101
σφαλερὸν ἀπειθοῦντος Θεῷ· πληθυνθὲν γὰρ τοῦτο θεωρῶν ἐπλανήθης, ὡς ὑπάρχων ἀνάλωτος. Ἀλλὰ πεσοῦνται, φησὶ, δίκην ἀσταχύων κειρόμενοι. Ἐὰν δὲ τὸ πρωῒ σπείρῃς γεγονὼς ἐν φωτὶ, τὸν σώζοντα μόνον εἰδὼς, τότε σοι τὸ σπαρὲν τελεσφορηθήσεται μὴ ἀπολλύμενον ἄωρον. Καὶ παραπέμψεις εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυμίαν, καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν μέθοδον. ιβʹιδʹ. 9Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. Ὡς θάλασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε. Καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει. Ὡς ὕδωρ πολὺ, ἔθνη πολλά. Ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου9, κ.τ.λ. Εἰπὼν τῶν ἐθνῶν τὴν ἐπιστροφὴν, καὶ τὴν Ἰουδαίων εἰς Χριστὸν ἀπιστίαν, μεταβαίνει τοὐντεῦθεν ἐπὶ τὰ πλήθη τῶν ἐν αὐτῇ ∆αμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ μεινάντων, μελλόντων πολιορκῆσαι τὴν Ἐκκλησίαν Χριστοῦ, οἱ καὶ κλονηθήσονται κυμαινούσης δίκην θαλάττης ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ ξενιζόμενοι καθαιροῦντι τὴν εἰδωλολατρείαν. Καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. Ὡς γὰρ θαλάττης νῶτα μετεωρίζεται τοῖς πνεύμασιν ἀνιστάμενα, καὶ τῷ ἤχῳ κατακτυπεῖ τοὺς ἀκούοντας· οὕτω τὰ πλήθη τῶν ἐν ἀπιστίᾳ μεινάντων, ὑπὸ τῶν ἀοράτων ἐθνῶν ἐνερ 2129 γούμενα, κατὰ τῆς Ἐκκλησίας ἠχήσει τὴν ἐπανάστασιν· ὧν δηλοῖ τοὺς μὲν θυμοὺς ἡ κυμαίνουσα θάλαττα, τὰς δὲ κατὰ τῶν πιστῶν ἀπειλὰς τὸ ἠχοῦν ὕδωρ. Τὸ δὲ βίᾳ φερόμενον ὕδωρ, ὡς ὑφ' ἑτέρων ἐνεργούμενοι τολμῶσι ταῦτα κατὰ τῆς Ἐκκλησίας, ὧν τὸ τέλος δηλῶν ἐπάγει. Καὶ ἀποσκορακιεῖ αὐτὸν, κατὰ δὲ τὸν Ἀκύλαν· Ἐπιτιμήσειεν αὐτῷ, ἢ ἐμβριμήσεται κατὰ Σύμμαχον· δηλονότι, τῷ πλήθει τῶν ἀπίστων ἐθνῶν, καὶ τῷ τούτοις ἐνεργοῦντι διαβόλῳ. Τίς δὲ ἐπιτιμήσει; περὶ οὗ πάντως εἴρηται, "Ἐπιτιμήσει Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Ἐπιτιμῶν δὲ τί ποιήσει; καὶ πόῤῥω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. Οἱ δὲ τοιοῦτοι, καὶ πρὸς δυσμαῖς τοῦ βίου πενθήσουσιν, ὅτε οὐκ ἔτι ὑπάρχουσιν· ὅτε πρωῒ καὶ νέον φῶς τοῖς δικαίοις ἀνατελεῖ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Οὓς οἱ προνομεύσαντες τοιοῦτον ἕξουσι τέλος καὶ μερίδα καὶ κλῆρον. Οὕτω δὲ πάλιν τινὲς τὴν προκειμένην ἐξηγήσαντο ῥῆσιν· ὡς φιλάνθρωπος ὢν ὁ Θεὸς φοβήσας ταῖς ἀπειλαῖς τοὺς ἐξ Ἰσραὴλ, οἰκονομικῶς καὶ τὴν ἐπ' ἀγαθοῖς ἐλπίδα προβάλλεται δι' ἀμφοῖν προτρεπόμενος. Εἰπὼν τοίνυν τὰ μέλλοντα τούτοις δεινὰ, καὶ τὴν τούτων αἰτίαν, ὅτι Κύριον ἐγκατέλιπον· νῦν ἐπήνεγκεν ἅπερ οἱ τούτους δουλωσάμενοι πείσονται, τὴν συμβᾶσαν πληγὴν τοῖς μετὰ Ῥαψάκου προλέγων, ὃν ἐκ Λάχις ἔπεμψε κατ' Ἱερουσαλὴμ ὁ Σεναχειρὶμ τῆς Ἰουδαίας τὰς πόλεις ἑλὼν, ὃς τοῦ τῶν Ἰουδαίων καταφλυαρήσας Θεοῦ, τὴν δι' ἀγγέλου νυκτερινὴν ὑπέστην πληγήν· ταύτην γὰρ ἀκούσας ὁ Σενναχειρὶμ ἀπῄει φυγὰς, καὶ ὑπὸ τῶν ἰδίων οὐκ εἰς μακρὰν ἀπώλετο παίδων. Ταλανίζει τοίνυν τὸ μετ' αὐτοῦ πλῆθος ἐπελθὸν ὁ προφήτης, ὡς ὄσον οὔπω τεθνηξόμενον, τὴν ταραχώδη τούτων ἔφοδον ἀπεικάζων θαλάττῃ καὶ ὕδασιν. Οὓς καὶ πολλῶν ἐθνῶν ἐκάλεσε νῶτον, ὡς νικᾷν εἰωθότας. Οἱονεὶ γὰρ νῶτος ἐγένοντο, τῶν φευγόντων κατὰ νώτου τούτους διώκοντες. Ἀλλὰ τὸν ἄγοντα, φησὶν, ἀποσκορακίσας διώξεται, ὡς τροχοῦ κονιορτὸν ἀνέμου σφοδροτέρου προσβάλλοντος. Πρὸς αὐτὸν γὰρ ἔφη δι' Ἡσαίου ὁ Θεὸς, "Καὶ ἐμβαλῶ φίμον εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. Τὸ δὲ τῶν Ἰουδαίων πένθος ἐν ἑσπέρᾳ, τὰ τῆς ἐπιούσης ἡμέρας ὀνειροπολούντων κακὰ, τὰ διὰ νυκτὸς τοῖς πολεμίοις συμβεβηκότα δείξας ὄρθρος παρεμυθήσατο, μαθόντων ὡς ὁ τῶν πολεμίων οὐκ ἔστι στρατός· ἤγουν τὸ τῆς ἑσπέρας πένθος, φησὶν, οὐκ ἔσται πρωΐ. Περὶ οὗ φησι καὶ ∆αβὶδ, "Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Οὐκοῦν καὶ ὅτε τὴν ψυχὴν αἱ πονηραὶ πολιορκοῦσι δυνάμεις, δίκην ὕδατος βιαίου τὰ ἐν ἡμῖν ἐγείρουσαι πάθη, ἢ τοὺς ἔξωθεν ἐπάγουσαι λογισμοὺς, κατὰ τὸν Ἐζεκίαν, 2132 Θεὸν καλοῦντες μὴ δείσωμεν. Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ὁμοίως, κἂν