108
πλήθη τῶν παρ' αὐτοῖς στρατευομένων, ὧν μέσων ἐγκαθήμενον τὸν δράκοντα εἰκὸς ἦν μεγαλαυχεῖν. Ἰχθύας δὲ τοὺς ὑποκειμένους τοῖς κατὰ μέρος νοήσομεν ἄρχουσιν. Ἐκεράτιζε δὲ τοῖς ὑπ' αὐτῷ στρατευομένοις οὓς καὶ καταπατεῖν αὐτὸν ἔφη τυραννικῶς δυναστεύοντα. Τροπικῶς γάρ φασιν ἀνάγκη ταῦτα νοεῖν, ὡς καὶ τὸ πρόσθεν ῥηθὲν ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον, οὗ οἱ ποταμοὶ διήρπασαν τὴν γῆν. Εἰ μὲν οὖν ἐπὶ τούτοις καὶ ἀνθρώπων ἀφανισμὸν ἐπῆγεν ἡ προφητεία, οὐδὲν ἐλείπετο ζητεῖν. Ἀκόλουθον γὰρ ἦν καὶ τὰ ζῶα πᾶσι τοῖς ὕδασι συναπόλλυσθαι. Νῦν δὲ μετὰ τὴν τῶν ὑδάτων ἀπώλειαν, πολυπληθίας ἐσομένης κατ' Αἴγυπτον μέμνηται, καὶ ὡς ἔσται θυσιαστήριον Κυρίῳ, ἐν ᾧ θύσειν τοὺς Αἰγυπτίους [φησί]. Καὶ πῶς ἐγίνοντο, εἰ τὸ ὕδωρ ἅπαν ἐξέλιπεν; ὅθεν τροπικῶς νοητέον ταῦτα σημαίνοντα τῶν Αἰγυπτίων τὴν βασιλείαν καὶ τὰ πλήθη τῆς μαχίμου δυνάμεως. Ἄλλοι δὲ ῥητῶς τὰ προειρημένα νοοῦντές φασιν, ὡς Οὐασπασιανὸς τὴν Ἰουδαίαν ἑλὼν κατ' Αἰγυπτίων ἐστράτευσε. Καὶ Θεὸς αὐτῷ κατὰ πάντα ποιήσας, πᾶσαν ὑδάτων συναγωγὴν ἀπεξήρανεν, ὡς ὑδάτων ἐνδείᾳ, τοῖς παρ' αἰγιαλὸν ὀρύγμασιν πότιμον πῶς ὕδωρ Αἰγυπτίους ζητεῖν, δι' ὧν τὸ τῆς θαλάσσης διηθούμενον ὕδωρ ποτιμώτερον γίνεται. Τότε φασὶν εἰς Αἴγυπτον ἐλθεῖν καὶ τοὺς τὸ σωτηρίον κήρυγμα διαγγέλλοντας. Τῶν δὲ τὴν Αἴγυπτον οἰκούντων οἱ μὲν τὰ πεδία, οἱ δὲ τὰ ἕλη κεκλήρωνται, οἵπερ ἕλιοι καὶ βουκόλοι διὰ πλῆθος τῶν παρ' αὐτοῖς γινομένων βοῶν ὀνομάζονται. Χρῶνται δὲ οὐ σίτῳ καὶ οἴνῳ τούτων ἀποροῦντες, ἰχθύσι δὲ καὶ γάλακτι καὶ ζύψῳ καὶ τοῖς ἐξ ἑλῶν ἁπαλοῖς τεμνομένοις οἳ καὶ τὸ λινὸν ἐργαζόμενοι τὸ σχιστόν. Ὧν ἔνδεια, φησὶ, πάντων ἐκλελοιπότων τῶν ὑδάτων γενήσεται. Οἱ δὲ τὴν πρώτην ἐκδεδωκότες ἐξήγησιν, καὶ τοῦτον αὖθις ἀλληγοροῦσι τὸν τρόπον. Νόει ποταμὸν λέγοντες καὶ τὴν πάλαι παρ' Αἰγυπτίοις φιλοσοφίαν ἀκμάζουσαν. Εἴρηται γὰρ, καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἧς λόγος ἔῤῥει πολύς. Οὗ μέρη καὶ ποταμοὶ καὶ διώρυχες τῶν καθ' ἕκαστον παρ' αὐτοῖς μαθημάτων οἱ λόγοι, ἐξ ὧν ἐφύοντο οὐκ 2152 ἐλαία καὶ ἄμπελος, οὐκ ἀναγκαῖον ἢ κάρπιμον οὐδὲ ἓν, κάλαμος δὲ καὶ ἄχι, καὶ πάπυρος. Ὁ δὲ δράκων, ὃν ἔπλασεν ἐμπαίζειν αὐτῷ, παρ' Ἰὼβ λέγεται κοιτάζεσθαι παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον. Καὶ Ἰεζεκιὴλ δὲ τὸν Φαραὼ κέκληκε δράκοντα· Ἵν' οὖν ἐκλείπῃ ταῦτα, δράκων τε Αἰγύπτιος, καὶ ἡ τούτου φιλοσοφία, Κύριος εἰκότως τούτοις ἐπιδημεῖ, ταῦτα μὲν παύων τῇ παρουσίᾳ, ἀντιδοὺς δὲ ποτὸν καινῶν ὑδάτων σωτήριον, περὶ οὗ πρόσθεν ἐλέγετο, καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἀντὶ ποταμοῦ ποταμὸν, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ὁρᾷς ὡς ἐπὶ ὠφελείᾳ ταῦτα τῶν Αἰγυπτίων θεσπίζεται; ∆ιὸ κατὰ τοὺς ἑβδομήκοντα λέγεται τὸ, πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν. ὁ δὲ ποταμὸς ἐκλείψει. Μὴ ὑφεστῶτος γὰρ ὕδατος Αἰγυπτιακοῦ, μηδὲ ποτίμου τοῦ θαλαττίου τυγχάνοντος, καινὸν ὕδωρ αὐτοῖς ἐπαγγέλλεται. Ἀλλὰ γὰρ ἐκλειπόντων τῶν Αἰγυπτιακῶν ὑδάτων, οἱ θηραταὶ τῶν ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, πενθήσειν λέγονται τυγχάνοντες ἐναντίοι τοῖς, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· ∆εῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Ἐκεῖνοι γὰρ διὰ τῆς παρ' αὐτοῖς φιλοσοφίας καὶ γοητείας, τὰς ψυχὰς ἐδελέαζον οἱονεὶ σαγήνῃ, ταῖς τῶν λόγων πλοκαῖς συλλαμβάνοντες. Ἐναντία δὲ ταύτῃ σαγήνῃ περὶ ἧς εἴρηται· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων. Τὸν λόγον τὸν περὶ τῆς βασιλείας τῆς παραβολῆς καὶ ἰχθύας τοὺς ἀνθρώπους ὑποδηλούσης. Πενθοῦσιν οὖν, ὡς μηκέτι διὰ τὸν παύσαντα Χριστὸν ἔχοντες ἐργασίαν, κατὰ τὸ, "Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω." Καὶ τοὺς ἐργαζομένους τὸ λίνον, οὐ τὸ στέῤῥον καὶ ἀῤῥαγὲς, ἀλλὰ τὸν λόγον τὸν διεῤῥωγότα καὶ ἐσχισμένον. Καὶ βύσσος δὲ τοῦ τῶν Αἰγυπτίων ἠρδεύετο ποταμοῦ. Οἱ τοίνυν τούτων ἐργάται στενάξουσιν, ὅτε μηκέτι αὐτοῖς πρὸς περιβολὴν,