τε βασιλεῖ πέμπων ἀγγέλους ἐπῆρεν ἐπὶ Πελοπόννησον στρατεύεσθαι. ἀλλὰ ταῦτα μὲν ὕστερον χρόνῳ πολλῷ ἐγένετο· τότε δὲ ὑπὸ τῷ Πελοποννήσου ἡγεμόνι, βασιλέως δὲ ἀδελφῷ ἐδεδούλωτο, τρόπῳ ᾧ πρότερόν μοι δεδήλωται. Ἀλλὰ κατὰ μὲν τοὺς Ἕλληνας καὶ τὴν Πελοπόννησον τοιαῦτα ἐγένετο, κατὰ δὲ τὸν Βυζαντίου βασιλέα τάδε ξυνεβεβήκει. τούς τε γὰρ Παίονας ὡς ᾔσθετο ἀπελάσαντας καταλύσασθαι τῷ Ἀμουράτῃ, Γεωργίου ἐς τοῦτο παρακαλέσαντος, ἔπεμπον πρέσβεις παρὰ τὸν Ῥώμης ἀρχιερέα, ὑποτιθέμενοι ὡς τριήρων καὶ νεῶν παραγενομένων σφίσιν ἐς τὸν Ἑλλήσποντον, ὥστε ἀπόντι αὐτῷ ἐς τὴν Ἀσίαν μὴ ἐπιτρέψαι διαβῆναι ἐς τὴν Εὐρώπην, εὐπετῆ ἂν γένοιτο ταύτῃ χειρωθῆναι τὰ πράγματα αὐτοῦ· εἴτε τὸ τῆς Εὐρώπης στράτευμα σὺν τῷ Ἀμουράτῃ ἀπομονωθήσεται, οὐκέτι εἰς χεῖρας τοῖς Παίοσιν ἰέναι ἐθελήσει. ἔπεμπον δὲ καὶ ἐς τοὺς Κελτοὺς καὶ τὸν Βουργουνδίας ἡγεμόνα ἀναμιμνήσκοντες, ὡς δίκαιοι εἶεν δίκην πράττεσθαι τῶν ἐν τῷ πολέμῳ Παιαζήτεω ἀποθανόντων Κελτῶν διὰ τὴν τοῦ Σιγισμούνδου ἀγνωμοσύνην. συνεπελάβοντο μὲν οὖν σὺν τῷ ἀρχιερεῖ Ῥωμαίων, καὶ τριήρεις ἐπλήρωσαν δέκα, ἐπὶ Ἑλλήσποντον πέμποντες. καὶ ἀρχιερεὺς δὲ δέκα ἄλλας πληρώσας ὑπέστελλεν ἐπὶ βασιλέα Ἰωάννην, ὡς ποιησομένους, ἃ ὑποθοῖτο αὐτοῖς βασιλεύς. οὗτοι μὲν οὖν ἀφικόμενοι ἐς τὸν Ἑλλήσποντον διεκώλυον Ἀμουράτην τοῦ ἐς τὴν Εὐρώπην διαβῆναι. Κατὰ δὲ τὴν παράλιον τῆς Μακεδονίας ἐς τὸν Ἰόνιον συνέ 2.96 βαινε τοιάδε. ὡς γὰρ προσδόκιμοι ἦσαν οἱ Παίονες ἀφίξεσθαι αὖθις ἐς τὴν Εὐρώπην, ὡς ἐξελόντες Τούρκους τε καὶ Ἀμουράτην ἐκ τῆς Εὐρώπης, προϊδόντες ὅτι ἔσοιτο αὖθις ὁ πόλεμος (προηγγέλλετο γὰρ ἁπανταχῇ τῇ Εὐρώπῃ, ὡς συλλέγοιντό τε αὖθις στρατευσόμενοι οἱ Παίονες καὶ ὁ Ἑλλήσποντος ὑπὸ τῶν ἑσπερίων κατέχοιτο), ὥρμητο καὶ αὐτός τις ἕκαστος ἐπὶ τὴν πατρῴαν αὑτοῦ ἀρχήν, ὡς σχήσων τε καὶ καταληψόμενος, ὅ τι ἂν αὐτῷ προχωρήσειεν. ἔνθα δὴ καὶ Ζενεμπίσας ἀπὸ Μακεδονίας τῆς πρὸς τὸν Ἰόνιον παραλίου