Ἄργος δὲ καὶ ὧδε ἡ Πελοπόννησος, οὗ ἡ Κόρινθος ἐν μυχῷ, τουτέστιν ἔνδον, οὐ μὴν ἐν μυχαιτάτῳ καὶ ἐνδοτάτῳ. τοῦτο γὰρ ψεῦδος ἁπλῶς οὕτω εἰπεῖν διὰ τὸ ἰσθμίαν εἶναι τὴν Κόρινθον, περὶ ἧς καὶ ἡ Βοιωτία δηλοῖ. Ἥδοιτο δ' ἄν, ὡς εἰκός, ὁ ∆ιομήδης ἐνταῦθα, ὁ τὰ κατὰ Πελοπόννησον εὖ εἰδώς, ἀκούων τοῦ ξένου Γλαύκου διδασκαλικῶς περιηγουμένου κατ' ἦθος ἀφελές, ποῦ ἡ Κόρινθος. Πλατὺ δ' ἐνταῦθα τὸ τοῦ Γλαύκου ἀφήγημα καὶ ἡδὺ ὡς πολυειδές, δι' οὗ, ὡς τὰ κατὰ μέρος δηλώσει, πολλὰ ἱστορεῖται, οἷον περὶ Σισύφου, οἷος καὶ ὅθεν ἦν καὶ τίνες οἱ ἐξ αὐτοῦ, περὶ τοῦ ἐγγόνου Βελλεροφόντου, τοῦ καὶ 2.267 καλοῦ καὶ ἀνδρείου καὶ σώφρονος, εἰ καὶ ἄλλως καθ' Ἡρακλῆν ἐδυσπράγει, δεδμημένος ὑπὸ σκήπτρῳ τῷ τοῦ Προίτου ἀνὴρ πολὺ φέρτερος ἐκείνου, περὶ τοῦ κατὰ τὴν δύσερων Ἄντειαν ἔρωτος, καὶ ὡς ὑπ' ἐκείνης ὁ καλὸς διεβλήθη ἀτυχησάσης οὗ κακῶς ἐπεθύμει, καὶ ὡς διὰ τοῦτο εἰς Λυκίαν ἀφωρίσθη φέρων τὸν καθ' ἑαυτοῦ πίνακα τῷ τοῦ Προίτου πενθερῷ Ἰοβάτῃ, καὶ ὡς ἐκεῖ ἀριστεύσας κατὰ Χιμαίρας καὶ Σολύμων καὶ Ἀμαζόνων καὶ λοχιτῶν Λυκίων καὶ θαυμασθεὶς ἔγημεν ἀδελφὴν τῆς διαβόλου Ἀντείας, καὶ ὡς τέμενος γῆς ἔλαβε πρὸς τοῦ δήμου καλόν, καὶ τίνας ἔτεκε καὶ οἷον τέλος ἀπέβη αὐτῷ καὶ τοῖς ἐξ αὐτοῦ, ὧν ἑνὸς υἱὸς ὁ Γλαῦκος ἦν. (ῃ. 153 ς.) Ὅτι ἐπαναλαμβάνει ὁ ποιητής, ὥσπερ πρὸ μικροῦ τὰ «φύλλα» διὰ σύστασιν καὶ διδασκαλίαν σαφῆ, οὕτω καὶ νῦν πρὸς θαῦμα τὸν Σίσυφον, δὶς ὀνομάσας αὐτόν, οὐκ ἀνομοιοπτώτως μέντοι, ὡς ἐκεῖ τὸ φύλλα, ἀλλὰ κατὰ ὁμοιότητα πτώσεως, ὅσπερ δὴ συνήθης τρόπος ἐστὶν ἐπαναλήψεως. καθόλου γὰρ ἡ ἐπανάληψις, εἰ μὴ καινοπρέπειαν ἔχει, συντρέχει τῇ φθασάσῃ λέξει κατὰ τὸ ἀπαράλλακτον. οἷον «ἔνθα Σίσυφος ἦν, Σίσυφος Αἰολίδης» καὶ «Αἰθίοπας μετεκίαθεν, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται», ὃ δὴ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου καὶ σημειοῦνται οἱ παλαιοί, ὡς ἅπαξ ἐκεῖ ἐν Ὀδυσσείᾳ ἐπανέλαβεν Ὅμηρος πολλάκις τοῦτο ποιήσας ἐν τῇ Ἰλιάδι. (ῃ. 154)Ἰστέον δὲ ὅτι τὸν Αἰόλον, τὸ κύριον, ἐξ οὗ Αἰολίδης Σίσυφος, βούλεται