106
νομόν9, κ.τ.λ. Συγγεγενημένη δὴ τοῖς εἰρημένοις ἐῤῥέθη περὶ θαλάσσης Αἰγύπτου καὶ ποταμοῦ. Πλὴν ἀλλ' ἐκεῖνα μὲν ἐδήλου ῥᾴστην ὁδὸν ἔσεσθαι τοῖς εὐαγγελιζομένοις Χριστόν· τὰ δὲ παρόντα προεφώνει τοῖς Αἰγυπτίοις τὰ κάλλιστα. Ἐπ' οὐδεμιᾶς δὲ τῶν εἰρημένων ὁράσεων ἥξειν ὁ Κύριος ἐπὶ νεφέλης κούφης ἐλέγετο. Ἕτερα δέ τινα περὶ αὐτῶν ἰδιάζοντα· Αἰγύπτου δὲ ὅρασις, ἀλλ' οὐ κατ' Αἰγύπτου, καθάπερ ἐπὶ τῶν ἄλλων προγέγραπται· ἢ ὡς αὐτῆς Αἰγύπτου μελλούσης ὁρᾷν νῷ διορατικῷ τὰ λεγόμενα· ἢ ὡς τῆς προφητείας περιεχούσης Αἰγύπτῳ τὰ κάλλιστα· τί γὰρ μακαριώτερον τοῦ ἐπιδημῆσαι ταύτῃ τὸν Κύριον, καὶ γνώσεως μεταδιδόναι τῆς ἑαυτοῦ; Ἥξει δέ φασιν ἐπὶ νεφέλης κούφης, ἢ οὗπερ ἀνείληφε σώματος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου. Ὡς γὰρ ἡ νεφέλη οὐκ ἄλλοθεν ἔχει σύστασιν, ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς· οὕτως ἐπὶ τοῦ Κυρίου τὸ σῶμα ἐξ ἁγίου Πνεύματος ὑπέστη καὶ γεώδους οὐσίας. Ὧ δὴ Θεὸς ἐποχούμενος κατὰ τὴν νηπίαν ἡλικίαν ἦλθεν εἰς Αἴγυπτον ὠφελουμένην ἀῤῥήτῳ δυνάμει διὰ τῆς εἰς αὐτὴν ἐπιδημίας τὰ μέγιστα. Ταύτης γὰρ οἱ κατ' Αἴγυπτον ἐξαιρέτως ἐδέοντο δεισιδαιμονέστατοι γεγονότες ἁπάντων, ὡς καὶ μέχρι τῆς τῶν ἀλόγων ζώων ἐκπεπτωκέναι λατρείας· ὡς καὶ γυμνῇ κεφαλῇ τὸν τούτων βασιλέα βοᾷν, οὐκ οἶδα τὸν Κύριον. Οὕτως ἀδέσποτόν τε καὶ ἀπρονόητον ἠγοῦντο τὸ πᾶν. ∆ιαπαντὸς δὲ καὶ τοῖς ἐξ Ἰσραὴλ ὑπῆρχον πολέμιοι. ∆ιὸ τοῖς ἀγνοοῦσιν ἄγαν αὐτὸν ἡ τούτου προθεσπίζεται γνῶσις, πάσης εἰδώλων ἀσεβείας ἀνῃρημένης. Εἰ δὲ μὴ τὸ, ἐπὶ νεφέλης προσέκειτο, ἔδοξεν ἂν ἀσωμάτων λέγεσθαι δυνάμει, καθ' ἣν διέπει τὸ πᾶν, ὑπάρχων ἐν ἅπασιν. Ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Ὧ τρόπῳ καὶ ἐν Αἰγύπτῳ πρότερον ἦν. Εἶπεν γὰρ Κύριος πρὸς Μωσέα καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου. Καὶ πάλιν ἦν Κύριος μετὰ Ἰωσήφ. Καὶ περιττὸν ὑπῆρχεν ἐπὶ πάσης χώρας ἁρμόσαι δυνάμενον. Ἀλλὰ γὰρ τὴν μετὰ σώματος ἐπιδημίαν ἐδήλωσεν, τοῦτο νεφέλην εἰπών. Τάχα καὶ διὰ τὸ κινημάτων ἀπηλλάχθαι γεωδεστέρων, ἐπιθυμίας τε