένῳ δὲ διὰ τοῦ πεδίου τῷ Χασίμῃ σὺν τῷ Εὐρώπης στρατῷ, ὡς ἐν καιρῷ ἐγένετο τῷ Χωνιάτῃ ἐνεδρεύσαντι τὸ στράτευμα, οἱ τε ἀμφὶ βασιλέα φεύγοντες ἐπιφανέντος ἐκ τῆς ἐνέδρας τοῦ Ἰωάννου ἐπελαύνουσι τοῖς βαρβάροις, καὶ τρεψάμενος ἐς φυγὴν ὁ Χωνιάτης τούτους τοὺς μὲν ἔφθειρε, τοὺς δὲ καὶ ἐζώγρησεν. ἐνταῦθα πολλοί τε ἔπεσον τοῦ βασιλέως, καὶ ὁ τοῦ Χαλίλεω ἀδελφός, Πραΐμεω παῖς, ἑάλω ὑπὸ Παιόνων, καὶ ἄλλοι τῶν Τούρκων ἡλίσκοντο φεύγοντες, αὐτός τε ὁ Χασίμης ἔφευγεν ἐπὶ τὸ βασιλέως στρατόπεδον, ὀλίγους ἔχων ἀμφ' αὑτὸν τοῦ στρατοῦ. ἀφικόμενος δὲ ἐς ὄψιν τῷ βασιλεῖ ἔλεξε τοιάδε. "Ὦ βασιλεῦ, οἷα πεπόνθαμεν ὑπὸ ἀνδρός, ὧν ἡμεῖς ἴσμεν, φαυλοτάτου καὶ τὰ σὰ πράγματα καταπροδιδόντος τοῖς πολεμίοις· οὔτε γὰρ ἐποίησεν, ᾗ ἐπηγγείλατο, οὔτε κατὰ ταὐτὸ ἰέναι ἠθέλησε. Γεωργίῳ δὲ τῷ Βούλκῳ, ἐπιτηδείῳ τε ὄντι αὐτῷ, ὑποσημήνας ἕκαστον, ᾗ ἐμέλλομεν ἐπιέναι, ἐφθείροντο τὰ σὰ πράγματα, καὶ τὸ ἐκείνου μέρος οἰχόμεθα." Ἐνταῦθα Χαλίλης ὁ Πραΐμεω, ἀχθεσθεὶς διὰ τὸν ἀδελφὸν αὐτοῦ, ἐξέτεινε καὶ αὐτὸς βασιλέα κατὰ τοῦ Τουραχάνεω. βασιλεὺς δὲ δεινοποιησάμενος μὴ ἰέναι κατὰ ταὐτὸ τῷ Εὐρώπης στρατηγῷ, ἀλλαχόσε γενόμενον ἄλλην πορεύεσθαι, καταπροδι 2.89 δόντα τὸ ἑαυτοῦ στράτευμα, προσέλαβέ τε Τουραχάνην, καὶ ἐς φυλακὴν ποιησάμενος ἔπεμπεν ἐς τὴν Ἀσίαν ἐς Τοχάτην πόλιν ἰσχυράν, δέσμιόν τε γενόμενον καὶ ἐς φυλακὴν ἀπαγόμενον. καὶ Χαλίλης γάρ τοι ὑπετίθετο βασιλεῖ, ἀναμιμνήσκων ὡς ἐκεῖνος ἐν μεγάλῃ Βιδίνῃ διατρίβων, καὶ ὕπαρχος ὢν τῆς παρ' Ἴστρον χώρας, Βούλκῳ τῷ Τριβαλλῶν ἡγεμόνι ἐπιτηδείῳ τε ἐχρῆτο καὶ συνήθει, καὶ διὰ τοῦτο ὑποσημαίνοιτο αὐτοῖν, ᾗ δέοι ἀλλήλους ὠφελεῖν ἐς τὰ παρόντα, καὶ δῶρα δεχόμενον παρὰ τοῦ Βούλκου συμβαλέσθαι αὐτῷ, ἐς ὅ τι ἂν ἡγήσαιτο συνοίσειν ἐκείνῳ. καὶ ἐντεῦθεν ἀναπεισθεὶς βασιλεὺς κατεῖρξέ τε αὐτὸν Τουραχάνην, ἐς τὴν