ὡρμημένος, συμπαραλαμβάνων τοὺς ταύτῃ Ἀλβανούς, οἳ ἐνῆσαν αὐτῷ, προῄει διὰ τῆς Ἀργυροπολίχνης, καὶ τήν τε πεδιάδα, ὅσην ᾤκει ἐνταῦθα μέχρι Καστορίας, ὑπηγάγετο. ἐνταῦθα δὴ Θερίζης ὁ Βερροίας ὕπαρχος, ξυναγαγὼν τοὺς παρὰ Ἀτζικερίη Σκύθας τε ἅμα καὶ Τούρκους τοὺς βασιλέως, ἐπισπομένων αὐτῷ καὶ συχνῶν τῶν ἀπὸ τῆς Θέρμης τε καὶ Λίμνης τῆς Περραιβῶν, ἐπέλασέ τε ἄφνω, καὶ ἀπαρασκεύοις ἐπεισπεσών, ἐσκηνωμένοις αὐτοῦ ταύτῃ που περὶ τὴν τῆς Καστορίας χώραν, τοὺς πλείστους τε αὐτῶν Ἀλβανῶν διέφθειρε, καὶ αὐτὸν Ζενεμπίσαν τὸν ἡγεμόνα ἀνελὼν ἐπὶ πολὺ ἤλασε φόνου, ἐνταῦθα τοὺς ἄλλους καταβαίνων. Ταύτῃ μέντοι ἀνὰ τὴν Εὐρώπην ἐγένετο, καὶ ἐς θορύβους καθίστατο, ὡς ἕκαστοι ἐπὶ τὰ σφέτερα αὐτῶν ὡρμημένοι πράγματα. καὶ οἱ Τοῦρκοι ἐς φόβον τε ἐγένοντο μέγαν, οἰόμενοι 2.97 αὐτίκα ἀπόλλυσθαι ὑπὸ Παιόνων καὶ τῶν παροίκων ἐθνῶν ἀλλοφύλων αὐτοῖς· καὶ ὅπῃ τύχοιεν, τὰ τείχη ἐκράτυνον, καραδοκοῦντες, ᾗ ἀποβήσεται ἕκαστα ἐς τὸ τοιόνδε. Παίονες δέ, ὡς πρέσβυς ἀφίκετο παρ' αὐτοῦ τοῦ Ῥωμαίων ἀρχιερέως Ἰουλιανὸς καρδινάλιος, ἀνὴρ τά τε ἄλλα ἐπιεικὴς καὶ ἐς τὴν Ῥωμαίων σοφίαν εὐδόκιμος, παρεκάλει τε ἐπὶ τὸν πόλεμον, τόν τε ὅρκον, ὃς μέγιστος ἦν αὐτοῖς ἐν ταῖς σπονδαῖς, ἐλύσατο ἐπιτροπῇ τοῦ ἀρχιερέως, ἀνέγνω δὲ τὰ αὐτόθι. καὶ ὥρμηντο στρατεύεσθαι ἐπὶ τὴν Εὐρώπην, οἰόμενοι καταλήψεσθαι αὐτὴν ἔρημον, ἀπόντος τοῦ Ἀμουράτεω κατὰ τὴν Ἀσίαν καὶ διατρίβοντος, καὶ τῶν νεῶν τοῦ ἀρχιερέως αὐτοῦ ἐν τῷ Ἑλλησπόντῳ διαπλεουσῶν ὡς μὴ ἐπιτρέπειν διαβῆναι, καὶ [ὑπὸ] τοῦ Ἑλλήνων βασιλέως ὑποσημαίνοντος σφίσι ταῦτα, ὡς οὐκ ἄν ποτε διαβαίη ἐς τὴν Εὐρώπην· τούς τε Βοέμους ἐν σπονδαῖς σφίσι ποιησάμενοι κατὰ τὴν διαφοράν, δι' ἅ μοι δοκεῖ καὶ τὰς Ἀμουράτεω σπονδὰς ποιήσασθαι, πράγματα σφίσι παρεχόντων, καὶ ὡς παρεσομένου αὐτοῖς ἀπὸ τῶν Βοέμων χώρας πολέμου, ἐδέξαντο τὴν βασιλέως Ἀμουράτεω εἰρήνην, τότε δὴ συνθέμενοι ἐκείνοις, ὡς παρεῖχεν αὐτοὺς ἐν καλῷ ἡσυχίαν ἄγειν, ὥρμηντο