βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Κυριακῆς μιᾶς Σαββάτων, τῆς πρώ της καὶ ἀρχῆς καὶ τιμιωτάτης τῶν ἡμερῶν ἡμέρας, περὶ ἧς ἔφη Μωυσῆς· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·" καί· "Αὕτη ἡ βίβλος γενέσεως οὐρανῶν τε καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεός." ∆ιό φησιν ὁ ∆αυίδ· "Αὕτη ἡ ἡμέρα 110.373 ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφραν θῶμεν ἐν αὐτῇ," ἥτις ἐστὶ τὸ Κυριακὸν Πάσχα, Μαρτίου κεʹ, ὡς εἴρηται.
ΡΙΓʹ. ∆ιὰ τί ἡ τοῦ Χριστοῦ ἀνάστασις ὀγδόη ὠνόμασται. Περὶ ἧς γέ τοι ὁ μέγας ἔφη Χρυσόστομος· "Εἰ οὖν ἐν τῇ γʹ ἡμέρᾳ ἀνέστη ὁ Χριστὸς, ὡς αὐτὸς ἔλεγε, "∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι, καὶ ἀποκτανθῆναι, καὶ τῇ γʹ ἡμέρᾳ ἀναστῆναι," διὰ τί ἡ ὀγδόη ἀνάστασις λέγεται τοῦ Κυρίου; Καὶ τρίτη μὲν εἴρηται ὡς ἀπὸ τοῦ πάθους καὶ τοῦ σταυροῦ, ὀγδόη δὲ ὡς ἀπὸ τῆς δη μιουργίας καὶ τῆς ἀναστάσεως. Ἐπεὶ οὖν τῇ Κυ ριακῇ ἀνέστη ὁ Χριστὸς, ἐν ᾗ ἡ ἀρχὴ τοῦ φαινομέ νου κόσμου γέγονε, ἥτις ὑπάρχει τὸ φῶς ἀπὸ τοῦ κόσμου λάμψαν ἐν αὐτῇ, καὶ τὸ νοητὸν φῶς καὶ ἀληθινὸν ὁ Χριστὸς ἐκ τάφου ἀνέτειλεν· διὸ καὶ ἀπὸ τοῦ τάφου καὶ θανάτου ὁ κόσμος ἐγήγερτο. Ἀπὸ Κυριακῆς οὖν εἰς Κυριακὴν ἡ ὀγδόη ἀπαντᾷ· καὶ δὲ τρίτη καὶ ἡ αὕτη, τρίτη ἀφ' οὗ ἔπαθε, ὀγδόη ἀφ' οὗ ὁ κόσμος ἐγένετο. ̣2 ̣ Ἔστι δὲ καὶ ἄλλη αἰτία τῆς ηʹ καὶ τῆς γʹ, διὰ τί ἀνάστασις ἑκάστη ὠνόμασται· ἐν γὰρ τῇ ζʹ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἔστιν ἡ κατά παυσις τέλος, συντέλεια ἔργων ἀπηρτισμένων. τέλος δὲ καὶ κατάπαυσις λέγεται καὶ ἡ τοῦ λόγου συντέλεια, ὅτε μέλλει παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ Θεός. Ἐπειδὴ οὖν ἁμαρτιῶν ὁ κόσμος ἔγεμεν καὶ ἠπείλει τῷ κόσμῳ συντέλειαν, ὁ δὲ Χριστὸς ἐπὶ συντελείας τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἦλθε, καὶ ἔπαθε, καὶ ἐτάφη, καὶ 231 ἀνέστη, καὶ τὸν κόσμον ἀνέστησε, καὶ ἡ πρώτη ἐνδημιούργησις ὀγδόῃ ἐν τῇ παλιγγενεσίᾳ γέγονεν. Τῇ ʹ ἐπὶ ξύλου σταυροῦται διὰ τὸν ἐν τῇ ʹ γενό μενον ἄνθρωπον· διὰ τοῦτο