βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τό· "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ᾧ ἀπό 110.357 κειται (καὶ αὐτὸς προσδοκία ἐθνῶν)," ὅς ἐστιν ὁ Χριστός. Ἐπειδὴ γὰρ αὐτὸς ὁ Ἡρώδης, ἀλλόφυλοςὢν (καὶ) περιτμηθεὶς, ἦρξε τῶν Ἰουδαίων καὶ ἀρχιερέα κατέστησεν ἀλλογενῆ τὸν Ἀνάνιλον, εὐθὺς ἐπαύθη, κατὰ τὴν θείαν πρόῤῥησιν, ἡ ἐξ Ἰούδα ἀρχὴ μέχρι τότε κρατήσασα· οἱ γὰρ ἱερεῖς προεστή κασι τῶν πραγμάτων ἄχρις οὗ Πομπήϊος, ὁ Ῥωμαίων στρατηγὸς, ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει δὲ τὰ ἅγια (ἄχρι τῶν ἀδύτων εἰσελθὼν τοῦ ἱεροῦ). Τῶν δὲ ἐκ τῆς προγόνων διαδοχῆς μέχρις ἐκείνου καιροῦ διαρκεσάντων, βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα Ἀρι στόβουλον, δέσμιον εἰς Ῥώμην ἐκπέμψας, Ὑρκανὸν, τὸν Ἀριστοβούλου ἀδελφὸν, ἀνέδειξεν ἀρχιερέα. ̣2 ̣ Οὗτος δὲ φιλίαν εἶχε πρὸς Ἀντίπα τρόν τινα Ἀσκαλωνίτην, τὸν πατέρα Ἡρώδου, ὃν κατέστησεν ἐπίτροπον τῆς χώρας. Ἦν δὲ Ἡρώδης, ὁ υἱὸς αὐτοῦ, ἱκανὸς πρὸς πράγματα, καὶ πολλοὺς λῃστάρχας κατέστειλε. ̣3 ̣ Τοῦ δὲ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος, καὶ Ἀντιπάτρου δολοφονηθέντος, καὶ μηδενὸς ὄντος τοῦ ἀντεχομένου τῶν πραγμάτων, ἐπεπήδησε τῇ ἀρχῇ ὁ Ἡρώδης παῖς, πολλὰ χρήματα δοὺς τοῖς Ῥωμαίοις ὑπὸ σπονδῶν αὐτῶν γενόμενος. 220
ΡΙʹ. Αὔγουστος ὁ βασιλεὺς ἀπάρας εἰς Αἴγυπτον. Αὐγούστου γὰρ Καίσαρος ἀπάραντος εἰς Αἴ γυπτον μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης εἰς τὸν κατὰ Κλεοπάτρας ̣53a πόλεμον, εἰς ἣν περιέστη τὰ τῆς ἀρχῆς Αἰγύπτου, γένους μὲν οὖσαν τῶν Πτο λεμαίων, ὑπήντησεν αὐτῷ Ἡρώδης παρέχων αὐτῷ οὐ τὴν τυχοῦσαν λειτουργίαν ἐν τοῖς στρατεύμασι καὶ ἀναλώμασι. Χειρωσάμενος δὲ τὴν Κλεοπάτραν τῷ ιδʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐπανερχόμενος ἐπὶ τὴν Ῥώμην ὡς εὐνοήσαντα τὸν Ἡρώδην μετὰ τῆς ὅλης συγκλήτου ἀναδείκνυσι βασιλέα τῆς Ἰουδαίας, περιθεὶς αὐτῷ τὸ διάδημα. Οὕτως ἐπιβὰς τοῖς Ἱε ροσολύμοις, καὶ τῶν Ἰουδαίων μὴ βουλομένων δέξασθαι αὐτὸν ὡς ἀλλόφυλον, πολλοὺς