Ἀσίαν ἐπιπέμψας, καὶ τὴν ἀρχὴν τῆς Θετταλίας ἑτέρῳ ἀνδρὶ ἐπέτρεπε διοικεῖν. Καὶ Τουραχάνης μὲν οὕτω ἐς τὴν εἱρκτὴν ἐγένετο· Γεώργιος δὲ ὁ Τριβαλλῶν ἡγεμών, ὡς οὐδὲν ἠνύετο αὐτῷ ὑπὸ τῶν Παιόνων ἐς τὴν ἀρχὴν αὐτοῦ, πέμπων ἄγγελον ἐπὶ τὰς θύρας ἐπειρᾶτο τῆς τοῦ βασιλέως γνώμης, εἰ ἀποδοίη αὐτῷ τὴν ἀρχήν, ὥστε ἐπάγειν αὐτῷ φόρον καὶ ἡμίσειαν τῆς χώρας αὐτοῦ πρόσοδον καὶ αὐτός τε ἔφασκε σπένδεσθαι ἐπὶ τούτοις, καὶ τοὺς Παίονας ἅμα αὐτῷ πείσειν, ὑπεδέχετο τὰς σπονδὰς ποιεῖσθαι. ἐνταῦθα ὡς ἤκουσε τοῦ ἀγγέλου τοιαῦτα προϊσχομένου, τά τε ἄλλα ὑπέσχετο αὐτῷ καὶ τὼ παῖδε αὐτῷ ἀποδοῦναι, καὶ ἔσεσθαι βασιλέως ἐπιτηδείους τὸ ἀπὸ τοῦδε. ἐνταῦθα ὁ Βοῦλκος μετιὼν 2.90 τῶν Παιόνων ἕκαστον καὶ τόν γε βασιλέα Λαδισλάον ἔπειθε σπένδεσθαι Ἀμουράτῃ, λέγων τοιάδε. "Ὦ βασιλεῦ, σὲ βασιλεὺς Ἀμουράτης παρακαλεῖ ἐπὶ τὰς σπονδάς, οὐ μὴν τὴν χώραν ἀποδιδόναι. ἢν οὖν ἐμοὶ πείθῃ, σπονδὰς ἐν τῷ τοιῷδε ποιούμενος ἄμεινον παρασκευάσῃ ἐς τὸν πόλεμον. καὶ ἐπιόντα τάδε πάντα οὐκέτι τὸ δεύτερον ὑπομενεῖ." Ταῦτα λέγων τε ἔπειθε, καὶ ὡς ὑπέσχετο ποιήσειν, ᾗ ὑπετίθετο αὐτῷ ὁ Τριβαλλός, αὐτίκα ἔπεμπεν ἄγγελον παρὰ τὰς θύρας, μεταπεμπόμενος πρέσβεις, ὡς τῶν Παιόνων ποιησομένων τὴν εἰρήνην καὶ αὐτὸς ἀποληψόμενος τὴν ἀρχήν. ἐνταῦθα Ἀμουράτης ἔπεμψε πρέσβεις, καὶ τὰς σπονδὰς ἐποιοῦντο, ἐφ' ᾧ τόν τε Γεώργιον ἔχειν τὴν χώραν αὑτοῦ καὶ τὴν ἡμίσειαν πρόσοδον ἀποδιδόναι τῷ βασιλεῖ. καὶ ὅρκιά τε ἅμα ἐποιοῦντο, ἐφ' ᾧ μήτε τοὺς Παίονας ληΐζεσθαι τὴν βασιλέως χώραν, μήτε αὖ Τούρκους διαβῆναι τὸν Ἴστρον ἐπὶ μηδεμιᾷ βλάβῃ, μηδεμιᾷ μηχανῇ, ἐφ' ᾧ τε παρὰ πάντα τὸν βίον αὐτῶν ξένους τε καὶ φίλους εἶναι, ἄνευ τε δόλου καὶ ἀπάτης· τοὺς δὲ ∆ακοὺς ὑποφόρους τε εἶναι τῷ βασιλεῖ, ἃ καὶ συνέθεντο ἐν ταῖς βασιλέως σπονδαῖς πρὸς αὐτοὺς πρότερον γενομέναις, καὶ ἐς τοὺς Παίονας τελεῖν, ᾗ τὸ πρόσθεν ἔχοντες διετέλουν. Ταῦτα ὡς ἐγένετο, αὐτίκα Ἀμουράτης ἐστρατεύετο ἐπὶ Καραμᾶνον. οὗτος γὰρ ὡς ἐπύθετο ἐπιέναι τοὺς Παίονας ἐπὶ βασιλέα Ἀμουράτην, καταβάντας τὸν Ἴστρον ἐπὶ τὴν χώραν τοῦ βασιλέως ἐλαύνειν, ἐν καιρῷ αὐτῷ ἔσεσθαι οἰόμενος, ἢν ἐπιὼν 2.91 καταστρέφοιτο τὴν κατὰ τὴν Ἀσίαν βασιλέως χώραν, ἐξήλαυνέ τε, καὶ ἐπῄει καταδουλούμενος, ὅ τι ἂν αὐτῷ προχωροίη. καὶ πρόσθεν γὰρ ὅτε οἱ Παίονες ἔμελλον στρατεύεσθαι ἐπὶ Ἀμουράτην, γνώμῃ τε παραπλησίᾳ ὥρμηντο ἐπ' αὐτόν, ὥστε ἀπ' ἀμφοῖν ταῖν χώραιν ἐπιόντων στρατῶν διασχίζοιτο αὐτῷ τὰ στρατεύματα καὶ οὕτω ἀσθενῆ ξυμβαίνοι γίνεσθαι. Ἀμουράτης μὲν οὖν ἐπὶ τὸν μείζονα πόλεμον ἀφικόμενος, καὶ τοῦτον αὑτῷ ἐπὶ τὸ βέλτιον θέμενος, ἐστρατεύετο αὐτίκα ἐπὶ Καραμᾶνον. ὁ δὲ πρέσβεις τε πέμπων ἠξίου τά τε ἄλλα αὐτῷ ὑπουργεῖν, ὧν ἂν δέοιτο αὐτοῦ, καὶ ὁμήρους καὶ πιστὰ παρέχεσθαι ἐπὶ τούτοις. Ταῦτα μέντοι αὐτῷ κατὰ τὴν Ἀσίαν ξυνεβεβήκει, κατὰ δὲ τὴν Εὐρώπην ὑπὸ μέντοι τῶν Πελοποννησίων ἡγεμόνων ἐς τὴν χώραν αὐτοῦ τοιάδε ἐγένετο. ὡς γὰρ Θεόδωρος ὁ μετ' αὐτὸν βασιλέα Ἑλλήνων γενόμενος, ὡς οἰχόμενος παρῆν ἐς Βυζάντιον ἐπὶ τὴν βασιλείαν, Κωνσταντῖνος ὁ ἐπίκλην ∆ραγάσης, ἀφικόμενος ἐς Πελοπόννησον καὶ παραλαβὼν τὴν τοῦ ἀδελφοῦ χώραν, τά τε ἄλλα καὶ Σπάρτην τὴν πρὸς τὸ Ταΰγετον ὄρος, καὶ σχεδὸν ξύμπασαν τὴν ἄλλην Πελοπόννησον (πλὴν γὰρ τῆς τοῦ Θωμᾶ τοῦ βασιλέως ἀδελφοῦ χώρας, τὴν ἄλλην ὑφ' αὑτῷ εἶχε παραλαβών), ἐνταῦθα ὡς ἀφίκετο, τό τε ἐν τῷ Ἰσθμῷ τειχίζειν παρεσκευάζετο, καὶ τὴν ἐκτὸς Πελοποννήσου χώραν ἀφίστη ἀπὸ βασιλέως, τήν τε Βοιωτίαν κατέσχε, καὶ τὴν Θηβῶν πόλιν ὑφ' αὑτῷ ποιησάμενος καὶ ξύμπασαν τὴν Βοιωτίαν κατέσχε. καὶ ὁ τῆς Ἀττικῆς τύραννος φόρον τε ἀπάγειν αὐτῷ ὑπισχνούμενος 2.92 σπονδὰς ἐποιήσατο, καὶ τό τε Πίνδον ὄροςΒλάχοι δ' ἐνοικοῦσιν αὐτό, τῶν ∆ακῶν ὁμόγλωττοι· τοῖς παρὰ τὸν Ἴστρον ∆αξὶν ὁμοίωντοἀφικόμενοι παρὰ τοῦτον τὸν ἡγεμόνα, παραδιδόντα σφίσιν, ἐπολέμουν τοῖς τὴν Θετταλίαν οἰκοῦσι Τούρκοις, λαμβάνοντες ἄρχοντα παρὰ τοῦ Πελοποννησίων ἡγεμόνος. Λεωδορίκιόν τε τὸ κατὰ τὴν Λοκρῶν χώραν ᾠκημένον