De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
φακτιονάριοι καὶ οἱ δύο μικροπανίται, καὶ οἱ ἐπιστάται καὶ οἱ θεωρηταὶ καὶ οἱ βηγάριοι καὶ τὰ πρωτεῖα. Αὐτῶν δὲ τῶν πρωτείων μὴ τολμώντων λαλῆσαι ῥῆμα ἕν, ὁρίζουσιν ἕνα ἐκ τῶν δʹ ἡνιόχων, καὶ ὀμνύει ἐπὶ πάντων ὅτι οὐχ ἑτερομερήσει. Καὶ ἐξ οἵου μέρους ὁρισθῇ ὁ ἡνίοχος, ἐκ τοῦ ἑτέρου μέρους ὁ θεωρητὴς καὶ οἱ δύο ἐπιστάται ἐκβάλλουσιν τοὺς ἵππους ἐκ τοῦ στάβλου, καὶ ὡς δοκεῖ τῷ ὀμόσαντι, στοιβάζει, ἀπὸ Βενέτου ἵππον ἕνα, ἀπὸ Πρασίνου ἵππον ἕνα, ἀπὸ Λευκοῦ ἵππον αʹ, ἀπὸ Ῥουσίου ἵππον αʹ, καὶ ἀποτελοῦσιν ἅρμα πρωτοβαΐτας δʹ, δευτεροβαΐτας δʹ, τριτοβαΐτας δʹ, εἰς τὸ τετράδρομον δʹ. Καὶ ὅτε κατασταθῶσιν τὰ ιϛʹ ἅρματα, λαγχάνουσιν οἱ τρεῖς οἱ μὴ ὀμόσαντες, καὶ κατὰ τὸν ὄρδινον τοῦ λαχμοῦ ἐπαίρει ὁ πρῶτος οἷον θέλει, καὶ τὴν περισσείαν ἐπαίρει ὁ μερίσας. Εἰ δὲ καὶ οὐ θέλουσιν τὰ ιϛʹ ἅρματα 2.141 μερίσαι, εἰ μὴ μόνον τὰ δʹ μερίζει λόγῳ πρώτου βαΐου, καὶ μερίζονται, ὡς γέγραπται, καὶ τὰ λοιπὰ ἐκβαίνουσιν εἰς τοὺς ἰδίους τόπους. Ὅσα δεῖ παραφυλάττειν ἡνίοχον, ἀγομένου τοῦ βαΐου. Ἡνίοχος φακτιονάριος ἢ μικροπανίτης, τοῦ βαΐου ἀγομένου, ἐὰν ἐμπέσῃ εἰς τὰς τάβλας, οὐκ ἔχει ἐξουσίαν ἐκβάλαι τὸ κασσίδιον αὐτοῦ, ἀλλὰ μετὰ τοῦ κασσιδίου πεζεύει, καὶ κατέρχεται ἕως τῶν θυρῶν. Ἐὰν δὲ λάχῃ ἐπὶ τὴν βασιλικὴν τάβλαν πεσεῖν αὐτόν, οὐκ ἔχει ἐξουσίαν εἰς τὸ Π, ὅπου οἱ παλαιστρίται παλαίουσιν, ἔμπροσθεν τοῦ Καθίσματος, ἐπικόψαι, ἀλλὰ ἢ ἔσωθεν ἐπὶ τὸν τοῖχον ἢ ἔξωθεν ἐπὶ τὸν Εὔριπον μετὰ τοῦ αὐτοῦ κασσιδίου καταβαίνει εἰς τὰς θύρας· ἐὰν δὲ πέσῃ βηγάριος καὶ λάχῃ αὐτὸν πεζεῦσαι, τὸ κασσίδιν ἐκβάλλει, καὶ οὕτως ἀκασσίδωτος καταβαίνει ἕως τῶν θυρῶν. Ἡνίοχος ἐὰν λάβῃ ῥάξιν εἰς τὸν καμπτὸν τοῦ Βενέτου, καὶ ἀπέλθῃ ἕως τοῦ σχοινίου, ἤγουν τῆς δευτέρας λευκῆς, καὶ πατήσῃ ὁ ἀριστερὸς αὐτοῦ τὴν αὐτὴν δευτέραν λευκήν, ἔπαυσεν. Ἡνίοχος, ἀγομένου τοῦ βαΐου, ἐὰν ζυγώσῃ μετὰ τοῦ ἐναντίου αὐτοῦ, καὶ δυνηθῇ ἁπλῶσαι τὴν χεῖρα αὐτοῦ καὶ ἀποκασσιδῶσαι αὐτόν, κἂν ὀπισθότερός ἐστιν, ἐνίκησεν, καὶ ὁ ἀποκασσιδωθεὶς ἐλείφθη. Ἡνίοχος, ἀγομένου τοῦ βαΐου, ἐὰν ἐκπέσῃ τὸ κασσίδιον αὐτοῦ, κἂν ἔμπροσθέν ἐστιν, καὶ τρέχουσιν οἱ ἵπποι αὐτοῦ πλείω τῶν ἁρμάτων ὅλων, ἃς ποιήσῃ περισσὴν καὶ παύσει.
