107
κούφη μεταβληθὲν τῆς φθαρτῆς καὶ γεώδους οὐσίας. Ἐφ' ᾧπερ ἀοράτως ὀχούμενος ἐπεδήμει συμπράττων ἐν Αἰγύπτῳ τοῖς αὐτὸν καταγγέλλουσιν. Κἂν ὅτε δὲ παῖς ὢν Αἰγυπτίοις ἐπεδήμησεν, εἴπωμεν ἀῤῥήτῳ δυνάμει, τῇ Χριστοῦ παρουσίᾳ νοητέον ἠσθενηκέναι τοὺς δαίμονας καθῃρημένης αὐτῶν τῆς δυνάμεως. Ὅτε καὶ ἐπαναστήσονται, φησὶν, Αἰγύπτιοι ἐπ' Αἰγυπτίους. Ἀντὶ δὲ τοῦ ἐπαναστήσονται, ἡττήσω μὲν Ἀκύλας Αἰγυπτίους Αἰγυπτίοις· συμβαλῶ δὲ Σύμμαχος εἴρηκεν· κατὰ τὸ, "Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν." Οἱ μὲν γὰρ προσέτρεχον, οἱ δὲ ἀντέτεινον τῷ κηρύγματι, ὡς διεστάναι πάντα μὲν οἶκον, πᾶσαν δὲ κώμην, καὶ πόλιν, καὶ χώραν. Νομοὺς γὰρ ἐκάλουν τὰς χώρας. Καὶ ἄλλως δὲ, δαιμόνων νόμος λατρείας τῷ κατὰ Χριστὸν ἀντετάσσετο πρὸς αὐτοῦ καθαιρούμενος 2148 λυομένης Αἰγύπτῳ τῆς ἐπὶ κακῷ συμφωνίας, ὃ δηλοῖ μάλιστα τὸ, στασιάσω καὶ συμβαλῶ. Τοῦτο γάρ ἐστι τὸ, ἔσονται μεμερισμένοι δύο ἐπὶ τρισὶ, καὶ τρεῖς ἐπὶ δυσίν. ∆ιὸ καὶ ταραχθήσεται τὸ Πνεῦμα τῶν Αἰγυπτίων, φησὶ, κατὰ Σύμμαχον δὲ ῥαγήσεται, σχισθήσεται δὲ κατὰ Θεοδοτίωνα. Κατὰ δὲ Ἀκύλαν πλαδαρωθήσεται. Ἃ δὴ πάντα ἐπὶ προκοπῇ τῶν Αἰγυπτίων γενήσεται, διασκεδαννυμένης τῆς δεισιδαίμονος ἐκείνων βουλῆς, ὅτε καὶ ἀποροῦντες κατὰ τὸ σύνηθες αὐτοῖς ἐπὶ χρησμοὺς καὶ μαντείας διαφόρους τραπήσονται. Ἐκ γῆς δὲ φωνοῦντας τοὺς νεκρομάντεις φησίν. Ἐγγαστριμύθους δὲ, τοὺς ἐκ τῆς αὐτῶν καρδίας, ἢ δαίμονος τοῦ ἐνοικοῦντος ἐρευγομένους, ὥσπερ οὖν καὶ γνώστας, τοὺς σπλαγχνοσκοποῦντας ἐκάλεσεν. Μάλιστα δὲ ταύταις τῶν Ῥωμαίων αὐτοῖς ἐπιόντων ἐκέχρηντο. Τούτους γὰρ σκληροὺς ὡς ἀνικήτους, καὶ πρὸς πᾶσαν ἧτταν ἀνενδότους καλεῖ. ∆ηλοῖ δὲ διὰ τούτων τῆς τῶν εἰδώλων καθαιρέσεως τὸν καιρὸν, τῆς τῶν Αἰγυπτίων βασιλείας ἐκβαλλομένης. Συνεισῆλθε γὰρ τῷ σωτηρίῳ κηρύγματι καὶ ἡ τῶν ἐν Αἰγύπτῳ βασιλέων καθαίρεσις· μᾶλλον δὲ καὶ αὐτῇ τῇ τοῦ Σωτῆρος γεννήσει ἐπὶ Αὐγούστου Καίσαρος γενομένη. ∆υνατὸς γὰρ ὢν οὗτος βασιλεὺς τὴν Αἴγυπτον πρῶτος τοῖς Ῥωμαίοις ὑπέταξε. Μεθ' ὃν ὁμοίως οἱ Ῥωμαίων ἅπαντες κραταιοὶ βασιλεῖς κατεδουλοῦντο τὴν Αἴγυπτον, στρατιωτικοὺς αὐτοῖς ἐκπέμποντες ἄρχοντας. Ὧν τὸ σκληρὸν ἐδήλωσε ∆ανιὴλ, σιδηρᾶν αὐτῶν τὴν βασιλείαν εἰπών. Καὶ θηρίον ἔχον ὀδόντας σιδηροῦς, καὶ ὄνυχας σιδηροῦς. Οἷς ἐπιφέρεται· Καὶ πίονται ὕδωρ Αἰγύπτιοι τὸ παρὰ θάλασσαν. Ἀνθ' οὗ φησιν Ἀκύλας, Ἀναποθήσεται ὕδατα ἀπὸ θαλάσσης. Ὁ δὲ Σύμμαχος, Ἀφανισθήσεται. Τροπικῶς δὲ θάλασσα, τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων διὸ καὶ ἀνωτέρω τὰ πολλὰ ἔθνη ὡς θάλασσαν ἔφη κυμαίνουσαν. Καὶ ἐν οἷς περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ διελάμβανεν, ἔλεγε· καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ταύτης δὲ τὸ πλῆθος καὶ Ἱερεμίας ἀκρίσιν ἀπείκασε καὶ δρυμῷ, λέγων· "Ἐκκόψατε τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πολὺ πληθυνεῖ ὑπὲρ ἀκρίδα, καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός." Ἡ δὲ τοῦ ποταμοῦ ἔκλειψις, τῆς βασιλείας ἐστὶ σημαντικὴ, ὡς κἂν τοῖς περὶ τοῦ ἐκ ῥίζης ἔφασκεν Ἰεσσαὶ, καὶ ἐπιβαλεῖ Κύριος τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν, καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ δὲ εἴρηται, Ὁ δὲ ποταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος. Μετὰ δὲ τὸν πρῶτον ποταμὸν, καὶ ἑτέρους ἐκλείψειν φησὶ καὶ τὰς διώρυγας, μετὰ τῆς βασιλείας καὶ τοὺς ἄρχοντας τοὺς κατὰ μέρος δηλῶν. Συναγωγὰς δὲ τὰς πολεμικὰς αὐτῶν δυνάμεις ἐκάλεσε. Καὶ Ἰεζεκιὴλ δὲ συνῳδὰ τούτοις φησί· Τάδε λέγει Κύριος· "Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Φαραὼ τὸν ἄρχοντα τὸν 2149 μέγαν, τὸν καθήμενον ἐν μέσῳ τῶν ποταμῶν αὐτοῦ." Μεθ' ὃ καί φησι· "Προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς πτέρυγάς σου." Καὶ μεθ' ἕτερα· "Καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν εἰς Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους." Καὶ πάλιν· "Ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου." Καὶ Ἱερεμίας δέ φησι· "Τίς οὗτος; ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ. Ὕδατα Αἰγύπτου [ὡς ποταμὸς ἀναβήσεται]. ∆ι' ὧν δηλοῦται τὰ