στρατεύεσθαι ἐπὶ τὴν Εὐρώπην, ξυμπαραλαμβάνοντες ∆ᾶκάς τε καὶ ∆ρακούλην τὸν Μύρξεω παῖδα, ὡς παρών τε ἐς τὸν πόλεμον συμπροθυμοῖτό τε καὶ συνεπιλάβοιτο, παρέχων ἱππέας ἀμφὶ τοὺς μυρίους. Γεώργιον δὲ τὸν Τριβαλλῶν ἡγεμόνα παρεκάλουν μὲν ἐς τὸν πόλεμον τοῦτον, συνδιαφέρειν τε αὐτὸν ἅμα ἐκείνοις· ἀλλ' οὐκ ἐπείθετο, φάμε 2.98 νος ἀθέμιτα ἐργάζεσθαι αὐτούς, τάς τε σπονδὰς λύοντας καὶ ἀδικίας ὑπάρχοντας, χρήμασί τε ἐνόμισε διαλύσειν αὐτῷ τὴν αἰτίαν, ὅτι οὐ στρατεύοιτο τῷ Παιόνων βασιλεῖ. προηγόρευε δὲ τῷ τε βασιλεῖ μὴ στρατεύεσθαι, ὡς Τούρκων μέγα δυναμένων, καὶ οὐκ εὐπετῶς ῥᾴδιον οὕτω χειρωθῆναι ὑπὸ Παιόνων. ἑώρα γὰρ τὴν παρασκευὴν οὐχ ἱκανὴν εἶναι, ὥστε τὴν Εὐρώπην κατασχεῖν, παμπόλλων ἐν αὐτῇ ὄντων Τούρκων, καὶ ἐν πολέμοις πολλὰ πειραθέντων, καὶ τὸ πλέον τοῦ βίου σφίσιν ἐντεῦθεν ποιουμένων. ἀρετήν τε τὸ γένος τοῦτο ἐς ἀπόγνωσιν ἀφικέσθαι ἀξίαν λόγου ἐνδεικνύμενον ἁπανταχοῦ, καὶ ἀναλαμβάνειν τε σφᾶς τὸ γένος τοῦτο ὑπεμίμνησκε δαιμονίως παρὰ τὰ ἄλλα γένη. Λαδισλάος μὲν οὖν ὁ τῶν Παιόνων βασιλεύς, ἀπὸ τοῦ Ἐρδελίου διαβὰς τὸν Ἴστρον καὶ τὸν στρατὸν διαπορθμεύσας, ἀφίκετο ἐς τὴν βασιλέως χώραν, καὶ αὐτοῦ ἐστρατοπεδεύετο κατὰ τὴν τοῦ Εὐξείνου παραλίαν, ∆οβροτίκεω τοῦ Μυσοῦ χώραν, ἐπὶ Καλλιάκρην τε καὶ ἐπὶ Βάρνην. καὶ ἐλθόντες ἐνταῦθα τάς τε πόλεις ἐπολιόρκουν. καὶ ἡ μὲν Βάρνη ὡς ἐπολιορκεῖτο, προσεχώρησε καθ' ὁμολογίαν, ἡ δὲ Καλλιάκρη ἑάλω τε προσβαλόντων τῶν Παιόνων καὶ ἀναβάντων ἐπὶ τὸ τεῖχος. ἐξελόντες δὴ καὶ ἐξανδραποδισάμενοι ἤλαυνον εὐθὺ τῆς Βυζαντίου χώρας καὶ Ὀρεστιάδος. καὶ οἱ μὲν ἀμφὶ ταῦτα εἶχον, Ἀμουράτης δὲ ὁ Μεχμέτεω ἐλάσας ἐπὶ Καραμᾶνον τήν τε χώραν ἐδῄου, καὶ τὰ ὑποζύγια ληϊσάμενος ἐπολιόρκει τὴν τοῦ Ἰκονίου ἀκρόπολιν. Καραμᾶνος μὲν οὖν ἐπὶ τὰ ἄκρα τῆς χώρας ἀποφυγὼν διέτριβεν αὐτοῦ, ὡς ἤν τις ἐπ' αὐτόν, ἀπὸ τῶν ἄκρων ἀμυνούμενος διε 2.99 καρτέρει. καὶ ἐπρεσβεύετο πρὸς τὸν Ἀμουράτην, ὑποσχόμενος