103
θεολογίαν. Οὕτω γὰρ τὸ ταύτης ἄκρατον κεκραμένον ἔσται, διὰ τὴν τοῦ θείου Πνεύματος ὥσπερ τινὸς νεφέλης ὑποδρομήν. Ἅπερ ἔσται, φησὶ, πρὸ τοῦ θερισμοῦ, τὰς ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ δηλῶν δίκην ἀσταχύων ἀνθούσας, καθὰ προύλεγε· καὶ "Εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ·" ἃς λευκὰς χώρας φησὶν ὁ Σωτὴρ δεομένας πολλῶν ἐργατῶν. Καὶ ταῦτα μὲν ἔσται περὶ τὴν τοῦ Θεοῦ πόλιν πρὸ τῆς συντελείας. Μετὰ δὲ τοῦ παρόντος βίου τὸν θερισμὸν, καὶ αὐτῆς ἀκράτου μεθέξουσι τῆς θεότητος οἱ τοῦ τέλους ἐκείνου καταξιούμενοι. Ὅτε καὶ διάκρισις τῶν ἐν τῇ τοῦ Θεοῦ συναγομένων Ἐκκλησίᾳ γενήσεται, τῶν περιττῶν τῆς ἀμπέλου κλημάτων, καὶ τῶν ἐν αὐτῇ βοτρύων ἀφαιρουμένων, εἰς βοράν τε ταῖς κολαστικαῖς ἐκδιδομένων δυνάμεσιν, τῶν δὲ καρποφόρων ψυχῶν τῆς παρὰ τῷ Θεῷ τευξομένων ἐλπίδος. Τίς δὲ ἀφελεῖ, καὶ τίς ἐκκόψει, δεδήλωκεν αὐτὸς ὁ Σωτὴρ παριστὰς τὴν ἄμπελον καὶ τὰ κλήματα, τούς τε ἀγαθοὺς καὶ ἀνονήτους καρποὺς, λέγων· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός." Πᾶν κλῆμα ἐν ἐμοὶ 2136 μὴ φέρον καρπὸν, αἴρει αὐτό. Καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Καὶ πάλιν πλατύτερον εἰπὼν, τὴν παραβολὴν ἐπήγαγεν, Ἐὰν μή τις μείνῃ ἐν ἐμοὶ, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη· καὶ συνάξουσιν αὐτὸ, καὶ εἰς πῦρ βαλοῦσι, καὶ καίεται· ἑαυτὸν μὲν ἄμπελον εἰπὼν, κλήματα δὲ, τοὺς μαθητάς. Οἷς ἀκόλουθον βότρυς νοεῖν τοὺς ὑπὸ τοῖς ἀποστόλοις μαθητευομένους· ὧν τὰ ὥσπερ νεκριμαῖα βοτρύδια, καὶ ζωτικῆς δυνάμεως ἄμοιρα, κατὰ τὸν τῆς συντελείας καιρὸν, μετὰ τῶν μὴ φερόντων καρπὸν κλημάτων ἀποβληθήσεται. Οὕτως Ἰούδας ὁ προδότης, ὡς βότρυς ἄχρηστος ἀπεκόπτετο· καὶ ἐν Ἐκκλησίᾳ δὲ, ὅσαι βοτρύων διαφοραὶ, τοσαῦται ψυχῶν. Τῶν διδασκάλων εἰς κλημάτων λόγον λαμβανομένων κυπρίζει τις, ἡ δὲ ὄμφαξ, ἡ δὲ τελεία, ἡ δὲ ἀνεμόφθορος. Τῶν μὲν οὖν ἀκάρπων τὸ τέλος τοιοῦτον· τῶν δὲ καρποφόρων ἐπήνεγκε λέγων· Καὶ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ ἐκτετιλμένου. Εἴη δ' ἂν οὗτος ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, ὃς ἐκτέτιλται τῆς κοινῆς τῶν ἀνθρώπων ἠλλοτριωμένος ζωῆς. Ὃν καὶ πολύν φησιν, ὡς παρὰ Θεῷ τοιοῦτον ὑπάρχοντα, οὗ τὰ λογικὰ δῶρα, καὶ τὰς ἀναιμάκτους θυσίας μὴ διαλείπειν φησὶ Θεῶ προσφερομένας ἔν τε τῷ νῦν αἰῶνι καὶ μέλλοντι. Ὁ δὲ λαὸς οὗτος, τὸ ἄνω ῥηθέν ἐστιν ἔθνος καταπεπατημένον φασὶ καὶ ἐλπίζον. ∆ιὰ μὲν τὴν ὑπομονὴν ἐλπίζον. "Ἡ γὰρ ὑπομονὴ ἐλπίδα [κατεργάζεται], ἡ δὲ ἐλπὶς οὐ καταισχύνει," κατὰ τὸν μέγαν Ἀπόστολον. Ὑπὸ δὲ τῶν διωξάντων καταπεπατημένον. Καὶ γὰρ Ἀκύλας ἐξέδωκεν, ἔθνος ὑπομένον καὶ συμπεπατημένον Μεθ' ἅ φησιν ὁ προφήτης, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Τίνος δὲ, ἢ τοῦ Θεοῦ; ἐρεῖ γὰρ ἐν Ἐκκλησίᾳ πολιτευόμενον, ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Οὐδὲ γὰρ τὸν πάντα ποταμὸν ἐχώρει τὸν τοῦ Θεοῦ λόγον ἡ δηλωθεῖσα χώρα. Κατὰ δὲ τοὺς ἄλλους ἑρμηνευτὰς, οὐ διήρπασαν ποταμοὶ τὴν γῆν, εἴρηται· τούτου γὰρ τὴν γῆν οἱ διῶκται διήρπασαν, τὴν τοῦ Θεοῦ καταπατήσαντες πόλιν, ὡς δηλοῖ τό· ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ τὸ χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν. Ὁ δὲ τοῦ Θεοῦ λαὸς ἐλευθερωθεὶς ἀνοίσει δῶρα Κυρίῳ ἐν ὄρει Σιὼν τῆς ἐπ' οὐρανίου πόλεως καταξιωθεὶς ὑπ' ἀρχιερεῖ τῷ Χριστῷ. Προσεληλύθατε γὰρ, φησὶ, Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπ' οὐρανίῳ. Τὴν δὲ παροῦσαν ῥῆσιν ἄλλως τινὲς ἐξηγούμενοι θαυμαστόν φασιν εἰ κατὰ ∆αμασκοῦ μὲν ὁ λόγος, Αἰθιοπίας δὲ πεποίηται μνήμην. Πρὸς ὅ φασιν, ὡς διαφόρως ἀσεβοῦντα Θεὸς παιδεύων τὸν Ἰσραὴλ, πυκνὰς αὐτοῖς πολεμίων ἐπήγετο προσβολάς· καὶ δέον ἐπὶ τούτοις μετανοεῖν, ποτὲ μὲν τοὺς Σύρους, ποτὲ δὲ τοὺς Αἰγυπτίους πρὸς συμμαχίαν ἐκάλουν, ὧν καὶ τὰς λατρείας ἐζήλουν· Ἄχαζ γ' οὖν ἐν ∆αμασκῷ γεγονὼς, περιττὸν ἰδὼν ἐκεῖ τῇ κατασκευῇ βωμὸν, ἐμφερὲς ποιήσας ἀνέθηκεν ἐν οἴκῳ Κυρίου. 2137 Γέγονε τοίνυν ἡ ὅρασις κατὰ ∆αμασκοῦ. Τὸν δὲ