De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
καὶ πάλιν λέγουσιν οἱ κράκται· "Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Εἶτα λέγουσιν πάντες ὁμοῦ πολυχρόνιον. Ὁ δὲ βηγάρις κατασφραγίζει τρίτον τοὺς δεσπότας καὶ προσκυνῶν, ἀπευχαριστεῖ καὶ ἐξέρχεται μετὰ τοῦ ἐπιστάτου ἕως τῆς ∆άφνης, εἶτα ὁ βηγάριος ἀπέρχεται ἐπὶ τὸν δῆμον, καὶ κατασφραγίζων τρίτον εἰς τὸν δῆμον, ἀνέρχεται εἰς τὰ κάγκελλα, καὶ προσκυνεῖ τὸν φακτιονάριν καὶ ὅλους τοὺς ἡνιόχους τῶν δύο μερῶν καὶ τὸν τριβοῦνον. Ἄκτα ἐπινικίων θριαμβευομένων ἐπὶ τοῦ ἱπποδρομίου. "∆όξα Θεῷ τῷ ∆εσπότῃ πάντων. ∆όξα τῷ κτίστῃ καὶ δημιουργῷ τῶν ὅλων. ∆όξα Θεῷ θριαμβεύσαντι τοὺς τῆς Ἄγαρ. ∆όξα Θεῷ τῷ παμβασιλεῖ τῶν αἰώνων. ∆όξα θεῷ τῷ ἐνισχύσαντι βασιλεῖς τοὺς ὀρθοδόξους. ∆όξα Θεῷ τῷ ἐπιβλέψαντι ἐφ' ἡμῖν φιλανθρώπως. ∆όξα Θεῷ τῷ πατάξαντι Ἰσμαηλίτας τοὺς Χριστομάχους. ∆όξα Θεῷ τῷ 2.136 ῥυσαμένῳ ἐξ ἐχθρῶν τοὺς αἰχμαλώτους. ∆όξα Θεῷ τῷ πορθήσαντι τὰς πόλεις τῶν Ἀράβων. ∆όξα Θεῷ τῷ καταβάλλοντι τοὺς ἀρνητὰς τῆς Τριάδος. ∆όξα Θεῷ τῷ ἀπολέσαντι τοὺς ἀρνητὰς τῆς Θεοτόκου. ∆όξα Θεῷ τῷ καταισχύναντι τὸ φρύαγμα ὁ δεῖνα τοῦ Χριστομάχου. ∆όξα Θεῷ τῷ εὐδοκήσαντι οὕτως. Κύριε, τίς οὐ δοξάσει τὴν βουλήν σου; Κύριε, τίς οὐχ ὑμνήσει τὰ ἔργα τῶν χειρῶν σου; Κύριε, εὐχαριστοῦμέν σοι περὶ πάντων, ὅτι ἠλέησας τὸν λαόν σου μεγάλως ἐκ τοιούτου βασιλεύεσθαι κράτους." Καὶ ὅτε πέσωσιν οἱ δέσμιοι πρηνεῖς ἐπὶ τῆς γῆς, νεύει ὁ ἀκτουάριος, καὶ λέγουσιν οἱ κράκται· "Ἔπεσον οἱ ἐχθροὶ ἡμῶν θεοκρίτως." Καὶ ὁ λαὸς ὁμοίως γʹ. Ἄκτα ἐπὶ μεγιστάνῳ ἀμηρᾷ ἐν πολέμῳ ἡττηθέντι καὶ ἀναιρεθέντι. "∆όξα Θεῷ τῷ συντρίβοντι πολεμίους. ∆όξα Θεῷ τῷ καθελόντι τοὺς ἀθέους. ∆όξα Θεῷ τῷ αἰτίῳ τῆς νίκης. ∆όξα Θεῷ τῷ στέψαντί σε, γεοῦχε· χαίροις ἄναξ, Ῥωμαίων ἡ εὐτυχία· χαίροις, ἄναξ, τοῦ στρατοῦ σου ἡ ἀνδρία· χαίροις, ἄναξ, δι' οὗ ὁ δεῖνα κατεπτώθη· χαίροις ἄναξ ὁ δεῖνα καθαιρέτα. Ὁ Θεός σε φυλάξῃ ἐν τῇ πορφύρᾳ εἰς τιμὴν καὶ ἀνέγερσιν τῶν Ῥωμαίων σὺν ταῖς τιμίαις Αὐγούσταις ἐν τῇ πορφύρᾳ· εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν·"
Περὶ ἵππου παραγωνιζομένου τοῦ αʹ βαΐου, καὶ πῶς δεῖ αὐτὸν ὑπαλλάσσεσθαι.
