De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
καὶ οἰκειοπόθητον δοῦλόν σε ἐδόξασαν σήμερον ἐν ὑπερτέραις ἀξίαις πρωτοσπαθάριον ἔντιμον καὶ δήμαρχον ἐπαξίως, ὅπως σὺ εὐτυχήσῃς νικητικῶς, ὁ δεῖνα ἠγαπημένε, τὸν χρυσιοβένετον δῆμον," (οἱ Πράσινοι· χρυσιοπράσινον.) Καὶ ὅτε ἀνέλθῃ ἕκαστος τῶν δημάρχων εἰς τὸν ἴδιον δῆμον, λέγουσιν οἱ κράκται ἑκάστου δήμου· "Καλὴν ἡμέραν ποιήσωμεν οἱ Βένετοι μετὰ τοῦ δημάρχου·" οἱ Πράσινοι ὁμοίως· καὶ εὐθέως λέγουσιν τριαδικόν· "Τριάδα ὑμνήσωμεν οἱ Βένετοι, (οἱ Πράσινοι) τὸν ∆εσπότην τοῦ παντὸς καὶ Θεὸν ἡμῶν, μίαν ἀδιαίρετον Θεότητα, τὴν τρισυπόστατον ἐξουσίαν, καὶ δύναμιν πρὸ πάντων τῶν αἰώνων ὑπάρχουσαν, καὶ εἰς πάντας τοὺς αἰῶνας διαμένουσαν, φῶς ὑπάρχει τρισήλιον, δι' οὗ καὶ ὁ κόσμος φωτίζεται· Θεὸν ἐπουράνιον δοξάζωμεν τὸν ἐκ τῆς Παρθένου ἡμῖν ἀνατείλαντα· φύσει γὰρ ὑπάρχων φιλάνθρωπος, ἄνθρωπος γενέσθαι κατηξίωσεν, τὸν προπάτορα ῥυσάμενος τοῦ ἀρχαίου παραπτώματος, καὶ κόσμον ὅλον ἠλέησεν. ∆όξα τῇ αὐτοῦ ἀγαθότητι." 2.122 Καὶ λέγουσιν οἱ κράκται· "Κύριε, σῶσον ὁ δεῖνα καὶ ὁ δεῖνα τοὺς βασιλεῖς τῶν Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ "Κύριε, σῶσον." Οἱ κράκται· "Τὰς Αὐγούστας βοήθησον, ὁ ἐν Τριάδι ὑμνούμενος." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Τοὺς πορφυρογεννήτους φύλαξον, ὁ ἐν οὐρανοῖς δοξαζόμενος." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Αὔξῃ τὸ βασίλειον, αὔξῃ καὶ τὸ Βένετον·" Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Καὶ τρισαγιάζοντος τοῦ ὀργάνου, λέγουσιν οἱ κράκται· "Τρισάγιε, βοήθησον τοὺς δεσπότας." Ὁ λαὸς ἐκ γʹ· "Τρισάγιε." Οἱ κράκται· "Καὶ σὺ αὐτοὺς θεράπευσον ἐπὶ πᾶσι," καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "πλεονάζων τῆς ζωῆς αὐτῶν χρόνους," Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "σὺν Αὐγούσταις εὐσεβέσι φιλοθέοις." Ὁ λαὸς ὁμοίως ἐκ γʹ· Οἱ κράκται· "Καὶ Βενέτων τῶν γνησίων ὑμῶν δούλων." Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ· Οἱ κράκται· "Ἐς, ἅγιε, τρισάγιε, τοὺς δεσπότας φύλαξον." