102
αἱρετικοὶ σοφιστικῶν λόγων κόμπῳ κατὰ τῆς ἀληθείας ἐγείρωνται ἢ διωγμοὺς, καὶ θλίψεις ἐπάγωσι, προσήκει θαῤῥεῖν. Χειρὶ γὰρ κρυφαίᾳ πολεμήσει Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται. ΚΕΦΑΛ. ΙΗʹ. αʹζʹ. 9Οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας. Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν9, κ.τ.λ. Οἱ ἐπὶ Ῥώμης ἄρχοντες Ἰουδαίων τὰ περὶ Χριστοῦ τῷ Παύλῳ διδάσκοντι λέγουσιν· "Ἡμεῖς οὔτε γράμματα ἐδεξάμεθα περὶ σοῦ ἀπὸ τῆς Ἰουδαίας." Καὶ μετ' ὀλίγα· "Περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν," ὅτι πανταχοῦ ἀντιλέγεται· ὡς τῶν ἐν Ἰουδαίᾳ πανταχοῦ γεγραφότων τὸ περὶ Χριστοῦ μὴ προσίεσθαι κήρυγμα. Ἀντὶ δὲ τοῦ ὅμηρα, ὁ μὲν Ἀκύλας πρεσβυτὰς, ὁ δὲ Σύμμαχος ἀποστόλους ἐξέδωκε. Τούτους οὖν καὶ τὴν γῆν αὐτῶν ὁ προφήτης ὀδύρεται, ἧς ἡ κακία καὶ μέχρι τῆς Αἰθιόπων ἀφίκετο. ∆ιὸ καὶ κατὰ Σύμμαχον εἴρηται· Οὐαὶ γῆς, ὁ ἦχος πτερωτὸς ἡ πέραθεν ποταμῶν Αἰθιοπίας. Ὁ γὰρ τῶν γραψάντων ἦχος μέχρι καὶ τῶν Αἰθιοπίας ὅρων, καὶ τῶν τῆς γῆς περάτων διέδραμεν, ὡς διὰ πλοίων τινῶν ἱπταμένων. Οἵτε διακομίζοντες τὰς ἐπιστολὰς τὰς βιβλίνας ἀπόστολοι πανταχοῦ γῆς οὐ διοδεύοντες μόνον, ἀλλὰ καὶ ναυτιλλόμενοι. Μέχρι δὲ νῦν ἀποστόλους καλοῦσι τοὺς ἐν κύκλῳ παρὰ τῶν ἀρχόντων περιφέροντας γράμματα. Ἀντὶ δὲ τοῦ πορεύσονται ἄγγελοι κοῦφοι, πορεύεσθε, φασὶν οἱ λοιποὶ, ὡς ἀρχὴν εἶναι προστάγματος πρὸς τοὺς μαθητὰς εἰρημένου τοῦ Σωτῆρος Χριστοῦ, οὓς πρὸς τοὺς τῶν Ἰουδαίων διέστειλεν ἀποστόλους. Σύμφωνα δὲ τοῖς παροῦσι πρὸς αὐτούς φησιν ὁ Χριστός· Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ τὸ εὐσταλές τε καὶ κοῦφον αὐτοῖς ὑποτίθεται ῥᾴστην αὐτοῖς τὴν πορείαν ποιῶν· μηδὲν ἄρητε κατὰ τὴν ὁδόν· καὶ, μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μὴ χαλκὸν, μὴ πήραν, μὴ δύο χιτῶνας, μὴ ῥάβδον, μὴ ὑποδήματα. Ἰέναι δὲ κελεύει πρὸς ἔθνος μετέωρόν τε καὶ ξένον, καὶ πρὸς λαὸν χαλεπόν. Πρὸς τοὺς ἐν ἔθνεσι γὰρ ἀλλογενεῖς ἀπεστέλλοντο βέβαιον ἔχοντας οὐδὲν, ἀνέμῳ δὲ τῆς πολυθέου πλάνης περιφερομένους παντὶ, καὶ χαλεπῶς ἔχοντας πρὸς αὐτούς. Καὶ διέβαινον μέχρι τῶν περάτων τῆς γῆς, ὃ δηλοῖ τὸ, τίς αὐτοῦ ἐπέκεινα; ἀνθ' οὗ Σύμμαχος μεθ' ὃν οὐκ ἔστιν ἐπέκεινα λέγει. Τοῦτο δὲ τὸ ἔθνος ἀνέλπιστον ἦν, κατὰ τὸν Ἀπόστολον εἰπόντα, ἐλπίδα 2133 μὴ ἔχοντες καὶ ἄθεοι ἐν κόσμῳ. Ὧ δὴ σύμφωνα προϊὼν ὁ προφήτης ἐρεῖ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης· ὅπερ ἦν ἔθνος καὶ ὑπὸ τοῦ διαβόλου καταπεπατημένον. Παραθαῤῥύνων δὲ τούτους φησὶ, νῦν οἱ ποταμοὶ τῆς γῆς ἐπὶ τῇ ὑμετέρᾳ πορείᾳ κατοικηθήσονται. Ποταμοὺς λέγων τῶν εἰς Θεὸν ἐπιστρεφόντων τὸ πλῆθος, ὥσπερ οὖν καὶ χώρας τούτων, τὰς Ἐκκλησίας. Ὡς γὰρ κύμασι θαλάττης τεταραγμένης τοὺς ἀπίστους ἀνωτέρω παρέβαλλεν· οὕτω νῦν τοὺς πιστοὺς γλυκέσι ποταμοῖς εὐσταθῶς κινουμένοις, περὶ ὧν ἀλλαχοῦ φησιν· "Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Καὶ, "Ποταμοὶ κροτήσουσι χεῖρας ἐπὶ τὸ αὐτό." Οἳ πρότερον ὅντες ἀοίκητοι, ἀλλότριοι ἦσαν Θεοῦ, ἔρημός τε αὐτῶν θεοσεβείας ἡ χώρα· ἥντινα, καὶ τοὺς ποταμοὺς κατοικεῖσθαι ποιήσει τὸ ὑμέτερον κήρυγμα. Καὶ τοῦ σταυροῦ τὸ σημεῖον οὕτως ἔσται πᾶσι πρόδηλον, ὡς ἐπ' ὄρους ὑψούμενον. καὶ σάλπιγγος ἦχος, τὸ ὑμέτερον εἶναι δόξειε κήρυγμα πᾶσι χωροῦν εἰς ἐπήκοον. Εἶτα διδάσκει πῶς ἀταράχως οἰκεῖσθαι δυνήσεται. Τῇ γὰρ ἰδίᾳ πόλει χορηγεῖ Θεὸς τὴ ἀσφάλειαν, ὡς εἰκότως εἰρῆσθαι περὶ αὐτῆς· "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ," καὶ, "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Ἐν ᾗ καὶ φῶς οὐ τὸ τυχὸν ἔσται, ἀλλ' ἐοικὸς ἡλίῳ μεσημβρινῷ. Καὶ ἀβλαβὲς ἔσται τοῖς ὁρῶσι φησί. Σὺν αὐτῷ γὰρ καὶ νεφέλη δρόσου γενήσεται. Καὶ φῶς μὲν ὁ τοῦ Θεοῦ Λόγος, ὁ τὴν Ἐκκλησίαν φωτίζων. Νεφέλη δὲ δρόσου τὸ πνεῦμα τὸ ἅγιον, ἐπισκιάζον τοῖς μὴ δυναμένοις τὴν ἄκραν τοῦ Μονογενοῦς χωρῆσαι