Ἰστέον ὅτι, ἐὰν συμβῇ διὰ τῆς νυκτὸς ἐκ τοῦ πρώτου βαΐου ἵππον παραγωνίσασθαι, ἔστιν ὁ τύπος τοῦτον ὑπλα 2.137 λάσσεσθαι οὕτως· Εὑρίσκονται οἱ δύο μαΐστωρες τοῦ μέρους τοῦ ἀντὶς καὶ οἱ δύο θεωρηταὶ καὶ ὁ ἐπιστάτης, καὶ ἀπέρχονται ὅπου ἵσταται ὁ ἵππος, καὶ ἐκβάλλουσιν αὐτὸν εἰς τὸ μέσον, καὶ τοῦτον θεωροῦσιν μετὰ ἀκριβείας, καὶ εἰ ἔστιν ἐν ἀληθείᾳ ἄβλητος, ἐπαίρουσιν ἐκ τοῦ τρίτου βαΐου ἀντίσηκον ἵππον, καὶ τρέχει εἰς τὸν τόπον τοῦ κακωθέντος, εἰς οἷον ἂν χαλινάριν λάχῃ. Καὶ πάλιν τὸν αὐτὸν ἵππον δεῖ ἀγωνίζεσθαι εἰς τὸ ἴδιον βαΐν, ἤγουν εἰς τὸ τρίτον. Εἰ δὲ λάχῃ, καὶ εἰς δεύτερον καὶ εἰς τέταρτον ὁμοίως γίνονται, καθὼς προείρηται· Ὁμοίως καὶ δείλης ἡ ἀκολουθία πᾶσα ὁμοία τῆς πρωϊνῆς γίνεται δίχα τοῦ σφαιρίου τοῦ παραβατοῦ καὶ τῆς συμφορᾶς τοῦ ἵππου τοῦ κακῶς ἔχοντος. Οἱ δὲ ἡνίοχοι στοιχήσαντες πάντα, τάς τε κομβίνας καὶ τὰ κάγκελλα, μένουσιν ἐν τῷ ἁρματουρίῳ. Τοῦ δὲ ξύλου σημαίνοντος τῆς ἁγίας ἐκκλησίας, ἐγείρονται καὶ ἀπέρχονται εἰς τὴν ἐκκλησίαν, καὶ ἅπτουσιν τὰ κηρία αὐτῶν, καὶ μεταλαμβάνοντες ὑποστρέφουσιν, καὶ ἐμβαίνοντες εἰς τὸ Ἱππικόν, ἀπέρχονται καὶ εὔχονται εἰς τὸ εὐκτήριον τῆς Ἁγίας Θεοτόκου τὸ ὂν ἐν τῷ πρωτοθύρῳ, καὶ οὕτως ἀνέρχονται εἰς τὸ ἁρματούριν, καὶ βάλλουσι κηρία φορεῖν.
Περὶ τοποτηρητοῦ.
Ἰστέον ὅτι, ἐὰν λάχῃ ἀσθενῆσαι φακτιονάριν ἢ μικροπανίτην, ἐὰν ἔχει ὁ τοποτηρούμενος ἐκ τοῦ ἰδίου μέρους ἡνίοχον εἰς τὸ τοποτηρῆσαι αὐτόν, καὶ εἰ ἔστιν τὸ ἱππικὸν παγανόν, καὶ εἰ δι' ὅλου ἱππικοῦ τοποτηρήσει αὐτόν, καθ' ἕκαστον στεφάνιν παρέχει αὐτῷ