2.142 Περὶ τοῦ κρεμάσαι καὶ ἀποκρεμάσαι.
Εἰδέναι δεῖ ὅτι, ἐὰν κρεμάσῃ, καὶ τὴν ἡμέραν τοῦ ἱππικοῦ συμβῇ γενέσθαι ἀέρα, καὶ οὐκ ἀχθῇ τὸ ἱππικόν, κἂν τὰ ὄργανα κατέλθωσιν ἀπὸ τῆς ἰδίας αὐτῶν στάσεως, τὸ δὲ βηλάριν κρέμαται, ἡ κομβίνα τῶν ἱππαρίων καὶ τὰ κάγκελλα αἴρονται κατὰ τὴν κυλίστραν, ὁσασδήποτε ἡμέρας μείνει τὸ βηλάριν κρεμάμενον, εἰ δὲ ἐπαρθῇ τὸ βηλάριν, κἂν τάχα τὰ ὄργανα ἵστανται, ἡ κομβίνα καὶ τὰ κάγκελλα ἀναλύονται. Περὶ ἵππου ἀπολύοντος. Ἵππος ἐὰν ἀπολύσῃ, χρὴ ἀπελθεῖν τῶν δύο μερῶν τοὺς μαΐστωρας, καὶ ἐὰν ἔχει σωτηρίαν, κατέρχεται ἐπὶ τὸ ∆ιίππιν εἰς τὸν στάβλον, δεδεμένης τῆς οὐρᾶς αὐτοῦ. Εἰ δὲ καὶ πληροφορηθῶσιν ὅτι τελείαν ἀπέλυσεν, λύοντες τὴν οὐρὰν αὐτοῦ καὶ τὰ καλάβρικα ἐκ τῶν ποδῶν αὐτοῦ, ἐκβάλλουσιν αὐτὸν τὴν Νεκράν.
Περὶ πρόβας.
Ἡνίοχος φακτιονάρις ἢ μικροπανίτης εἰς τὴν πρόβαν αὐτοῦ ἐὰν ἐκβάλλει τὸ κασσίδιν αὐτοῦ, οὐκ ἔτι ἔχει ἐξουσίαν ἄλλο ζεῦξαι, ἐὰν δέ ἐστιν βηγάριος, καθὼς κατέλθῃ ἐκ τοῦ σκεύους, τὸ κασσίδιν ἐκβάλλει, καὶ ὅσα ἐπιτραπῇ παρὰ τοῖς πρώτοις ἡνιόχοις ζευγνύει. 2.143 ΟΘ (Οʹ) Μηνὶ Μαΐῳ ιαʹ τελεῖται τὸ ἱππικὸν τοῦ γενεθλίου ταύτης τῆς
θεοφυλάκτου καὶ βασιλίδος πόλεως οὕτως· Εἰσέρχεται τῇ πρὸ μιᾶς τοῦ αὐτοῦ ἱππικοῦ ὁ πραιπόσιτος πρὸς τὸν βασιλέα, καὶ δηλοῖ αὐτόν, εἰ κελεύει ἀχθῆναι τὸ ἱππικόν. Ὁ δὲ τῆς καταστάσεως εἰσάγει τὸν θεσσάριον, καὶ ἵστησιν αὐτὸν ἔνδον τῆς εἰσαγούσης πύλης ἀπὸ τῆς Θερμάστρας εἰς τὸν Λαυσιακόν. Ὁ δὲ πραιπόσιτος,