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται. "Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον." Ὁ λαὸς· "Οἱ ἔς, πνεῦμα τὸ πανάγιον." Οἱ κράκται· "Μήτηρ τοῦ Θεοῦ ἡμῶν, τοὺς πορφυρογεννήτους φύλαξον." Ὁ λαὸς· "Οἱ ἔς, Μήτηρ τοῦ Θεοῦ ἡμῶν." Οἱ κράκται· "Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν." Ὁ λαὸς· "Οἱ ἔς, Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν." Τῶν δὲ δεσποτῶν τὰ εἰωθότα τῆς τάξεως πραττόντων καὶ μελλόντων ἀνιέναι ἐπὶ τοῦ Καθίσματος, ποιεῖ ὁ ἀκτουάριος τὸ αἴσιον, καὶ εἰ μὲν ἔχει ὁ Βένετος προτίμησιν, λέγουσιν οἱ τούτων κράκται· "Ἀνάτειλον, ἡ ἐκλογὴ λεία·" εἰ δὲ οἱ Πράσινοι, λέγουσιν· "Ἀνάτειλον, ἡ ἐκλογὴ τῆς Τριάδος." Ὁ λαὸς ἐκ γʹ· "Ἀνάτειλον." Οἱ κράκται· "Ἀνάτειλον ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ "Ἀνάτειλον." Οἱ κράκται· "Ἀνάτειλον οἱ 2.123 θεράποντες τοῦ Κυρίου." Ὁ λαὸς ἐκ γʹ· "Ἀνάτειλον." Οἱ κράκται· "Ἀνάτειλον οἱ θεόστεπτοι δεσπόται σὺν ταῖς Αὐγούσταις." Ὁ λαὸς ἐκ τρίτου· "Ἀνάτειλον." Καὶ εἶθ'οὕτως λέγουσιν ἀπελατικὸν δρομικὸν ἦχ. π. αʹ. "Τὸ θεοπρόβλητον κράτος τῆς ὑμετέρας δυάδος, ὁ δεῖνα αὐτοκράτωρ καὶ ὁ δεῖνα ἡ δόξα τῆς πορφύρας, ἐκλάμψατε ἐπὶ δούλους γνησίους, εὐφραίνοντες, δεσπόται, τὸν λαὸν ὑμῶν." Καὶ πάλιν λέγουσιν οἱ κράκται "Ἀνάτειλον, τὸ ὀρθόδοξον κράτος." Ὁ λαὸς ἐκ γʹ. "Ἀνάτειλον." Οἱ κράκται. "Ἀνάτειλον, τῶν Ῥωμαίων ὁ πόθος." Ὁ λαὸς ἐκ τρίτου· "Ἀνάτειλον." Οἱ κράκται· "Ἀνάτειλον ἡ χαρὰ ἡμῶν καὶ δόξα." Ὁ λαὸς ἐκ γʹ· "Ἀνάτειλον·" Οἱ κράκται· "Ἀνάτειλον ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Ἀνάτειλον. Τῶν δὲ δεσποτῶν ἀνιόντων ἐπὶ τοῦ Καθίσματος καὶ ἱσταμένων ἔμπροσθεν τοῦ σένζου, κατασφραγίζουσιν μετὰ τὸ ἄκρον τῶν χλανιδίων αὐτῶν, πρῶτον μὲν μέσον, ἤγουν τὸ μεσοδήμιν, ἔπειτα τὸν τοῦ Βενέτου δῆμον, εἶθ' οὕτως τὸν τοῦ Πρασίνου, καὶ δὴ τῶν δεσποτῶν σφραγιζόντων, λέγουσιν οἱ δῆμοι· "Ἅγιος, Ἅγιος, Ἅγιος." Οἱ κράκται·"Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Ὁ δεῖνα καὶ ὁ δεῖνα φιλόχριστοι, ἐν Θεῷ νικᾶτε." Καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Καὶ οἷον μέρος ἔχει προτίμησιν οἱ τούτου κράκται λέγουσιν· "Οὐράνιε" καὶ ὁ ἀντίς· "Στέψον νίκαις τοὺς βασιλεῖς ἡμῶν." Καὶ ὁ ἀντίς· "Τούτους συμβασίλευσον." Καὶ ὁ ἀντίς· "Ἡ ἐξουσία ἡ ἄνω." Καὶ ὁ ἀντίς· "Κοσμοπόθητοι." Καὶ ὁ ἀντίς· "Μιμήσασθε Θεοῦ φιλανθρωπίαν." Οἱ Πράσινοι· "Τὴν ἄνωθεν ἐξουσίαν." Καὶ ὁ ἀντίς· "Ἡμεῖς δέ, ὦ στρατόπεδα, πῶς τροπώσωμεν πολεμίους;" Οἱ Πράσινοι· "Τοῦ στέψαντος τοὺς δεσπότας Ῥωμαίων Θεοῦ φυλάττοντος τὴν πίστιν καὶ τὴν εὐγνωμοσύνην δεσποτῶν." Καὶ λέγουσιν οἱ 2.124 κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, τὸ πρόβλημα τῆς Τριάδος." Οἱ