De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
νόμισμα δωδέκατον· εἰ δὲ ἐν μέρει νικήσῃ, ἡ διάκρισις ἐνέγκῃ τοῦ τοποτηρουμένου. 2.138 εἰ δὲ καὶ ἀστοχήσῃ, μηδὲν κερδαίνων κοπιᾷ· καὶ ἐάν, μηδὲν ποιοῦντος τοῦ τοποτηρουμένου, ἕτερος εἰσέλθῃ καὶ ἐπιτύχῃ τῶν ἐκ τῆς δείλης διδομένων ἐπάθλων, ὡς προείρηται, λαμβάνει· ἐὰν δὲ δείξῃ ὁ τοποτηρῶν ἆθλόν τί ποτε, καὶ κελεύσῃ ὁ βασιλεὺς φιλοτιμήσασθαι αὐτὸν τῇ τύχῃ τοῦ τοποτηροῦντος, οὐκ ἔχει ἄδειαν ὁ τοποτηρούμενος λαμβάνειν τί ποτε· εἰς ἀπολύσιμον δὲ ἱππικοῦ ἐὰν τοποτηρήσῃ, καὶ τὰ κατατρέχοντα τοῦ ἀπολυσίμου ἔπαθλα κατέλθωσιν, καὶ ἐπιτύχῃ ὁ τοποτηρῶν, λαμβάνει τρία δι' ὅλης τῆς ἡμέρας. Εἰ δὲ, ὡς προείρηται, ἆθλον δείξῃ, τὸ κατερχόμενον περισσὸν ἔπαθλον τοῦ τοποτηροῦντος τυγχάνει. Καὶ ἐπὶ χρόνον, ἐὰν συμβῇ τοποτηρεῖσθαι ὁ ἔχων τὴν βούλλαν ἡνίοχος, οὕτως ἡ συνήθεια κρατεῖ, καὶ τὰ ἔπαθλα καὶ τὰ φαῦστα τῷ τοποτηρουμένῳ ἁρμόζουσιν. Εἰ δὲ ἴδιον σκεῦος ἔχει ὁ τοποτηρῶν καὶ οὐ πατεῖ τὸ τοῦ τοποτηρουμένου, κομίζεται ὑπὲρ τοῦ σκεύους αὐτοῦ δι' ὅλης τῆς ἡμέρας νομίσματα τρία ἥμισυ ἐκ τῶν φαύστων, καὶ τὰ κατατρέχοντα αὐτῷ ἐκ τῶν συμβηγαρίων αὐτοῦ πρὸς συνήθειαν, ἐξ οἵου μέρους ἐστίν. Τοῦ δὲ Θεοῦ παρέχοντος τὴν νίκην, ὁ τοποτηρῶν εἰς τὸ σκεῦος οὐκ ἀναβαίνει χορεῦσαι, εἰ μὴ ὁ ἔχων τὴν βούλλαν καὶ φακτιονάριός ἐστιν καὶ μικροπανίτης· καὶ ἐὰν τοποτηρῇ φακτιονάριον, εἰς τόπον αὐτοῦ περιπατεῖ ἐκ δεξιῶν τοῦ μικροπανίτου, ὁμοίως καὶ ἐὰν τοποτηρῇ τὸν μικροπανίτην, εἰς τὰ ἀριστερὰ τοῦ φακτιοναρίου. Εἰ δὲ συμβῇ ἀστοχῆσαι ἐκ τῶν ἐχόντων τὴν βούλλαν ἡνιόχων, ἢ ἀπολείψει παντελῶς διὰ οἱασδήποτε προφάσεως, ἐπαίρεται ὁ πέμπτος ἡνίοχος ἢ καὶ ἐκ τῶν λοιπῶν βηγαρίων οἷος χρησιμώτερός ἐστιν· ἐὰν δὲ καὶ ἐξ ἑτέρου μέρους ἐστὶν ὁ ἐπιλεχθεὶς βηγάριος, καὶ θέλουσιν αὐτὸν οἱ ἴδιοι 2.139 αὐτοῦ κρατῆσαι εἰς τὸ μέρος αὐτῶν, ἀποδώσουσι τὸν μικροπανίτην, καὶ προβιβάζουσι τὸν βηγάριον εἰς τὸν τόπον τοῦ ἀναχωροῦντος. Ὁ δὲ τοποτηρῶν ἐάν ἐστιν ἐκ τοῦ ἐναντίου μέρους, ὡς φορεῖ, οὕτως ἐπαίρεται καὶ ἡνιοχεῖ, καὶ βάλλει πανὶν σημεῖον τὸ λεγόμενον ἀλλιπανίσιν πρὸς ἕνα ἱππικόν. Ἐὰν δὲ μετασταθῇ εἰς τὸ μέρος, ἔνθα τοποτηρεῖ, φορεῖ καὶ γυμναστίκιν κατὰ τὸ μέρος.