ἡ τέχνη τῶν διαφόρως τονουμένων λέξεων προπαροξύνεσθαι πρὸς διαφορὰν τοῦ αἰόλος ὁ ποικίλος. Αἴολος γάρ, φησί, τὸ κύριον. Ὅτι ὁ Αἰολίδης Σίσυφος, ὁ τοῦ Λυκίου Γλαύκου πρόγονος, κέρδιστος ἦν ἀνδρῶν, ὅ ἐστιν ἐντρεχέστατος, συνετώτατος, ὡς ὁ Γλαῦκός φησι. μέση δὲ λέξις ἐστὶ τὸ κέρδιστος. οὐ γὰρ ἐθέλει βλασφημεῖν ὁ Γλαῦκος τὸν πρόγονον, κλεπτίστατον ἀληθῶς ὄντα καὶ ὑπὲρ τὸν τοῦ Ὀδυσσέως πάππον Αὐτόλυκον, ὡς ἡ ἱστορία βούλεται, ὃς καὶ τὸν Θάνατον δεσμοῖς, ὡς ὁ μῦθός φησι, καρτεροῖς ἔδησεν ἐπιπεμφθέντα 2.268 αὐτῷ, ὅτε τῷ Ἀσωπῷ ζητοῦντι τὴν θυγατέρα Αἴγιναν ἁρπαγῆναι αὐτὴν ὑπὸ ∆ιὸς κατεμήνυσεν, ὁπηνίκα καὶ συνέβαινε, φασί, μηδένα τῶν ἀνθρώπων θνῄσκειν, ὡς τοῦ Θανάτου ἐν δεσμοῖς ὄντος, ἕως αὐτὸν ὁ Ἄρης ἔλυσεν. Ἔοικε δὲ ὁ Σίσυφος εἰρηναίαν ἀρχὴν ἄρξαι καὶ τοῖς ὑπ' αὐτὸν ἀκίνδυνον. ∆ιὸ καὶ δῆσαι τὸν Θάνατον λέγεται, ὁποίῳ δή τινι λόγῳ καὶ Ὦτος καὶ Ἐφιάλτης τὸν Ἄρηνδῆσαι ᾄδονται, ἄχρις οὗ πάλιν τῆς εἰρήνης λυθείσης παρεισεφθάρη ὁ βροτολοιγός. Τυχὸν δὲ καὶ ἀκεσώδυνα ἐξεῦρέ τινα καὶ νόσων ἀντίπαλα, ὡς δοκεῖν καὶ οὕτω δῆσαι τὸν Θάνατον. Ὅτι δὲ σοφὸς ἦν, καὶ ἡ κλῆσις ὑπεμφαίνει. τὸ γὰρ Σίσυφος ταὐτὸν κατὰ τοὺς παλαιοὺς δύναται τῷ θεόσοφος, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, σιοῦ μὲν τοῦ θεοῦ παρὰ Πελοποννησίοις καλουμένου, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, τοῦ δὲ σοφοῦ συφοῦ λεγομένου Αἰολικῶς, καθὰ καὶ τὸ ὄνομα ὄνυμα καὶ τὸ ἀσσότερον ἀσσύτερον καὶ ἀγορά ἄγυρις, ὅθεν καὶ ἡ ὁμήγυρις καὶ πανήγυρις, καὶ ταναόποδα ταναύποδα, καὶ ὄπτιος ὕπτιος. Ὅσα δὲ καὶ θανὼν μυθεύεται δολιεύσασθαι Σίσυφος καὶ ὡς ἐν Ἅιδου λίθον δι' αὐτὰ κυλίει [καὶ ὡς ἐξ αὐτοῦ Σισυφεὺς παρὰ Λυκόφρονι ὁ σοφὸς ἀριθμητής], δῆλα ἐν ἄλλοις. (ῃ. 154-205) Τούτου υἱὸς Γλαῦκος ὁ παλαιός, οὗ ἀμύμων Βελλεροφόντης, «ᾧ», φησί, «θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν», ἅπερ σπανίως ἔστιν ἐφ' ἑνὶ συνδεδραμηκότα ἰδεῖν. Τούτῳ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια ἤτοι, κοινότερον εἰπεῖν καὶ μὴ Ἀττικῶς, ἐπεμάνη ἐν