βασιλεὺς γὰρ ὢν προσφέρεσθαι βασιλεῖ δίκαιος ἂν εἴης." Ταῦτα ἀκούσαντα τὸν νεανίαν ἔπειθέ τε ὁ λόγος ἔργων οἷα μεγάλων ὀρεγόμενον, καὶ ὡς εἶχε τάχους, ἐλαύνει ἐπὶ τὰς βασιλέως θύρας, ᾗ ἑστήκει συντεταγμένος ὡς ἐς μάχην, καὶ τάφρον πέριξ τε ὀρυξάμενος ἐν τῷ στρατοπέδῳ ἐπέμενεν ἰδεῖν, ᾗ χωρήσει ἡ μάχη. ὡς δὲ ἐνέβαλεν ἐς τοὺς νεήλυδας, καὶ ἐμάχοντο κυκλωσάμενοι ἐντὸς οἱ νεήλυδες, καὶ ἀπολαβόντες ἐμάχοντο ἀξίως λόγου. ἐνταῦθα πελέκει ὁ ἵππος τοῦ βασιλέως Παιόνων τιτρώσκεται τοὺς πόδας καὶ πίπτει. πεσόντος δὲ οὔτε ᾔσθοντο οἱ ἀμφ' αὐτὸν οὔτε ἑωράκεισαν ὑπὸ τοῦ θορύβου τοῦ ἀμφ' αὐτοὺς γενομένου. ἐνταῦθα ἀφελόμενοι τὸ κράνος οἱ νεήλυδες καὶ ὑποτεμόμενοι τὴν κεφαλὴν ἀπήγαγον ἐς βασιλέα. Θερίζης δὲ ἦν τοὔνομα ὁ νέηλυς, ᾧ διὰ τοῦτο ἀνδρεῖόν τι νέον ἐπέτρεψε βασιλεὺς Ἀμουράτης ἔχειν καὶ μεγάλα ἐτίμα. Ἀμουράτης μὲν οὖν ἐνταῦθα λέγεται, ὡς ἑώρα ἐμβαλόντας τοὺς Παίονας καὶ μαχομένους ἀξίως λόγου, ὥρμητο ἐς φυγήν· πρὶν δὲ αὐτὸν ἐς φυγὴν τραπῆναι, τὶς ἰδὼν αὐτὸν ἐβλασφήμησε, δεινὸν λογισάμενος 2.108 εἰ ἐκφύγοιεν, κατέσχε τε αὐτόν, καὶ μετ' οὐ πολὺ τὴν κεφαλὴν τοῦ βασιλέως Παιόνων ἐς βασιλέα Μουσουλμάνων ἀπήγαγον. Οἱ μὲν ἀμφὶ τὸν βασιλέα Παίονες ὡς ἀπήλαυνον, ἐζήτουν τὸν βασιλέα· μετὰ δὲ ταῦτα, ὡς ᾔσθοντο ἐνταῦθα πεσόντος καὶ ἀποθανόντος, ἐνέβαλον μὲν αὐτίκα, πειρώμενοι ἀνελέσθαι τὸν νεκρόν, οὐ μέντοι γε περιεγένοντο· ἐπύρωσε γὰρ τοὖργον τοὺς νεήλυδας, καὶ ἐμάχοντο μεγάλως. μετὰ δέ, ὡς οὐκ ἠδύναντο ἀνελέσθαι τὸν νεκρόν, ἀπήλαυνον ἐπὶ τὸ στρατόπεδον. καὶ αὐτίκα ἡ φήμη ἀφικομένη ἐπὶ τὸν Χωνιάτην καὶ ἐς τοὺς ἄλλους τοὺς ἐν ταῖς συντάξεσιν ἔπαυσέ τε τῆς μάχης. καὶ ἀποχωροῦντος καὶ ἰόντος ἐν οὐδενὶ κόσμῳ, ἐπυνθάνετο ἕκαστα, οὐκέτι ἤλαυνεν ἐπὶ τὸ στρατόπεδον, ἀλλ' εὐθὺ τοῦ Ἴστρου ἐπορεύετο αὐτός τε καὶ οἱ ∆ᾶκες, καὶ ὡς εἶχον σπουδῆς, ἔφευγον ἐν οὐδενὶ κόσμῳ καὶ οἱ ἀμφὶ τὸν βασιλέα Παιόνων. ἐν ταύτῃ τῇ ἀποχωρήσει ἐτελεύτησεν ὑπὸ Τούρκων Ἰουλιανὸς καρδινάλιος, ἀνὴρ τὰ πάντα γενόμενος ἄριστος. καὶ ἄλλοι τε ἔπεσον ἐν τῇ ἀποχωρήσει ἄνδρες ἀγαθοὶ οὐκ ὀλίγοι ∆ακῶν. Ἰωάννης δὲ ὡς ἐπὶ τὸν Ἴστρον ἀφίκετο καὶ τά τε στρατεύματα διαβάντα διεσπάρη, ἐνταῦθα, ὡς ἐπορεύετο ὀλίγοις τοῖς ἀμφ' αὑτόν, ἑάλω ὑπὸ ∆ρακούλεω τοῦ ∆ακῶν ἡγεμόνος, πολεμίου τε ὄντος. καὶ πρότερον δὲ Ἰωάννης ἠναντιοῦτο αὐτῷ ἐν τοῖς Παίοσι παρὰ βασιλεῖ Λαδισλάῳ, ὅτε τὴν ἔλασιν ἐποιοῦντο ἀπὸ τῆς ∆ακίας τὸν Ἴστρον διαβαίνοντες, τάς τε κώμας αὐτοῦ ληϊζόμενος, καὶ διέβαλε πρὸς βασιλέα Παιόνων ὡς φρονοίη τε τὰ 2.109 τῶν Τούρκων καὶ Ἀμουράτεω, καὶ ὑποσημαίνοι ἐκείνοις, ἅττα τυγχάνοιεν πράττοντες ἑκάστοτε. καὶ συνέλαβε μὲν ὡς ἀπολέσων, μετὰ δὲ διεπράξατο χρήμασι καὶ ἀπελύθη διὰ ταῦτα. πορευόμενον δὲ διὰ τῆς ∆ακίας εἷλέ τε αὐτόν, τίσασθαι ἐννοούμενος, καὶ καθείρξας εἶχεν ἐν φυλακῇ. οἱ μὲν οὖν Παίονες, ὡς οἴκοι ἐγένοντο, πυνθανόμενοι συλληφθέντα τὸν Ἰωάννην, δεινόν τε ἐποιοῦντο καὶ ἀφόρητον ὑπὸ ∆ρακούλεω συλληφθῆναι ἄνδρα Παίονα καὶ ἐν ἀξιώματι ὄντα. ἔπεμπον δὲ κελεύοντες ἀφιέναι τὸν Ἰωάννην· εἰ δὲ μή, περιέψεσθαι ὡς πολέμιον ἐπιόντας ἐπ' αὐτὸν πανστρατιᾷ. ταύτῃ ὡς ἐπηγγέλλετο αὐτῷ ὑπὸ Παιόνων, δείσας περὶ τοῖς αὑτοῦ πράγμασι, μὴ νεώτερόν τι βουληθέντες περὶ τὸν ἄνδρα ἐξέλωσιν αὐτὸν ἐπιόντες οἱ Παίονες, ἀπέλυσέ τε αὐτόν, καὶ φιλοφρονησάμενος προέπεμψεν ἐς τοὺς Παίονας διὰ τοῦ Πρασοβοῦ ἐς τὸ Ἀρδέλιον. τοῦτον μὲν οὖν οὐ πολλῷ ὕστερον Χωνιάτης, κατάγων ∆ᾶνον ἡγεμόνα τῆς ∆ακίας ἐκπεπτωκότα, ἐπεξῆλθε, διαφθείρας αὐτόν τε ἅμα καὶ τὸν παῖδα αὐτοῦ. ὡς γὰρ στράτευμα συναγείρας κατήγαγεν ἐς ∆ακίαν τὸν ∆ᾶνον τοῦ Μπασαραμπᾶ παῖδα ἐκπεπτωκότα, Μύρξεω οὗτος παῖς σὺν τῷ παιδὶ αὐτοῦ παρετάσσετο ὡς ἐς μάχην. παραταττομένων δ' ἀμφοῖν καὶ μελλόντων ἤδη συμβαλεῖν, οἱ ∆ᾶκες ἀπολελοιπότες ἐν τῇ παρατάξει τὸν Μύρξεω παῖδα ηὐτομόλουν παρὰ ∆ᾶνον. ὁρῶν δ' ἐνταῦθα τοὺς ∆ᾶκας ὡρμημένους ἰέναι ξύμπαντας ἐς τὸν 2.110 ∆ᾶνον, ὥρμητο ἐς φυγήν. καὶ ὁ μὲν ἔφευγε, ∆ᾶνος δὲ ἐδίωκεν ἀνὰ κράτος, καὶ