De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τοῦ Ῥουσίου. Καὶ πάλιν λέγει ὁ θεωρητὴς φωνῇ μεγάλῃ· "Ἅγιε, Τρισάγιε" καὶ ἀποκρίνονται πάντες καὶ λέγουσιν· "Νίκη εἰς τὸ 2.119 Βένετον·" (οἱ Πράσινοι· εἰς τὸ Πράσινον.) Ὁ θεωρητής· "∆έσποινα Θεοτόκε·" ὁ λαός· "Νίκη εἰς τὸ Βένετον·" (οἱ Πράσινοι· εἰς τὸ Πράσινον.) Ὁ θεωρητής· "Τοῦ σταυροῦ ἡ δύναμις·" ὁ λαός· "Νίκη εἰς τὸ Βένετον·" (οἱ Πράσινοι· εἰς τὸ Πράσινον.) Ὁ θεωρητής· "Θεοῦ τὴν νίκην ἔχῃ τὸ πρόσωπόν σου, Οὐράνιε·" (οἱ Πράσινοι· Ὀλύμπιε.) Ὁμοίως τὸν φακτιονάριον εὐφημοῦσι καὶ τὸν μικροπανίτην. Μετὰ δὲ τὸ πληρωθῆναι τὰς εὐφημίας εἰσερχόμενος ὁ θεσσάριος λαμβάνει λόγῳ συνηθείας αὐτοῦ κριθῆς ταγάρια γʹ κουμολάτα καὶ χορταρίου δέματα γʹ, καὶ εὐθέως ἀναχωρεῖ, καὶ ἀπέρχεται εἰς τὸν τοῦ Πρασίνου στάβλον, κἀκεῖσε τὰ ὅμοια ἐκτελῶν, εὐθέως δὲ λέγουσιν οἱ ἡνίοχοι· "Νικήσατε τὰς θύρας"· τουτέστιν, "Ἀσφαλίσατε". Καὶ τούτου γενομένου, ἵστανται οἱ δύο ἡνίοχοι καὶ οἱ δύο μαΐστορες καὶ οἱ δύο θεωρηταί, καὶ ἐπιτρέπουσι τοὺς σταβλησιανούς, καὶ ἐκβάλλουσιν ἕνα ἕκαστον ἵππον εἰς τὸ μέσον τοῦ στάβλου ἀπὸ τοῦ πρώτου ἕως τοῦ ἐσχάτου, καὶ θεωροῦσιν ἀμφότεροι τὸ σώσιππον. ∆είλης δὲ προέρχονται οἱ θεωρηταὶ μετὰ τῶν βηγαρίων εἰς τοὺς οἴκους τῶν κρατούντων ἡνιόχων, καὶ ἀμφότεροι, οἵ τε ἡνίοχοι καὶ οἱ βηγάριοι καὶ οἱ θεωρηταί, ἔρχονται εἰς τὸ ὀρνατόριον. Μετὰ δὲ τὸ προελθεῖν τοὺς ἡνιόχους ἀνέρχεται ὁ δήμαρχος μετὰ ὀλίγων δημοτῶν καὶ τῶν λοιπῶν φυλητῶν, καὶ συναθροιζόμενοι πάντες ἀντιβάλλουσι πρὸς ἀλλήλους τὰ κάγκελλα καὶ τοὺς ἵππους. Οἱ δὲ ὀφφικιάλιοι κράζουσι τοὺς θεωρητάς, ἵνα πειράσωσιν τὰ κάγκελλα καὶ τοὺς ἵππους· μετὰ δὲ τὸ πειράσαι τούτους τὰ κάγκελλα ὁ μαγγανάριος ἀνοίγει πάντα, ἐπείγοντος δὲ τοῦ τριβούνου, κατέρχονται οἵ τε ἡνίοχοι καὶ οἱ βηγάριοι καὶ οἱ θεωρηταὶ καὶ ὁ ἐπιστάτης, καὶ εἰσέρχονται ἀμφότεροι εἰς τὸ τριβουνάλιον.
2.120 Περὶ τῆς ὄρνας, πῶς δεῖ κυλίειν.
