105
μέλλουσαν ἀπήγγελον ἔφοδον. Τούτους ὁ προφήτης κούφους ἀγγέλους καλεῖ. Ἔθνος δὲ μετέωρον τοὺς Αἰγυπτίους καλεῖ, τὸ ὑπερήφανον, ἢ τὸ ἄφρον δηλῶν. Ξένον δὲ καὶ χαλεπὸν, ὡς ξενίζον ἐν χαλεπότητι, καὶ πρὸς τοῦτο μηδένα ἔχον ἐπέκεινα. Τίς γὰρ αὐτοῦ ἐπέκεινά φησι; Σφόδρα δὲ ἦσαν εἰδωλολάτραι. ∆ιὸ καὶ ἀνέλπιστον ἔθνος καὶ καταπεπατημένον τούτους εἶναί φησιν, ὡς οὐκ ἔχον ἐπὶ Θεῷ τὴν ἐλπίδα, καὶ ὑπὸ δαιμόνων ταῖς ἀπάταις καταπατούμενον. ∆ιὸ καὶ ὑπὸ τῶν Ἀσσυρίων καταπεπάτηνται. Τὸν δὲ τῆς ἁλώσεως τρόπον ἐπήνεγκεν, οὕτως εἰπὼν τοὺς Ἀσσυρίους διαβήσεσθαι τῆς Αἰγύπτου τοὺς ποταμοὺς, τὰς διώρυχας. Οὕτω καὶ τὰς λίμνας εἰπὼν, ἐφ' οἷς ἐφρόνουν ὡς ἀνάλωτον αὐτοῖς ποιοῦσι τὴν Αἴγυπτον, ὡς δοκεῖν πως καὶ χώραν εἶναι τούτους κατοικουμένην ἀποξηραινομένης πάσης ὑδάτων συστάσεως. Τὸ δὲ τῶν Αἰγυπτίων πάθος φησὶν, οὕτω πᾶσι δῆλον γενήσεται, ὡς σημεῖον ἀφ' ὕψους σύνθημα στρατοπέδῳ γινόμενον, καὶ ὡς φθεγγομένη σάλπιγξ ἀκουστόν; Ὧν δὴ γινομένων φησὶ, τὴν πόλιν σώσω τὴν ἐμαυτοῦ, τὰ κατὰ Ῥαψάκην, καὶ 2141 τὰς ρπεʹ χιλιάδας ἀπολομένας δηλῶν. Οὕτω δέ φησι τὰ τῆς σωτηρίας ἔσται πᾶσι περιφανῆ, καθ' ἃ δὴ καὶ φῶς ἡλίου μεσημβρινὸν, καὶ τοῖς κινδυνεύουσι τὰ τῆς ἐμῆς ἐπικουρίας καὶ σκέπης ὡς νεφέλη δρόσου γενήσεται πρὸ τοῦ θερισμοῦ. ∆ρόσου γὰρ οἱ θερίζοντες δέονται εὐαφεῖς αὐτοῖς προποιούσης τοὺς στάχυας. Καὶ κατ' εὐχὰς αὐτοῖς ἡ δρόσος δεομένοις ἐγγίνεται, καθὰ καὶ τοῖς Ἰουδαίοις ἡ παρὰ Θεοῦ σωτηρία. Μεταφορικῶς δὲ λοιπὸν ἀπὸ τῶν γεωργούντων τὰ μέλλοντα πάθη παρίστησιν, ἢ τοῖς πολιορκήσασιν Ἱερουσαλὴμ Ἀσσυρίοις [ἢ καὶ τοῖς Αἰγυπτίοις]· ἐπειδ' ἂν γὰρ οἱ βότρυες ἐξανθήσωσιν καὶ ὄμφακες γένωνται περικόπτουσι τῶν κλημάτων καὶ τῶν βοτρύων τὰ περιττὰ, καὶ οἷον ἐπιφυλλίδας, ὡς μὴ συμπνίγειν τὰ κρείττονα καὶ χρηστότερα. Οὕτως οὖν ἐπὶ μὲν τῶν Ἀσσυρίων τὸν πολὺν καὶ λεπτὸν ἀνεῖλε λαὸν ὁ Θεός. Ὧν τὰ πτώματα τρυφὴ γέγονε τοῖς θηρίοις καὶ πετεινοῖς. Ὁ δὲ μεγάλου βότρυος δίκην ἐπέχων ὁ βασιλεὺς τοῖς ἐπηκόοις οὐ συναπόλωλεν. Ἐπὶ δὲ τῶν Αἰγυπτίων νοήσεις, ὅτι μὴ πᾶσαν αὐτῶν τὴν χώραν εἷλον οἱ δυσμενεῖς· ἀλλ' οἷον μικροῖς βοτρυδίοις, ταῖς κατὰ τόπους συνοικίαις ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλανθρώπου Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, οὐκ εἰς ἅπαν δὲ συγχωροῦντος τοὺς παιδευομένους ἀπόλλυσθαι. Τοιγαροῦν ἐφεξῆς περὶ τῆς αὐτῶν ἐπιστροφῆς διεξέρχεται. Τὴν γὰρ τῶν εἰδώλων ἀσέβειαν ἀρνησάμενοι, τὴν εἰς Θεὸν τῶν ὅλων προσδέξονται πίστιν, δῶρα προσφέροντες εἰς ὀσμὴν εὐωδίας, ἐλπίδα, πίστιν, ἀγάπην. ∆ιὰ δὲ τὰς ἐκ Θεοῦ παιδείας ἐπενεχθείσας αὐτοῖς, λαὸν αὐτὸν τεθλιμμένον πρὸς ἀμείνω ζωὴν, δίκην μοσχείας ὠφελούσης πρὸς αὔξησιν. Ὥσπερ γὰρ ἐκ πλάνης εἰς θείας ἐννοίας μετεφυτεύθησαν καὶ καρποφοροῦσι διηνεκῶς. Ὅθεν αὐτοὺς καὶ μέγαν ὀνομάζει λαὸν ἐν τοῖς κατὰ Χριστὸν πᾶσιν ἀκμάζοντας ὅσον ἐν πλάνῃ τὸ πρότερον. Οὗ γὰρ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τὸν δὲ τῆς καρποφορίας τόπον διὰ τῆς Σιὼν τὴν Ἐκκλησίαν ἐκάλεσεν, διὰ τὸ ταύτης ὕψος ὄρος εἰπών. Οὐδὲν γὰρ χθαμαλὸν ἐν αὐτῇ, καὶ δηλοῖ τοὔνομα σκοπευτήριον. Τὸ δὲ, Ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, ὅτι περ ἡ πρὸς Θεὸν τῶν Αἰγυπτίων ἐπιστροφὴ ἐκ μέρους ἀρξαμένη τῆς χώρας, διὰ πάσης διέδραμεν Ῥινοκορούρων, τυχὸν ἤ τινος τῶν αὐτόθι πόλεων ἐπέκεινα κειμένων τοῦ ποταμοῦ. Λέξει γὰρ προϊὼν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Πεπατημένον δέ φησι τὸν λαὸν τοῖς τοῦ πολέμου δεινοῖς, ἐλπίζειν δὲ ὡς δὴ θέμενον ἐπὶ Θεῷ τὴν ἐλπίδα. 2144 ΚΕΦΑΛ. ΙΘʹ. ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ. αʹιεʹ. 9Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