104
λόγον ἐπὶ τοὺς Αἰγυπτίους μεθίστησιν, ὧν οἱ ἐξ Ἰούδα μάλιστα τῆς συμμαχίας ἐξήρτηντο, καθ' ὃν αὐτοῖς καιρὸν ἐπῆλθον οἱ Βαβυλώνιοι. Φωνὴ δὲ τοῦτο προφήτου παρίστησιν, οὐαὶ λέγουσα οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις καὶ ἅρμασι πεποιθότες. Ὅτε δὲ Ναβουχοδονόσωρ κατὰ Ἰουδαίας ἐστράτευσεν, ὁδοῦ πάρεργον γὰρ τῆς ἑῴας ἐληΐζετο πόλεις. Τὴν δὲ Σύρον νῆσον οὖσαν ἀπορίᾳ πλοίων ἑλεῖν μὴ δυνάμενος, μέσῳ χώματι συνάψας πρὸς ἤπειρον πεζῇ διαβὰς ἐπολιόρκει τὴν πόλιν. Τὸ δὲ μέλλον δεδιότες οἱ Τύριοι, μετεσκευάσαντο πρὸς τὰς ναῦς ἐρήμην ἀφέντες τὴν πόλιν. ∆ιὸ ταύτην ἀφεὶς, τὴν Αἰγυπτίων ἐλθὼν ἐχειρώσατο, Θεοῦ παραδόντος διὰ τὴν ἀλαζονείαν, ἣν εἶχον κατ' αὐτοῦ, καὶ τῶν Ἰουδαίων Αἰγύπτιοι πρὸς ἐπικουρίαν ὑπὸ τούτων καλούμενοι, ὡς δὴ τούτους τοῦ Θεοῦ μὴ σώζειν ἰσχύοντος, δυνατωτέρους Θεοὺς τοὺς ἰδίους νομίζοντος. Ταῦτα δηλῶν πρὸς Ἰεζεκιήλ φησιν ὁ Θεός· "Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδὼν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου ἔδωκα αὐτῷ γῆν Αἰγύπτου." ∆ιόπερ ὁ προφήτης αὐτῇ ἐπιφωνεῖ τὸ, Οὐαί. Αἰθιοπίας δὲ ποταμοὺς τὰ ἑπτὰ στόματα τοῦ Νείλου δηλοῖ· γῆν δὲ ἐπέκεινα ποταμῶν ὀνομάζει τὴν νῦν Ἀλεξάνδρειαν, τότε καλουμένην Ὦν. Καὶ Ἀμὼν δέ φασί τινες ἐξηγησάμενοι τὸν Ἱερεμίαν, ἐλέγετο. Ἀφέστηκε δὲ τοῦ τελευταίου στόματος, ὅπερ Ἡράκλειον ὀνομάζεται, σταδίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα. ∆ιὸ ταύτην ἐπέκεινα, φησὶ, ποταμῶν. Οὗτοι δὲ τὸν Νεῖλον ἄνω κάτω διέπλεον, τὰ μὲν ἐξάγοντες, τὰ δὲ κομιζόμενοι. ∆ιὸ ταλανίζει τὰς τούτων ὁλκάδας, δι' αὐτῶν δηλῶν τοὺς ἐμπλέοντας, ὡς διαφθαρησομένης αὐτοῖς, καθ' ὃν ἁλώσονται χρόνον, τῆς ἐμπορείας. Πτέρυγας δὲ πλοίων τὰ ἱστία καλεῖ. Πτηνοῦ γὰρ δίκην ἐμπιπτόντων αὐτοῖς τῶν πνευμάτων αἱ νῆες διέρχονται. Ὅμηρα δὲ διὰ θαλάσσης καὶ βιβλίνας ἐπιστολὰς οὕτω φασί. Κινύραν λέγουσί τινες ποιηταὶ Μύῤῥᾳ τῇ θυγατρὶ συγγενόμενον, παῖδα ποιῆσαι τὸν Ἄδωνιν. Τὴν δὲ πρᾶξιν αἰδεσθεὶς ἐν ὄρει τοῦτον ἐξέθετο. Νύμφαι δὲ τοῦτον ὀρεάδες ἐξέθρεψαν. Εὐπρεπὴς δὲ τὴν ὥραν γενόμενος μετήρχετο κυνηγέσια. Ὧ συνῆλθεν Ἀφροδίτη τὸ κάλλος θαυμάσασα· ἐφ' ᾧ ζηλοτυπήσας Ἄρης (ἦν γὰρ αὐτῆς ἐραστὴς) εἰς σῦν μεταβληθεὶς θηρῶντα τοῦτον ἀπέκτεινε. Τὸ δὲ πάθος Ἀφροδίτη μὴ φέρουσα, καὶ πρὸς αὐτὸν ἐχώρει τὸν 2140 ᾅδην ἀνοίσουσα τὸν ἐρώμενον. Ὡς δὲ καὶ ἡ τοῦ Πλούτωνος ἀντήρα τούτου γυνὴ, συνέθεντο πρὸς ἀλλήλας μερισθέντος εἰς δύο τοῦ ἔτους, πρὸς ἥμισυ συνεῖναι τῷ νέῳ. Ὡς δὲ ἀνελθοῦσα τοῦτο τοῖς φίλοις ἀπήγγειλε, πανήγυριν ἦγον τὴν ἄνοδον, ὥσπερ οὖν καὶ θρῆνον τὴν κάθοδον. Ἅπερ ἄμφω καὶ διὰ τῶν μετὰ ταῦτα χρόνων ἐκράτησεν. Καὶ δὴ καὶ κατ' Ἀλεξάνδρειαν ἡ τοιαύτη πανήγυρις ἤγετο μέχρι τῶν καθ' ἡμᾶς χρόνων, φησὶν ὁ τὴν ἐξήγησιν τὴν παροῦσαν εἰπών. τῶν τοιούτων ὀργίων καὶ Ἰουδαῖοι δυσσεβοῦντες μετέλαβον. Φησί γ' οὖν Ἰεζεκιὴλ, "Καὶ εἶδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμοὺζ, ὅπερ ἐστὶ τὸν Ἄδωνιν." Ἐποίουν δέ τι τοιοῦτον οἱ τὴν εἰρημένην πόλιν οἰκοῦντες. Κέραμον λαβόντες ἐνέβαλλον ἐπιστολὴν πρὸς τὰς ἐν βίβλῳ γυναῖκας ὡς εὑρηθέντος Ἀδώνιδος. Εἶτα σφραγίσαντες ἐνέβαλλον τῇ θαλάττῃ, τελετάς τινας ἐπ' αὐτῷ ποιησάμενοι, καὶ, ὡς οἱ πέμποντες ἔλεγον, αὐτομάτως εἰς βίβλον ἀπεκομίζετο, καὶ πέρας θρήνου ταῖς ἐκεῖ γυναιξὶν ἀπειργάζετο. Οὐαὶ τοίνυν, φησὶ, πρὸς τοῖς πλοίοις καὶ τοῖς ἀποστέλλουσιν ἐν θαλάσσῃ ὅμηρα, τοῦτ' ἔστι τῆς ὁμοφροσύνης ἐνέχυρα τοῖς τὴν αὐτὴν νοσοῦσιν ἀσέβειαν, οὐ πλοίοις, ἀλλ' ἐπὶ νώτων θαλάττης ἀφιεῖσι τὸν κέραμον. Οἱ οὖν ἐπέκεινα ποταμῶν Αἰθιοπίας αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ οὐκ ἐπηγγείλαντο μόνον, ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν οὐδὲν ἀποστείλαντες. ∆ιόπερ ἀγανακτήσαντες ἐπῆλθον Αἰγυπτίοις οἱ Βαβυλώνιοι. Μελλόντων οὖν αὐτοῖς τούτων ἐπιστρατεύειν, δρομαῖοί τινες ἐκ τῆς Ἰουδαίας τὴν