Περὶ διβερσίου.
∆είλης, κελεύοντος τοῦ βασιλέως γενέσθαι τὸ διβέρσιον, κατέρχεται ὁ ἀκτουάριος, καὶ φέρει τοὺς δʹ ἡνιόχους καὶ τῶν δύο μερῶν τοὺς ἐπιστάτας καὶ τοὺς θεωρητὰς εἰς τὸ πρῶτον σημεῖον, καὶ ἐπιτρέπει αὐτοῖς ποιῆσαι τὸ διβέρσιον καὶ ἀνταλλάξαι τοὺς ἵππους. Καὶ φέρουσιν οἱ ἡνίοχοι τοὺς ἀφέτας, τὰ ἱππάρια, τοὺς θυρανοίκτας καὶ τοὺς θεωρητάς, καὶ παραδιδοῦσιν ἀλλήλοις τὰ ἅρματα, μὴ ἀναλύοντες τὴν κομβίναν τῆς πρωϊνῆς τοῦ αʹ βαΐου μηδὲ τὰ κάγκελλα, ἀλλ', ὡς εἴρηται, ἀντιπαραδιδοῦσιν τοὺς ἵππους καὶ τοὺς ὑπουργοῦντας, ὡς γνωρίζοντας τάς τε ἕξεις καὶ τὰ κατάθηκα αὐτῶν. Τὰ δὲ σκεύη οὐκ ἀντικαταλλάσσονται, ἀλλ' ἕκαστος εἰς τὸ ἴδιον σκεῦος πατεῖ, καὶ πληροφοροῦσιν ἀλλήλους, μὴ προδοῦναι ἅρμα ἀτάκτως προφάσει δόλου, φοροῦσιν δὲ πανία σημεῖα, μηνύοντα ὁ τοῦ Βενέτου Πράσινον, ὁ τοῦ Πρασίνου Βένετον, ὁ τοῦ Λευκοῦ Ῥούσιον, ὁ τοῦ Ῥουσίου Λευκόν. Καὶ οἱ νικῶντες ἀπέρχονται εἰς τὸν δῆμον ὅθεν εἰσὶν οἱ ἵπποι, καὶ μετὰ τὸ λαβεῖν τὰ ἔπαθλα, στεφομένων αὐτῶν ἐκ τοῦ βασιλέως, ἀπέρχονται εἰς τὸν αὐτῶν δῆμον. Λέγουσιν αὐτοὶ ἄκτα. Ἐὰν δὲ ἀντιπαραδιδόντες οἱ τέσσαρες ἡνίοχοι τὰ ἅρματα 2.140 μὴ ἀντιπαραδώσουσιν τοὺς ἀφετοθυρανοίκτας, μηδὲ τοὺς θεωρητὰς εἰς τὰ κάθηκα, καὶ οἱ νικῶντες ἡνίοχοι εἰς τὸν ἴδιον δῆμον ἀπέρχονται μετὰ τῶν ἀντικαταλλαγέντων ἵππων, καὶ ἐκεῖ κράζοντος τοῦ δήμου τὰ ἴδια ἄκτα, λαμβάνουσι τὰ ἔπαθλα, ἐπειδὴ οἱ θεωρηταὶ πρὸς συνήθειαν κατὰ Ἱπποδρομίαν παρίστανται, καὶ τὰ κάθηκα ἀλλήλων τηροῦσι διὰ καιρὸν διβερσίου. Ἐὰν δὲ νικήσωσιν οἱ λειπόμενοι ἵπποι δι' ἐπιμελείας καὶ μόχθου τῶν μετελθόντων ἡνιόχων, εἰς τὸν δῆμον τὸν ἴδιον ἔρχονται, ἤγουν, ὧν τὰ ἱππάρια ὑπάρχουσιν, καὶ ἐκεῖ λαμβάνουσι τὰ ἔπαθλα.
Περὶ μερίδων.
Κατέρχονται εἰς τὸν Ἱππόδρομον τοῦ Ἁγίου Σεργίου οἱδύο δήμαρχοι καὶ οἱ δύο