βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἀνεπήδησε τῆς καθέδρας ἐκ τοῦ σπα ράττεσθαι δεινῶς τὴν γαστέρα αὐτοῦ. ̣23̣ Τὸν δὲ θεῖον Ἰάκωβον ἰδὼν ἀπαγόμενον τὴν ὁδὸν τὴν ἐπὶ θάνατον ὁ κατήγορος αὐτοῦ καὶ με ταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων· Συγχώρησόν μοι, ἄνθρωπε τοῦ Θεοῦ, ὅτι 228 μεταμέλημαι ἐφ' οἷς ἐλάλησα κατὰ σοῦ." Ὁ δὲ μακάριος παραυτίκα τοῦτον καταφιλήσας εἶπεν αὐτῷ· "Εἰρήνη σοι, τέκνον, εἰρήνη σοι, εἰρήνη σοι καὶ συγχώρησις τοῦ πταίσματος." Ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐθέως ἑαυτὸν Χριστιανὸν ἐπὶ πάντων ἀνηγόρευσεν, καὶ οὕτω συγκαταριθμηθεὶς τῷ ὑπ' αὐτοῦ ̣60b κατηγορηθέντι, σὺν αὐτῷ καὶ τὸ βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο). ̣24 ̣ Ὁ δὲ ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώληκας ἐκβράζων, ἐλεεινῶς τὸν βίον κατέλυσε, ὥσπερ καὶ ὁ δυσσεβέστατος αὐτοῦ πατήρ. Καὶ γὰρ κἀκεῖνος τὰ ἐπίχειρα τῆς κατὰ Χριστοῦ καὶ τῶν ὁμηλίκων αὐτοῦ τολμήσας, ἔτι περιὼν τῷ βίῳ κομισάμενος, αἰσχίστῳ μόρῳ τὸν βίον κατ έστρεψε, ὅνπερ ἐνδίκως ὡς ἄδικον ἡ δίκη μετελ θοῦσα, τὰ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν διαδεξόμενα τὸν ταλαίπωρον κολαστήρια διεδείκνυ φανερῶς προοίμια· εὐθὺς γὰρ καταλαβοῦσα τοῦτον θεήλατος καὶ ὀλέθριος μάστιξ, εἰς θάνατον ἀργαλέως συνέλα σεν. ̣25 ̣ Ἔνθεν γὰρ, φησὶν Ἰώσηπος, αὐτοῦ τὸ σῶμα ἡ νόσος διαλαβοῦσα ποικίλῳ πάθει ἐμέριζεν· πυρετὸς μὲν γὰρ λάβρος ἦν, κνισμὸς δὲ ἀφόρητος τῆς ἐπιφανείας ὅλης, καὶ σκώληκες, συνεχεῖς ἀλ γηδόνες καὶ περὶ τοὺς πόδας οἰδήματα δυσωδίας, τοῦ τε ἤτρου φλεγμονὴ καὶ αἰδοίου σῆψις σκώλη κας γεννῶσα· καὶ πρὸς τοῦτο ὀρθόπνοια καὶ διάπνοια καὶ σπασμοὶ τῶν μελῶν ἁπάντων αὐτοῦ καθεστή κασιν· ἀειδὴς δὲ ἀποφορὰ ἐκ τοῦ συνεχοῦς ἄσθματος ἐξεπορεύετο, ὡς τοὺς ἐπιθειάζοντας ποινὴν θεήλατον εἶναι λέγειν. Τούτοις δὴ οὖν καὶ τοῖς τοιούτοις πάθεσι ἐπὶ πλείονα χρόνον περιαντλούμενος τοσοῦ 110.372 τον εἶχε τὸν πόνον ἀνύποιστον ὡς καὶ αὐτόχειρα αὐτοῦ γενέσθαι κατατολμήσαντα. ̣26 ̣ Αἰτήσας γὰρ μῆλον ὁμοῦ καὶ μάχαιραν, ὡς δῆθεν ἐπιθυμῶν αὐτὸς δι' ἑαυτοῦ ἀπογεύσασθαι, καὶ λαβὼν, ἀνέτεινε τὴν μάχαιραν κατὰ τοῦ λαιμοῦ πλῆξαι βουλόμενος· καὶ ἔπληξεν ἂν, εἰ μή τις τῶν θεραπόντων θεασάμε νος, ταχέως τὴν μάχαιραν ἐκ τῶν χειρῶν αὐτοῦ μόλις ἀπέσπασεν. ̣27 ̣ Ἐπὶ πλεῖον δὲ ταῖς ὀδύ ναις βασανιζόμενος καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλέξανδρον προσκαλεσάμενος, ὑπέθετο 229 αὐτοῖς, ὥστε τοὺς τῶν Ἰουδαίων ἐξάρχους καθεῖρξαι εἰς τὸν Ἱππόδρομον· καὶ τελευ τήσαντος αὐτοῦ, παραχρῆμα τούτους ὑπὸ τοῦ στρα τοῦ κακῶς ἀναιρεῖσθαι, ἵνα μὴ τοῦ θανάτου αὐτοῦ ἡ ἡμέρα χαρὰ τοῖς Ἰουδαίοις, ἀλλὰ πένθους πρόξε νος γένηται. ̣28 ̣ Καὶ ταῦτα διαταξάμενος, καὶ λίαν ὑδεριάσας, καὶ μετὰ πολλῶν ἀλγηδόνων τὴν ψυχὴν ἀποῤῥήξας, εὐθὺς ἡ Σαλώμη πάντα διαπραξαμένη τοὺς Ἰουδαίους εἰς μέγα πένθος καὶ θρῆνον ἐνέβα λεν. ̣29 ̣ Ὅσαις μὲν οὖν, πρὸς ταῖς λοιπαῖς αὐτοῦ κακουργίαις, τὰς κατὰ τὴν βασιλείαν αὐτονομισθείσας εὐπραγίας, ταῖς κατὰ τὸν οἶκον ἐπαλλήλοις ἠμαύρωσε συμφοραῖς γυναικῶν καὶ τέκνων, καὶ τῶν λοιπῶν τῶν μάλιστα πρὸς γένους ἀναγκαιοτάτων τε καὶ φιλτάτων μιαιφονίαις, οὐδὲν οἷόν τε νῦν καταλέγειν, τραγικὴν ἅπασαν δραματουργίαν ἐπισκιαζούσης τῆς περὶ τούτου ὑποθέσεως, ἣν πλάτος ἐν ταῖς κατ' αὐτὸν Ἱστορίαις Ἰώσηπος διελήλυθεν.
ΡΙΒʹ. Βασιλεία Τιβερίου. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος Καῖσαρ, ὁ υἱὸς αὐτοῦ, ὁ κτίσας πόλιν ἐν τῇ Ἰουδαίων χώρᾳ (παρὰ τὴν λίμνην, ἐκάλεσε δὲ αὐτὴν εἰς ἑαυτοῦ ὄνομα) Τιβεριάδα. ̣2 ̣ Ἐφ' οὗ μέγας σεισμὸς γε νόμενος, κατήνεγκε πόλεις ἕως ἐδάφους ιγʹ, Ἔφεσον, Μαγνησίαν, Σάρδην, Μοστίνην, Λιγάην, Ἱεροκαισάρειαν, Φιλαδελφίαν, Τμόλον, Κύμην, Μύριναν, Ἀπολλωνίαν, ∆ίαν, Ὑρκανείαν. ̣2 ̣ Καὶ ἐν μὲν τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας ὁ Κύριος ἡμῶν βαπτισθεὶς, τοῦ εὐαγγελικοῦ κηρύ γματος ἀπήρξατο. ̣4 ̣ Ἐν δὲ τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ σταυρωθεὶς ὁ Κύριος ̣61a ἀνίσταται (τῇ κθʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι) Μαρτίου 230 (τοῦ πρωτοκτί στου μηνὸς, Νισὰν παρ' Ἑβραίοις λεγομένου) κεʹ, ἐπιφωσκούσης