ταύτην, ὁπηνίκα ἡ τοῦ οἴνου ἐπενοήθη μεθ' ὕδατος κρᾶσις, ἣν αἰνίττεται ἡ τοῦ ∆ιονύσου ῥῖψις κατὰ τοῦ ὕδατος, ὅπερ ὕδωρ δηλοῦται διὰ Θέτιδος ὑγροβίου δαίμονος, κἀντεῦθεν ἐπαύσαντο οἱ ἐγχώριοι τῆς τε ἀκρατοποσίας καὶ τῶν ἐξ αὐτῆς κακῶν. Ἐνταῦθα δὲ καὶ τὸν ∆ιόνυσον μαινόμενον εἶπεν ὁ ποιητής, καθὰ καὶ τὸν Ἄρην, ἤτοι μανιοποιόν. μεμήνασι γάρ πως οἱ μεθύοντες, ὡς καὶ οἱ κατὰ μάχην ἐναγώνιοι. Ὅθεν τούτους μὲν ἀρειμανίους φαμέν, τοὺς δὲ μεθύσους οἰνομανεῖς, ἐπεὶ καὶ τὸν ∆ιόνυσον μαινόλην καὶ Μαινάδας τὰς ὀπαδοὺς αὐτοῦ, [καθὰ καὶ Βάκχας, ἐπεὶ ἐκεῖνος Βάκχος ἀπὸ τοῦ βάζω βέβαχα πλεονάσαντος τοῦ ˉκ διὰ τραχυφωνίαν καιρίαν, ὃ δὴ καὶ ἐπὶ τοῦ Ἴακχος γίνεται, οὗ ἀρχὴ τὸ ἰάχω ῥῆμα. Αἱ δὲ ῥηθεῖσαι καὶ Ληνίδες λέγονται διὰ τὸν ὑποδεκτικὸν ληνὸν τοῦ οἴνου, ὃν αὐταὶ τρέφουσι.] Φράζει δὲ περὶ τῶν κατὰ Λυκοῦργον Ὅμηρος οὕτω «ὅς ποτε μαινομένοιο ∆ιονυσοῖο τιθήνας σεῦεν», ὅ ἐστιν ἐκίνει, ἐδίωκε, «κατ' ἠγάθεον Νυσσήϊον. αἳ δ' ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν», ἤγουν 2.260 ῥᾷον καὶ ταχὺ κατέρριψαν, «ὑπ' ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι, ∆ιόνυσος δὲ φοβηθεὶς δύσεθ' ἁλὸς κατὰ κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ δειδιότα» καὶ ἑξῆς ὡς μετ' ὀλίγα γραφήσεται. Εἶτα λέγει καὶ ὡς ὀδύσαντο αὐτῷ θεοὶ ῥεῖα ζώοντες, καὶ ὡς ἐτυφλώθη, «οὐδ' ἂρ ἔτι δὴν ἦν», ὡς ἐρρέθη, «ἐπεί», φησίν, «ἀθανάτοισιν ἀπήχθετο πᾶσι». (ῃ. 135) Τὸ δὲ ∆ιόνυσσος ἐνταῦθα πολλὰ τῶν ἀντιγράφων διὰ μεγάλου τοῦ ˉω γράφουσιν, οὐ δι' ἀνάγκην μέτρου κατά τινας, δύναται γὰρ καὶ μικρὸν ὂν διὰ τῆς ὀξείας ἐκτείνεσθαι, ἀλλὰ κατά τινα διάλεκτον. Ὅτι δὲ ὁ μυθικὸς ∆ιόνυσος εἰς οἶνον ἀλληγορεῖται καὶ ὅτι καθ' ἱστορίαν δοτὴρ οἴνου ἢ ἐφευρετὴς λέγεται καὶ ὅτι διάφοροι ∆ιόνυσοι, ἀλλαχόθεν ἔστι γνῶναι. Ἡρόδοτος δὲ λέγει καὶ ὅτι Ὤσιρις καθ' Ἑλλάδαγλῶσσαν ὁ ∆ιόνυσος. Ὅρα δὲ καὶ ὡς πιθανολογῶν Ὅμηρος τὴν τοῦ ∆ιονύσου κατὰ θαλάσσης φυγὴν οὐ μόνον φοβηθῆναι, τουτέστι φυγεῖν, αὐτὸν εἶπεν, ἀλλὰ καὶ δεδιότα ἔφη, καὶ ὅτι κρατερὸς αὐτὸν ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. Ἐξ ὧν λαβόντες οἱ μεθ' Ὅμηρον δειλόν τε τὸν ∆ιόνυσον πλάττουσι καὶ θηλυστολοῦντα, ὅθεν καὶ διοννὺς παρ' αὐτοῖς ἡ γυναικεία καὶ θῆλυς ἐσθὴς ἢ ἄλλο τι. (ῃ. 133) Νυσσήϊον δὲ ἐνταῦθα ὄρος τι Θρᾴκης, ὃ καὶ Νύσσα λέγεται, ἀφ' ἧς ὁ ∆ιόνυσος ὠνομάσθαι δοκεῖ, περὶ ἣν ὁ δηλωθεὶς Λυκοῦργος ἔσευε τὰς Βάκχας. [∆ηλοῖ δὲ τὸ Νυσσήϊον περιεκτικῷ λόγῳ διατριβήν τινα οὐ Νύσσης, ἀλλὰ ∆ιονύσου, κατὰ τὸ Νύσσια Κνώσσια, ὅπερ ἐστὶ ∆ιονυσιακά. καί πως ἔοικε 2.261 πρὸς τὸ Ποσιδήϊον, ὃ σημαίνει Ποσειδῶνος διατριβήν.] Εἰσὶ δὲ καὶ ἕτεραι Νύσσαι κατὰ τὰς ἱστορίας, αἱ μὲν ὄρη, ὡς ἐν Βοιωτίᾳ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇκαὶ Λιβύῃ, ἡ δέ τις καὶ νῆσος ἐν τῷ Καυκασίῳ ὄρει καὶ τῷ ποταμῷ Νείλῳ. Ἠγάθεον δέ, τουτέστιν ἀγαστὸν ἢ ἄγαν θεῖον, τὸ ῥηθὲν ὄρος ὁ ποιητὴς λέγει διὰ τάς, ὡς εἰκός, ἐν αὐτῷ τελουμένας τῷ ∆ιονύσῳ θυσίας. ὅθεν δὲ παρῆκται τὸ ἠγάθεον, ἐκεῖθεν πάντως καὶ τὸ ἀγαθόν. (ῃ. 134) Θύσθλα δὲ ἢ τελεστικά τινα θύματα, οἷα καὶ χέεσθαι, ἢ ῥάβδοι τινές, ἐν οἷς καὶ νάρθηκες, φορήματα ∆ιονυσιακά, ἢ κλάδοι τινές, ὁποῖοι καὶ οἱ περὶ τὸν ∆ιόνυσον Βακχικοὶ θύρσοι, οἱ βαρυτονούμενοι. οἱ γάρ τοι ὀξυνόμενοι θυρσοὶ γαμικὰ δηλοῦσι στέμματα. (ῃ. 135) Βουπλήξ δὲ βούκεντρον ἢ πέλεκυς βοὸς ἀναιρετικὸς ἢ μάστιξ γινομένη ἀπὸ τμήματος βύρσης. Ὀξύνεται δὲ κανόνι τοιούτῳ· Τὰ κατὰ παρακείμενον συντεθειμένα ὀνόματα εἰς ˉηˉς ἢ εἰς ˉξ λήγοντα ὀξύνονται, κἂν μίαν φυλάττῃ τοῦ ῥήματος συλλαβήν, οἷον ἀδμής, ἀβλής, ἡμιθνής, κυαμοτρώξ, βουπλήξ. σεσημείωται τὸ ὕσπληξ. Ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ὀρθοπλὴξ ἵππος, ὁ ὀρθὸς αἰρόμενος καὶ πλήσσων. Προφέρεται δὲ καὶ ἀκανθο 2.262 πλήξ καὶ νωτοπλήξ καὶ οἰστροπλήξ, ὡς τὸ «τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης», καὶ μεθυπλήξ, ὡς Καλλίμαχος «τοῦ μεθυπλῆγος φροίμιον Ἀντιλόχου». Περίεργον οὖν, φασί, λέγειν ὅτι τὰ μὲν δραστικὰ ὀξυτονεῖται, τὰ δὲ παθητικὰ βαρύνεται. πάντα γὰρ οἱ Ἀττικοὶ ὀξύνουσι δίχα τοῦ ὕσπληξ. (ῃ. 136 ς.) Ἰστέον δὲ ὅτι τὸ «Θέτις δ' ὑπεδέξατο κόλπῳ δειδιότα. κρατερὸς γὰρ ἔχε τρόμος