100
2125 Ὡς γὰρ, ὅτε ταύτας Ἀμοῤῥαῖοι κατέλιπον, ἀντεισήχθης, φησίν· οὕτω σου, φησὶν, ἐξωσθέντος οἰκήσουσιν ἕτεροι. Ἡ γὰρ ἀσέβεια τῆς ἐκβολῆς ἐπ' ἀμφοτέρων αἰτία. Καὶ νῦν ἔστι τὴν Ἰουδαίαν ὑφ' Ἑλλήνων οἰκουμένην ἰδεῖν. Πλεῖσται δὲ πόλεις, κατὰ τὴν προφητείαν, ὑπὸ Ῥωμαίων ἐξηρημώθησαν, ἀνθ' ὧν φησιν, αὐτῶν τὸν Κύριον κατέλιπον, τοῦτ' ἔστι τὸν Ἰησοῦν, κατὰ τὴν τῶν Ἑβραίων φωνήν. Ὅπωςδὲ γέγονεν αὐτοῖς ἀεὶ βοηθὸς, δηλοῖ τὸ, "Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου," καὶ τὰ ἑξῆς. Ὧν τὴν εἰς αὐτὸν ἀπιστίαν δηλοῖ τὸ διότι ἐφύτευσαν φυτείαν ἄπιστον, ὅτε καὶ ἐπλανήθησαν. Εἰ δὲ μεταβαλὼν, φησὶν, ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ τοῦ φωτὸς πρωΐαν τοῦ εὐαγγελικοῦ, καὶ τοῦ τῆς δικαιοσύνης Ἡλίου, ἕτερον σπέρμα κατάθοιο τῇ σεαυτοῦ διανοίᾳ (περὶ οὗ φησιν, "Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι." Καί· "Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ") ἀνθήσει ἐν σοὶ εἰς ἀμητὸν, καὶ διδάξεις ἑτέρους, ὡς παισὶ τοῦ κλήρου μεταδιδούς. Τινὲς μέντοι μίαν μόνην ἅλωσιν ∆αμασκοῦ τὴν ὑπὸ τῶν Ἀσσυρίων εἰπόντες, τὴν πᾶσαν ῥῆσιν περὶ αὐτῆς, καὶ τῶν κατ' αὐτὴν ἐξηγήσαντο χρόνων, ἣν ὡς μήπω γενομένην, ἔσεσθαι νῦν ὁ προφήτης φησὶν, ὅτεπερ ὑπὸ τῶν οἰκητόρων ἀπολωλότων καταλειφθήσεται. Ἐν ᾗ δι' ἐρημίαν παντελῆ κοιτασθήσεται ποίμνια, καὶ οὐκ ἔσται, φησὶν, ὁ διώκων, μηδενὸς τοῖς ποιμέσιν ἐπιτιμήσοντος. Καὶ οὐχ ἕξει ταῖς δέκα φυλαῖς συμμαχῆσαι ὡς εἰώθει χρηματιζούσαις Ἐφραΐμ. Κατ' ἔμφασιν δέ φασιν τὸ, καὶ οὐκ ἔσται ἐν αὐτῇ βασιλεία, τὴν ἰσχυρὰν, καθὰ καὶ πρώην, βασιλείαν δηλοῦν. Οἱ γὰρ μετὰ ταῦτα τοπάρχαι καὶ φύλαρχοι μᾶλλον ἐγένοντο. Ἀτονήσει δὲ καὶ τῶν Σύρων ἐν αὐτῇ τὸ λοιπὸν, τοῦτ' ἔστι πᾶν τὸ ἔθνος τὸ ὑπ' αὐτήν. Συναλῶναι δὲ τῇ ∆αμασκῷ καὶ τὰς φυλὰς τὰς δέκα δηλοῖ καὶ τὰ πλήθη τούτων, ἐφ' οἷς ἐφρόνουν, ὡς ὄντες ἀνάλωτοι. ∆ιὸ καὶ δόξαν ταῦτα καλεῖ, ὡς καὶ πίονα δόξης τὸν τούτων βασιλέα. Ὡς γὰρ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει, Σαλμανασσὰρ ἐπολιόρκησεν ἐπ' ἔτη τρία Σαμάρειαν, εἷλέν τε ταύτην, καὶ τὸν Ὠσηὲ μετῴκισεν εἰς Βαβυλῶνα βασιλέα τούτων ὑπάρχοντα. Εἰ μή που πίονα δόξης τοὺς ἐνδόξους ἄνδρας καὶ πλούτῳ κομῶντας λέγει, ταῖς τε παρὰ πάντων βαρυνομένους τιμαῖς. ∆ιὰ δὲ τῆς τῶν ἀσταχύων παραβολῆς, ἔτι δὲ καὶ τῆς ἐλαίας τὴν ἄπονον ἅλωσιν τὴν ὑπὸ τῶν Ἀσσυρίων παρίστησι κοπτόντων ἄδην τοὺς ἄνδρας, ὡς ἐπὶ θέρους, καὶ πληγαῖς πολλαῖς ὡς ἐπ' ἐλαίας τρυγωμένης, τοὺς πολεμίους ἐλαυνόντων τῶν ἐπελθόντων· ἅμα δὲ, καὶ τὸ μὴ παντελῶς ἀπολεῖσθαι τὸ γένος. Βραχὺ γάρ τι λεῖμμα καταλειφθήσεσθαι καλάμην ὥσπερ ἄτιμον, τοὺς διαλαθόντας, ὡς ἐπ' ἐλαίας, τῶν τρυγώντων τοὺς ὀφθαλμούς. 2128 Παιδευθέντες δέ φησιν ἐπιγνώσονται Κύριον. ∆ιὸ καὶ Παῦλος εἰς παιδείαν ὑπομένειν παρακελεύεται. Τοῖς γὰρ προφήταις ἐκ φιλανθρωπίας Θεοῦ μὴ πεισθέντες κηρύττουσι, τοῦ δὲ Θεοῦ καθάπερ πῶλοι κατασκιρτήσαντες ἔπαθον ὃ δή φησι καὶ ∆αβὶδ, "Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις" εἰπών· καὶ κατεγνωκότες ἑαυτῶν τῆς ἀσεβείας ἀπέστησαν. Μακαριώτερον δὲ τὸ πρὸ πείρας κακῶν, ἐπιγινώσκειν τὸν Κύριον. Μιμησάμενοι δὲ τοὺς Ἀμοῤῥαίους, ἅπερ ἐκεῖνοι πεπόνθασιν ἑλόντες ἀμογητὶ καὶ παθόντες, ποτὲ μὲν ὑπὲρ αὐτῶν, ἐπικουροῦντος Θεοῦ. ∆ι' ἅπερ, ὥς φασιν, ἠσέβησαν ὕστερον, μηδὲν ὧν πρώην εὐηργέτηντο μνημονεύσαντες, μικροῦ γε πάλιν ταῖς τῶν εἰδώλων εἰρηκότες δαμάλεσιν, οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. Μετὰ Θεοῦ γὰρ νικῶμεν ἔθνη τὰ ἐν ἡμῖν, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους, καὶ τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσκεῖσθαι Θεῷ, ἀσθενεῖς τε καὶ ἄνανδροι τοῖς ποσὶν ὑποκεισόμεθα τῶν ἐχθρῶν. Εἶτα δείκνυσιν ὡς ἐπλανήθησαν οἱ ἐξ Ἰσραὴλ τῇ πολυχειρίᾳ θαῤῥήσαντες, ὡς μηδενὸς αὐτοὺς πατάξοντος, καὶ τῆς ἐλπίδος διήμαρτον. Ὡς δὲ τῆς αἰχμαλωσίας ῥυσθέντες ἐν Ἱερουσαλὴμ τῇ κατὰ Θεὸν λατρείᾳ προσέκειντο αὐτοί τε καὶ παῖδες ἐν ἀσφαλείᾳ κατῴκησαν. Τὸ γὰρ σὸν σπέρμα καὶ τὸ σὸν γένος, φησὶν, ἄπιστον ἔσται καὶ