De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Καὶ ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Καὶ εἶθ' οὕτως λέγουσιν οἱ κράκται· "Ἄλλην μίαν αἴτησιν ἔχομεν οἱ δοῦλοι ὑμῶν." Ὁ λαὸς ἐκ γʹ· "Κύριε σῶσον." Οἱ κράκται. "Φακτίονα, δεσπόται, τῷ ὁ δεῖνα." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Τοῦ δὲ βασιλέως παρασχόντος τὴν χρυσῆν βούλλαν, ἤγουν τὸν φακτίονα, νεύει ὁ ἀκτουάριος μετὰ τῆς χειρὸς τῷ δήμῳ· οἱ δὲ νοοῦσιν ὅτι παρέσχε τὸν φακτίονα ὁ βασιλεύς. Ὁ δὲ ἀκτουάριος ὀψικευόμενος ὑπὸ τῶν κουρσώρων, δηλονότι ἑνὸς κούρσωρος ἔμπροσθεν τοῦ ἀκτουαρίου περιπατοῦντος καὶ ἐπῃρμένῃ χειρὶ τὴν βούλλαν βαστάζοντος. Ὁ δὲ ἀκτουάριος ταύτην αἴρων ἀπὸ τοῦ κούρσωρος, ἐπιδίδει αὐτὴν τῷ μέλλοντι γίνεσθαι φακτιοναρίῳ. Ὁ δὲ ταύτην ἀσπαζόμενος καὶ τοῖς ὄμμασιν ἐπιθείς, ἐπιδίδει πάλιν τῷ ἀκτουαρίῳ. Ὁ δὲ ἀκτουάριος ταύτην ἐπὶ τῆς ψύας αὐτοῦ ἐπιδέει, καὶ εὐθέως ἀπὸ τοῦ δήμου λέγουσιν οἱ κράκται· "Τὰ τρία, δεσπόται, τοῦ φακτίονος." Ὁ λαὸς ἐκ γʹ· 2.133 "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τὴν ἀντίληψιν τῶν Βενέτων." Καὶ ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τὴν ἀνακαίνησιν τῶν ἐτησίων." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται ... Καὶ ὅτε λάβῃ ὁ βουλλωθεὶς φακτιονάρις τὰ ἔπαθλα, λέγει ὁ δῆμος· "Ἀπέλθατε καὶ εὔξασθε τοὺς ἰδίους δεσπότας." Καὶ εὐθέως ἀνέρχεται εἰς τὸ ἴδιον ἅρμα, καὶ σάσσει κατὰ τὸν τύπον, ἤτοι χορεύει καθὼς εἴθισται ἀπὸ νίκης. Ἄκτα, μέλλοντος γίνεσθαι δευτέρου ἡνιόχου.
Λέγουσιν οἱ κράκται· "∆εσπόται τῆς οἰκουμένης δέξασθε Βενέτους παρακαλοῦντας." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Ἅγιε" καὶ τὰ ἑξῆς, καθὼς καὶ ἐν τῷ φακτιοναρίῳ προείρηται· πλὴν ἀντὶ τοῦ· "Τὰ τρία, δεσπόται, τοῦ φακτίονος", λέγουσιν· "Τὰ τρία, δεσπόται, τὰ τοῦ δευτέρου." Χρὴ δὲ εἰδέναι ὅτι, ἐὰν μή ἐστιν ὁ ἡνίοχος βουλλωμένος, εἰς σκεῦος οὐκ ἀνέρχεται, ἵνα σάξῃ ἀπὸ τοῦ βαΐου. Ὅσα δεῖ παραφυλάττειν, βηγαρίου ζωννυμένου. Ἀγομένου τοῦ ἱππικοῦ καὶ ἐπιτυγχάνοντος τοῦ ἡνιόχου οἱουδήποτε μέρους τῷ πρώτῳ βαΐῳ, ὡς εἰσέρχεται λαβεῖν τὰ ἔπαθλα, μηνύει διὰ τοῦ κούρσωρος τὸν ἀκτουάριον, λέγων· "Ἡνίοχον θέλω ζῶσαι." Ὁ δὲ ἀκτουάριος ἀναφέρει τῷ βασιλεῖ, καὶ κελεύοντος