σωματικὰς ὑπερίπτασθαι, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος. Ἕτεροι δὲ κούφην ὑπειλήφασιν εἰρῆσθαι νεφέλην τὴν ἁγίαν Παρθένον, ἧς ἐν ἀγκάλαις εἰς Αἴγυ 2145 πτον ἐκομίζετο· ἤγουν φασὶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ τοῦτον εἶδεν Ἡσαΐας ὑπὸ δυνάμεων θείων ὑμνούμενον. Καὶ παλαιὸν ἡμερῶν ὁ ∆ανιὴλ ἐπὶ θρόνου καὶ ὡς ὑν [ἀνθρώπου] μετὰ τῶν νεφελῶν ἐρχόμενον. Ἰεζεκιήλ τε εἶδος ἀνθρώπου ἐξ ἠλέκτρου τε καὶ πυρός. Ἅπερ ἔμφασίν τινα δόξης θεοπρεποῦς καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν ὑπαινίττεται. Οὕτω καὶ νῦν τὴν νεφέλην ληπτέον ἐφ' ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, αὐτοῦ τε τοῦ σωτηρίου βαπτίσματος. Τοιγαροῦν τοὺς ἐξ Ἰσραὴλ ὁ Παῦλος βεβαπτίσθαι φησὶν ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ. Προηγεῖτο δὲ αὐτῶν ἐν μὲν ἡμέρᾳ, νεφέλη· ἐν δὲ νυκτὶ, στύλος πυρός. Εἰ χρῆν οὖν ἐπὶ καθαιρέσει τῶν Αἰγυπτίων θεοπρεπῶς ἰόντα τὸν Κύριον ἐπὶ κούφης ὁρᾶσθαι νεφέλης, δι' ἧς ἦν καὶ μόνης τῆς εἰδωλολατρείας, ἀποσμήχεσθαι τὰς κηλίδας. Κούφη δὲ κούφους ἐργάζεται τὸ τῶν ἁμαρτημάτων ἀποθεμένους φορτίον. Ἡ δὲ κάθισις ἢ ἀνάπαυσιν, ἤγουν ἐξουσίαν αἰνίττεται. Ἐπαναπαύεται γὰρ οὐ νομικῇ λατρείᾳ Χριστὸς, τῇ δὲ τελειώσει τῇ διὰ τοῦ βαπτίσματος, δι' ἧς καὶ βασιλεύει τῶν ἐπὶ γῆς. Κατορθοῖ δὲ τοῖς Αἰγυπτίοις ἐπιδημῶν, τὸ σεισθῆναι τούτων τὰ εἴδωλα, ὅτε Θεοῦ μὲν Ἐκκλησίαι καθ' ὅλης Αἰγύπτου καθίδρυντο. Ἐπεσκόπει δὲ ταύτας ἐπιδημῶν ὁ Θεὸς κατὰ τὸ, ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καρδίαν δὲ τῶν Αἰγυπτίων φησὶν ἡττηθήσεσθαι, μὴ ἀντιβαινόντων τῷ θείῳ κηρύγματι, τὴν δὲ καλὴν ἧτταν ἡττησομένων. Τινὲς δὲ καρδίαν φασὶν εἰρῆσθαι τῶν ἀγαλμάτων τοὺς δαίμονας, οὓς ἡττηθήσεσθαι, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνέας, τακήσεσθαι ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει. Τούτων γὰρ ἡ πλάνη, ἐξ οὗ γεγόνασιν αὐτοῖς Ἐκκλησίαι, κατ' ὀλίγον ἐσβέννυτο. Ἐπεδήμει δὲ ταύταις ὁ Κύριος ἐνδόξῳ σώματι, τὸ ἐκ νεκρῶν ἀναστάσεως, ὅπερ ἂν εἴη νεφέλη