ἐξ αὐτῶν κατέσφαξε, λαφυραγωγήσας τὴν πόλιν καὶ τὸ ἱερὸν, πονηρῶς δὲ χρησάμενος τῇ ἐξουσίᾳ, πάσας τῶν φυλῶν καὶ τῶν γενεῶν ἀναγραφὰς τὰς ἀπὸ τοῦ Ἔσδρα ἀποκειμένας, πυρὶ κατέκαυσε πρὸς τὸ μη κέτι γνωσθῆναι τοὺς Ἰουδαίους ἐκ ποίας πατρίδος εἰσὶν οἱ αὐτόχθονες καὶ τίνες οἱ λεγόμενοι γηῶρες· καὶ τὴν ἱερατικὴν δὲ στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα ἀπέθετο. Καὶ λοιπὸν ἀδεῶς ἀσήμοις τισὶν ἐπὶ χρή μασιν ἱκανοῖς τὴν ἀρχιερωσύνην ἐπίπρατο. ̣2 ̣ Ἔτους δὲ μβʹ Καίσαρος Αὐγούστου ἐξῆλθε παρ' αὐτοῦ δόγμα ἀπογράφεσθαι πᾶσαν τὴν οἰκου μένην (αὐτὴν δὲ τὴν φορολογίαν, ὡς εὐνούστα 110.360 τος, καὶ μεγίστῳ τῆς συγκλήτου ἐνεχείρισε Κυ ρήνῳ, ὃν καὶ κατέστησεν ἡγούμενον Συρίας ἤτοι τῆς Ἰουδαίας, τὸ πᾶν Ἰουδαίων ἔθνος Ῥωμαίοις ὑπόφορον κατέστησεν). ̣3̣ Καὶ οὕτω πρῶτος ἀλ λόφυλος Ἡρώδης, ὡς ἔφη, τὸ τῶν Ἰουδαίων ἔθνος ἐγχειρίζεται καθ' ὃν καιρὸν ἐναργῶς, τῆς Χριστοῦ παρουσίας ἐνστάσης, ἐξέλιπον (εἰκότως) οἱ τῶν Ἰου δαίων ἀρχιερεῖς (τε) καὶ ἡγούμενοι (κατὰ τὴν ἱερὰν χρησμολογίαν). ̣4 ̣ Καὶ γὰρ οἱ ἱερεῖς ἐξ Ἰου δαίων ἦσαν κατὰ μητέρα, ἐπείπερ ὁ μέγας Ἀαρὼν 221 τὴν τοῦ Ἀμιναδὰμ θυγατέρα ἠγάγετο γυναῖκα. Καὶ κατὰ τοσοῦτον συγγενεῖς ὑπῆρχον οἱ ἐξ Ἰούδα καὶ Λευῒ (ὅθεν ἐκ τοῦ Ἀαρὼν Ἐλισάβετ συγγενὴς εἴρηται, τῆς Θεοτόκου Μαρίας). ̣5 ̣ Ἐκλειπόντων οὖν τῶν παρὰ Ἰουδαίοις ἀρχιερέων, Ἡρώδης ἀλλόφυλος τυγχάνων, βασιλεὺς, ὡς εἴρηται τῶν Ἰουδαίων καθίσταται, καθὼς, τῆς Χριστοῦ γεννήσεως πλησιαζούσης, ἡ ἐκ προγόνων τῆς ἀρχιερωσύνης κατελύθη διαδοχὴ, καὶ ὁ προφη τευόμενος παρὰ τῷ ∆ανιὴλ ἡγούμενος λαμβάνει τέ λος. Χριστοὶ γὰρ ἡγούμενοι ἤτοι ἀρχιερεῖς ἦσαν μέχρις Ἡρώδου, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ ∆α ρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ, λήξαντες δὲ ἐπὶ Ὑρκα νὸν ἔτεσι υπγʹ. ̣6 ̣ Ὡς καὶ ∆ανιὴλ θεσπίζει λέγων· "Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ." ̣7 ̣ Τοσοῦτον γὰρ αἱ οʹ ἑβδομάδες ποιοῦσι χρόνον, ἡμέρας ἑκάστης εἰς ἐνιαυτὸν λαμβανομένης. "Καὶ