οὖν ἐν τῇ ʹ ἐσταύρω ται ἡμέρᾳ, ἵνα πάντες μάθωμεν ὅτι ἐν τῇ ʹ δημιουργήσας τὸν ἄνθρωπον, αὐτὸς ἐκεῖνος ἐν τῇ ʹ ἐσταυρώθη διὰ τὸν ἄνθρωπον. ̣3 ̣ Καὶ οὐ μόνον ἐν ἡμέρᾳ ʹ, ἀλλὰ καὶ ἐν ὥρᾳ ʹ ἐπὶ ξύλου ἐκρέμαται, ἐπειδὴ ἀρχὴ ἁμαρτίας ὥρᾳ ʹ ἀπὸ τοῦ ξύλου γέγο νεν, ὅτε Ἀδὰμ τὸν θάνατον ἠρίστησε, ὅθεν λοιπὸν τότε καὶ λογχευθεὶς ἐξέβλυσεν αἷμα καὶ ὕδωρ, οἱ δύο μάρτυρες τῶν κυριοκτόνων, τὸ μὲν αἷμα ἵνα Ἰουδαίους ἐλέγξῃ εἰπόντας· "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·" τὸ δὲ ὕδωρ, ἵνα τοῦ Πιλάτου κατηγορήσῃ, ὅτι λαβὼν ὕδωρ καὶ νιψάμενος ὡς ἀθῶος, τὸν ἀθῶον καὶ δίκαιον φραγγελώσας ἐσταύρωσεν. ̣4 ̣ Ἐπεὶ οὖν, ὡς πολλάκις ἔφην, ἡ ὀγδόη καὶ ἡ τῶν νεκρῶν ἔγερσις βοᾷ τὴν τοῦ κό σμου συντέλειαν, ἰστέον, ὅτε πάντως ἡ τοῦ κόσμου γένηται συντέλεια, τότε οἱ ὅσιοι καὶ εὐσεβεῖς ἐκλεί ψουσιν ἀπὸ τῆς γῆς. Καὶ τούτου μάρτυς ὁ Χριστὸς εἰπών· "Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;" Καὶ ὁ Ἀπόστολός φησιν. 110.376 "Ἐὰν μὴ ἔλθῃ πρῶτον ἡ ἀπόστασις, ὅτε ἀπο στήσονται τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται"· καὶ ὥσπερ ̣61b κυ βερνητῶν ἀπώλεια τῶν πλοίων ἐστὶ ναυαγία, καὶ ποιμένων ἀπουσία προβάτων ὄλεθρος, καὶ γεωργῶν ἀμέλεια χωρίων ἀφανισμὸς, οὕτω καὶ τῶν ὁσίων ἡ ἔκλειψις τοῦ κόσμου κατάλυσις· ὁσιότης δέ ἐστιν ἡ πρὸς Θεὸν καθοσίωσις. Καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καὶ ἔργων ἀγαθῶν καθοσιώσας καὶ τῷ Θεῷ ἀφιερώσας, ὅθεν τοὺς Θεὸν καταλιμπάνοντας καὶ ἀρνουμένους τὰς πρὸς αὐτὸν συνθήκας ἔλεγεν ὁ Μωϋσῆς· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ὅσιά μοι γένηται ἐν τῷ ἀποστῆναι ἀπὸ Κυρίου. Καθάπερ ὁ τοῦ Θεοῦ ἀποστάτης καὶ κακοῦργος ἀνόσιος λέγεται, οὕτως ὁ τῷ Θεῷ διὰ πίστεως καὶ ἀγαθοεργίας οἰκειωθεὶς, ὅσιος καὶ δίκαιος εἰκότως ὀνομάζεται. 232 ̣5 ̣ ∆ιὰ ξύλου τοίνυν θάνατος καὶ διὰ ξύ λου ἡ ζωή. Τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων· τῇ ζʹ ἐν τῷ τάφῳ τὸ σῶμα ἀνέπαυσεν. Τελείαν γὰρ ἡμέραν τὴν ἑβδόμην ἔμεινεν· τῇ ηʹ ἀνέστη καὶ τὸν κόσμον ἤγειρεν. Καὶ ἔστιν ἡ