τοῦ δεσπότου ζωσθῆναι τὸν 2.134 βηγάριν, εἰσέρχεται ὁ μέλλων γίνεσθαι βηγάριος, καὶ πίπτων ἐπὶ τῆς γῆς, κρατεῖ τοὺς πόδας τοῦ πρώτου ἡνιόχου· οἱ δὲ ἡνίοχοι λαμβάνοντες τὰ ἔπαθλα, ἐξέρχονται καὶ ἵστανται κατέναντι τοῦ δήμου, κατασφραγίζοντες τοὺς δεσπότας. Κράζοντος δὲ τοῦ δήμου πρὸς τὸν βασιλέα τὰ ἄκτα τῶν ἐπάθλων τῆς νίκης, ἀποστέλλουσιν οἱ δεσπόται τὰ ἔπαθλα τοῖς ἡνιόχοις, δηλονότι ἔξωθεν αὐτῶν ἱσταμένων ἀντικρὺ τῶν δήμων. Καὶ εἶθ' οὕτως λέγει ὁ δῆμος πρὸς τοὺς ἡνιόχους· "Ἀπέλθατε καὶ εὔξασθε τοὺς δεσπότας." Καὶ ἀπερχομένων αὐτῶν πάλιν εἰς τὸ στάμα, εἰσέρχεται μετ' αὐτῶν ὁ βηγάριος, καὶ πιπτόντων τῶν ἡνιόχων, πίπτει καὶ ὁ βηγάριος, καὶ κρατῶν τὸν πόδα τοῦ φακτιοναρίου μετὰ τὴν ἀριστερὰν χεῖρα, μετὰ τῆς δεξιᾶς κατασφραγίζει, ὁ δὲ ἐπιστάτης ἵσταται εἰς τὰ δεξιὰ τοῦ φακτιοναρίου. Ἀπολύει δὲ ὁ βασιλεὺς τοὺς ἡνιόχους, καὶ ἀναβαίνουσιν εἰς τὸ ἅρμα, καὶ σάσσοντες ἤτοι χορεύοντες κάμπτουσιν, καὶ ἀπερχόμενοι πρὸς τὸν ἴδιον δῆμον, κατασφραγίζουσιν καὶ ἀναχωροῦσιν, ἀπιόντες πρὸς τὰ κάγκελλα. Μένει δὲ ὁ ἐπιστάτης μετὰ τοῦ βηγαρίου εἰς τὸ στάμα, ἱστάμενοι ὀρθοὶ καὶ κατασφραγίζοντες. Ὁ δὲ βασιλεὺς κελεύει δοθῆναι αὐριγάριν τὸ λεγόμενον δημόσιον καὶ κασσίδιν ἀργυροῦν σεμνὸν καὶ τὸ ζωστόν. Κατερχομένου δὲ τοῦ ἀκτουαρίου καὶ ὀψικευομένου ὑπὸ πάντων τῶν κουρσώρων, δηλονότι τριῶν κουρσώρων, βασταζόντων, τοῦ μὲν τὸ αὐριγάριν, ὅπερ ἐστὶ τὸ δημόσιον, τοῦ δὲ κασσίδιν, τοῦ δὲ τὸ ζωστόν. Εἶτα ἐπιδίδει ὁ ἀκτουάριος τὸ μὲν αὐριγάριν εἰς τὰς χεῖρας αὐτοῦ· τὸ δὲ κασσίδιν ἐπιτίθησιν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ ζωστὸν ζωννύει εἰς τὰ μέσα αὐτοῦ, καὶ εἶθ' οὕτως λέγει ὁ δῆμος τὰ ἄκτα· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἐκλογὴ τῆς Τριάδος." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Ἅγιε." Οἱ κράκται· "Πολλοὶ 2.135 ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου." Ὁ λαὸς ἐκ γʹ· "Ἅγιε." Οἱ Βένετοι· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται. "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Ὁ δεῖνα σὺ εὐτυχὴς εἰς τὸν δῆμον τοῦτον." Ὁ λαὸς ἐκ γʹ· "Ἅγιε." Οἱ κράκται· "Στεφάνιν, δεσπόται, τῷ βηγαρίῳ." Καὶ εἶθ' οὕτως ἀποστέλλουσιν αὐτῷ στεφάνιν καὶ ἱμάτιν,