Ἰστέον ὅτι ἡ ὄρνα ἵσταται ἐν τῷ μέσῳ τοῦ τριβουναλίου, καὶ ὁ φακτιονάρις τιθεῖ εἰς τὸ φατνίον τῆς ὄρνας τὰ δύο σφαιρία τοῦ μέρους αὐτοῦ ἐπὶ τὸν τόπον τὸν ἴδιον, ἔνθα καὶ κάθηται, ὁμοίως τοῦτο ποιεῖ καὶ ὁ τοῦ ἑτέρου μέρους φακτιονάρις· εἰς δὲ τὸ μέσον καθέζεται ἐκ προσώπου τοῦ πραιποσίτου σιλεντιάριος, δεύτερος μετ' ἐκεῖνον ὁ τριβοῦνος, τρίτος ὁ κούρσωρ, ὡς ἐκ προσώπου τοῦ ἀκτουαρίου, τέταρτος ὁ βασιλικὸς κομβινογράφος, καὶ ὄπισθεν τῆς ὄρνας δύο κομβινογράφοι, εἷς Βενέτου καὶ εἷς Πρασίνου, ὄπισθεν δὲ τῶν τοιούτων κομβινογράφων παρίστανται οἱ ὀφφικιάλιοι. Οἱ δὲ ἡνίοχοι ἐκ πλαγίων καθέζονται, δύο ἔνθεν καὶ δύο ἐκεῖθεν, καὶ μετ' αὐτῶν οἱ ἐπιστάται. Εἶτα φέρουσιν ἀμφότεροι θεωρητὴν ἕνα, οἷον μέρος ἔχει προτίμησιν, ἵνα κυλίσῃ, τοῦ δὲ ἱσταμένου ἐν τῷ μέσῳ, λαμβάνει γνώμην τῶν δʹ, καὶ λέγει· "Πῶς κελεύετε; ἱππάρια τὰ προζεύξαντα καὶ γνωριζόμενα ἕως ὅτου ἔχετε, καὶ ἔχομεν." Καὶ συνταξάμενος ὁ θεωρητής, λέγει πρὸς τοὺς ἡνιόχους· "Πῶς κελεύετε;" καὶ εὐθέως αἴρει τὰ σφαιρία ἀπὸ τοῦ φατνίου, καὶ βάλλει αὐτὰ εἰς τὴν ὄρναν καὶ κυλίει τρίτον, καὶ οἷον ἂν χαλάσῃ σφαιρὶν ἐξέρχεται, καὶ εὐθέως ὁρίζουσιν, καὶ ὀνομάζουσιν ἀμφότεροι τοὺς ἀριστεροὺς τῶν δʹ βαΐων, καὶ στοιχοῦντες ἐκβαίνουσιν, καὶ ἀνέρχονται εἰς τὸ ἀρματούριν, καὶ ἀντιβάλλοντες πρὸς ἀλλήλους στοιχοῦσι τὰς τρίγας, τῶν θεωρητῶν ἀμφοτέρων ἀπερχομένων καὶ ἐρχομένων, μετὰ τοῦ βασιλικοῦ κομβινογράφου ἀποστοιχοῦσιν τὰ βαΐα ὅλα. Καὶ τῇ ἕωθεν ἀνέρχονται οἱ δήμαρχοι ἐν τῷ μεγάλῳ τρικλίνῳ τοῦ Κυαιστωρίου, καὶ δίδοται ἐκεῖσε τὸ πέρατον, καὶ εἰ 2.121 ἔχουσίν τι πρὸς ἀλλήλους οἱ δήμαρχοι, λαμβάνουσιν ἐκεῖσε δίκην κατενώπιον τῶν πραιποσίτων, καὶ ἀπὸ τῶν ἐκεῖσε κατέρχονται οἱ δύο δήμαρχοι, ἕκαστος εἰς τὴν ἰδίαν διασφαγήν, καὶ σφραγίζει ἕκαστος τὸν ἴδιον δῆμον ἀνὰ τριῶν σταυρῶν. Καὶ λέγει ὁ λαὸς ἀπὸ τοῦ δήμου· "Ἔς ἃ οἱ ἔς, Κύρι, χαῖρε ὅλη ἡμέρα σήμερον, καλή σου ἡμέρα γίνεται." Καὶ εὐθέως λέγουσιν οἱ κράκται ἑκάστου δήμου ἀπὸ φθογγῆς· "Καλῶς ἦλθεν θεοστέπτων ὁ δοῦλος· καλῶς ἦλθεν προβολὴ εὐεργετῶν· καλῶς ἦλθεν ὁ πρωτοσπαθάριος, τῶν δεσποτῶν ὁ ὑπήκοος." Τῶν δὲ δημάρχων ἀνερχομένων πρὸς τοὺς ἰδίους δήμους, ἀπάρχεται ὁ λαὸς ἑκάστου δήμου ἀπελατικὸν ἦχ. π. δʹ. "Οἱ τὴν ἀξίαν θεόθεν ἀξιοδότως λαβόντες, θεοστεφεῖς εὐεργέται. ὡς προσφιλέστατον