στρατόπεδον. εἰώθει γὰρ γένος, μετά γε Σκύθας τοὺς νομάδας πάντων δὴ μάλιστα, ὧν ἡμεῖς ἴσμεν, φεῦγον αὖθις ξυνίστασθαί τε αὐτῷ καὶ ἐπανιέναι ῥᾳδίως καὶ αὖθις ἐς τὴν μάχην, καὶ τρεπόμενον εὐπετῶς, ὅποι ἂν αὐτῷ λυσιτελοίη. οἱ μέντοι ∆ᾶκες ἐν τῷ θορύβῳ τούτῳ τῆς μάχης, ὡς ἑώρων τοὺς Ἀσιανοὺς ἐς φυγὴν τρεπομένους, οὐκέτι δὴ ἐνταῦθα ἐπέσχον, ἀλλ' ἐς τοὺς βασιλέως θησαυροὺς τραπόμενοι διήρπαζον τά τε χρήματα καὶ τὸν βασιλέως κοιτῶνα, καὶ τὰς καμήλους ἐφόνευον, ἀλλήλοις διακελευόμενοι. ὡς δὲ ἔργου εἴχοντο καὶ ἱκανῶς εἶχον τῆς διαρπαγῆς, οὐκέτι ἰόντες ἐς μάχην παρετάσσοντο ἐν οὐδενί, ἀλλ' ἐπὶ τὸ ἑαυτῶν στρατόπεδον ἤλαυνον. Ἰωάννης μὲν οὖν, ὡς ἐτρέψατο τὸ τῆς Ἀσίας στράτευμα, ἀφίκετο ἐπὶ Λαδισλάον βασιλέα, παραινῶν αὐτῷ ἵστασθαι καὶ ἱδρῦσθαι κατὰ χώραν, μηδὲ προϊέναι ποι 2.105 συμβαλοῦντα τοῖς πολεμίοις, ὡς ἂν ἐπιόντι κατὰ τοῦ βασιλέως χαλεπὸν ἀποβαίη, καταφυγὴ ἐκ τῆς μάχης γένοιτο. καὶ παρεγγύα μηδενὶ τῶν ἀμφ' αὑτὸν ἐπιτρέπειν ἄλλῃ πῃ ἀπιέναι, ἀλλ' αὐτοῦ μένοντας ἐπιμένειν, ἐς ὃ ἂν μαχεσάμενος καὶ τὸ τῆς Εὐρώπης στράτευμα τρεψάμενος ὑποστρέψηται, καὶ τότε ἐπὶ τὰς θύρας ἅμα, ὑπολειπομένου τοῦ ἀγῶνος τούτου, ἐλῶσι μετὰ ταῦτα, καὶ ἐξεργάσωνται καὶ τοῦτον τελευταῖον ἀγῶνα. ὁ μὲν ταῦτα εἰπὼν ἀπῄει συνταξάμενος ἐπὶ τὸ τῆς Εὐρώπης στράτευμα, ὃ ἐπὶ τὸ εὐώνυμον τοῦ βασιλέως παρετάσσετο μέρος, καὶ συμβαλὼν ἐμάχετο ἐπὶ χρόνον τινά. ἐγένετο δὲ ἡ μάχη οὕτως. ὡς συμβάλλοιεν οἱ Παίονες ἐς χεῖρας ἐλθόντες, τρεψάμενοι τοὺς Τούρκους ἐδίωκον, ἕως οὗ ἐγένοντο ἀγχοῦ τοῦ στρατοπέδου αὐτοῦ. μετὰ δὲ εὐθὺς συστρέψαντες οἱ Τοῦρκοι ἐδίωκον τοὺς Παίονας χρόνον ἱκανὸν ἄχρις οὗ γένοιντο καὶ οὗτοι ἐν τῷ στρατοπέδῳ αὑτῶν. καὶ ὁπότε μὲν βιασάμενοι οἱ Παίονες τοὺς Τούρκους ἐπικέοιντο διώκοντες, ἐνταῦθα συχνοὶ τῶν Τούρκων ἔπιπτον καταπατούμενοι ὑπὸ τῶν Παιόνων. καὶ μὲν δὴ καὶ Παίονες ἐν τῇ ἀποχωρήσει πολλοὶ ἀπεγίνοντο, ὁπότε δὴ αἰδοῖ ἀποχωροῦντες. ἐν τούτῳ πίπτει Καραζίης ὁ τῆς Εὐρώπης στρατηγός, ξίφει Παιονικῷ βληθεὶς κατὰ τὸ στῆθος, δορατίου τραύματι. τὰ γὰρ Παιονικὰ ξίφη σχεδόν τι δή, καὶ τὰ τῆς Γερμανίας ἁπάσης, ἐληλαμένα τυγχάνει ἐπὶ μήκιστον καὶ ὀξέα, οὐ μέντοι τοιαῦτα οἷα καταίροντα κό 2.106 πτειν ὅτι καὶ ἄξια λόγου, ὡς τὰ βαρβαρικὰ ἢ καὶ Ἰταλικά. τὰ μὲν βαρβαρικὰ τοιαῦτα (Τούρκων δέ ἐστι ταῦτα), βάρος ἴσχοντα πάμμεγα καὶ ἐφ' ἑνὶ ἔχοντα τὴν τομήν, καταβαίνουσί γε μάλιστα δὴ πάντων τῶν ξιφῶν, ὧν ἡμεῖς ἴσμεν· δεύτερα δὲ τούτων τὰ Ἰταλικά, Ἑλληνικά ποτε γενόμενα. τὰ δὲ Γερμανικὰ καὶ Παιονικὰ μακρὰ μέν εἰσι καὶ στρογγύλα, τετράγωνα, τὴν τομὴν ὀξέα, ἐς ὀξὺ δὲ πάνυ λήγοντα δόρατος ἐπιφέρουσι τομήν, τοῦ ἐφ' ἵππου κατεπερείδοντος αὐτὸ ὡς ἐς τὸ τοῦ δόρατος σχῆμα. Καραζίης μὲν οὖν οὕτως ἐτελεύτησε· περὶ δὲ Λαδισλάον τὸν Παιόνων βασιλέα ἐγένετο τοιάδε. ἦσαν γὰρ παρ' αὐτῷ ἄνδρες φθονοῦντες καὶ ἀχθόμενοι τῷ Ἰωάννῃ διὰ τὴν ἀρετήν. ὡς ἑώρων αὐτὸν καλῶς διέποντα τὰ ἀμφὶ τὸν πόλεμον, καὶ τρεψάμενον μὲν τὸ τῆς Ἀσίας στράτευμα ἅπαν, μαχόμενον δὲ καὶ πρὸς τὸ τῆς Εὐρώπης γενναιότατα καὶ ἀνελόντα στρατηγὸν αὐτοῦ Καραζίην, ἔλεγον πρὸς βασιλέα τοιάδε. "Ὦ βασιλεῦ, τί ἑστηκότες ἐνθάδε ἀναμένωμεν Ἰωάννην τάδε πάντα διαπράττεσθαι, ὡς μόνῳ ἀνδρὶ ὄντι ἐπιτρέποντες αὐτῷ τοὺς πολεμίους διώσασθαι; ἡμῖν γὰρ ἐς αἰσχύνην ἐπιεικῆ τινα φέρει πάνυ τοῦτο, ἡμᾶς μὲν ὧδε ἑστηκότας ὁρμᾶν τὸν σὸν δοῦλον μαχόμενον τούτοις τοῖς Τούρκοις. ἐχρῆν γὰρ δὴ βασιλέα ὄντα ἡμῶν σὺν ἡμῖν τοῖς ἀμφὶ αὐτὸν οὖσιν ἀποδείκνυσθαι ἔργα, οἷα ἐπαινέσαιντο καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ ἐν ταῖς πόλεσιν ἡμῶν, τὴν μάχην πυνθανόμενοι ὡς ἐγένετο, καὶ οἱ πολέμιοι. ἀλλ' οὗτος μὲν τρεψάμενος τοσοῦτον στῖφος ἀνθρώπων ἀποφέρεται δόξαν 2.107 ἀθάνατον· σοὶ δὲ ἑστηκότι μόνον ἐνταῦθα καὶ ἐφορῶντι ἕκαστα ὄνειδος καταλείπεται ἐς τοὺς ἐπιγινομένους. μηδὲ γὰρ οἴου, ὡς ἐπειδὰν τρέψηται τὰ στρατεύματα, αἱ τοῦ βασιλέως θύραι ἐπιμενοῦσιν ἡμᾶς ἐπιόντας, ἀλλὰ φεύξονται τὸ παραυτίκα, ὅποι προχωρήσαιεν. ἴθι οὖν ἐπὶ τὰς θύρας ἴωμεν τοῦ Ἀμουράτεω·