διδόναι τε ὁμήρους, καὶ τὸν παῖδα ἐς τὰς θύρας αὐτοῦ ἐπιπέμπειν, καὶ φόρον ἀπάγειν τοῦ ἔτους διπλάσιον, οὗ ἀπέφερε πρότερον. ταῦτα δὴ οὖν προτείνοντος τοῦ Καραμάνου, καὶ δεομένου σπένδεσθαι αὐτοῦ τῷ βασιλεῖ, ἐνταῦθα ἀφίκετο ἀγγελία παρὰ τοῦ Τριβαλλῶν ἡγεμόνος, ὡς οἱ Παίονες ἐπελαύνοντες διαβαίνουσι τὸν Ἴστρον. καὶ τότε δὴ τοὺς λόγους ἐδέχετο τοῦ Καραμάνου καὶ σπονδὰς ἐποιεῖτο, λαβὼν δὲ ὁμήρους καὶ τὸν παῖδα αὐτοῦ ἀπήγαγε τὸν στρατόν. τὸν μὲν οὖν Ἑλλήσποντον ἐπυνθάνετο κατέχεσθαι ὑπὸ τῶν νεῶν τῶν Ἰταλικῶν καὶ ἑσπερίων. ἐνταῦθα ἐν ἀπόρῳ ἐχόμενος, ὅ τι χρήσαιτο τῷ παρόντι ἐς διάβασιν, τὸν στρατὸν ὅμως ἦγε σπουδῇ ἐπὶ τὸν Ἑλλήσποντον, ὡς τάς τε τριήρεις, ἢν ἐπιπλέουσαι διακωλύωσι, τοῖς τηλεβόλοις ἀπελασόμενος. ἔστι γὰρ τοῦτο τῆς Προποντίδος στενώτατον ἐπιεικῶς, καὶ πύργος ἔνεστιν ἐν τῇ Ἀσίᾳ Ἱερὸν καλούμενος, ὥστε μηδαμοῦ ἑτέρωθι ἐς τοσοῦτον βραχὺ ξυνιέναι τὼ ἠπείρω διαστῆσαι. ἐνταῦθα ὡς ἐπῆγε τὸν στρατὸν διαβησόμενος, τὸν τῆς Εὐρώπης τε καὶ Ἀσιανόν, τὰς μὲν τριήρεις οὐκέτι κατέλαβεν ἐνταῦθα· ἄνεμοι γὰρ ἰσχυροὶ πάνυ οὐκ εἴων τὰς τριήρεις ἐς τὴν Προποντίδα ἐσπλέειν, καὶ πνεῦμά τε ἰσχυρὸν κατῄει ἐπὶ συχνὰς ἡμέρας, βιαζόμενον τὰς ναῦς μηδαμῇ ἀναπλεῦσαι ἐναντία τοῦ πνεύματος. Ἀμουράτης δέ, ὡς αἱ τριήρεις οὐκέτι παρῆσαν αὐτοῦ, καθ' ἡσυχίαν διέβαινεν αὐτός τε καὶ ὁ στρατὸς ἅπας. ἐπεὶ δὲ διεβεβήκει, ἄγγελον ἔπεμψε παρὰ τὸν Βυζαντίου βασιλέα, 2.100 ἐροῦντα αὐτῷ, ὡς διαβαίνοι σῶς καὶ ἐπὶ τὸν ἐχθρὸν αὐτοῦ ἰθὺ ἐλαύνοι, καὶ εὔχεσθαι παραγγέλλειν ὡς κάλλιστα αὐτῷ τὰ ἐς τοὺς πολέμους. 2.101 ΛΑΟΝΙΚΟΥ ΑΠΟ∆ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ζ. Βασιλεὺς δὲ Ἑλλήνων ὡς ἐπύθετο τὰ παρὰ τοῦ ἀγγέλου, ἤχθετο μὲν οἷα εἰκός, διαβεβηκότος οὕτω, ὥστε μὴ διακωλῦσαι τὴν διάβασιν ἀμαχητί, ἀλλ' ἡσυχῇ διαβάντα τόν τε στρατὸν αὐτοῦ ἅμα διαπορθμεῦσαι, καὶ ἔφερε μὲν χαλεπῶς, ἐβουλεύετο δέ, ὅπως τῷ παρόντι χρήσοιτο, καὶ εἴτε πόλεμον