109
καὶ κόσμον τῆς παρ' αὐτῶν σοφίας εὐπορεῖτο τὰ τούτων ὑφάσματα λόγοις τὸ ψεῦδος καλύπτουσιν ἀπατηλοῖς τε καὶ πιθανοῖς. Μεθ' ὧν στενάξουσι καὶ οἱ τὸν νόθον οἶνον, οὐ τὸν ἐξ ἀμπέλου κατασκευάζοντες. Ὧν δὴ πάντων χορηγὸς ὁ Αἰγυπτιακός ἐστι ποταμὸς, οὗ ἀποτρέπων ἕτερος προφήτης φησί· Τί σοι καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηών; Τὰ δὲ τούτων ἑξῆς περὶ ἀφανῶν ἀρχόντων προλέγεται, οἳ ταῖς περιφανέσι καὶ μεγίσταις ἐφέδρευον πόλεσι, τῇ τε Τάνει καὶ Μέμφει. 9Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι, ὡς γυναῖκες, ἐν φόβῳ, ἐν τρόμῳ, ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις 2153 εἰς φόβητρον. Πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ' αὐτοὺσ9, κ.τ.λ. ... ἐν κρίσει τοὺς θλίβοντας μετερχόμενος. Τούτῳ γὰρ τῷ τρόπῳ καὶ γνώσονται τὸν Κύριον ἐν τῷ τῆς θλίψεως καιρῷ, ὃν ἡμέραν ἐκάλεσε. Τινὲς δὲ πρὸς αὐτὴν ὅλως τὴν ἐπιδημίαν τὸν λόγον ἐξέλαβον. Τῆς γὰρ ἀνθρωπίνης φύσεως ὑπὸ τῶν δαιμόνων τυραννουμένης, φορτίῳ τε κακῶν συνεχομένης πολλῷ, ὡς αὐτοῦ βοῶντος τοῦ πράγματος, Θεὸς τὸ γένος ἠλέησεν. Οὕτω γὰρ λέγεται καὶ αἷμα τοῦ Ἄβελ βοᾷν, τὴν ἀτοπίαν τοῦ πράγματος βδελυξαμένου Θεοῦ. Πῶς γὰρ ἐκάλουν, φασὶν, ὃν ἠγνόουν τὸ πρότερον, ἀλλ' ἢ δι' ὧν ἔπασχον μόνον, ὅτε καὶ τὸν Λόγον αὐτοῖς ἐν ἀνθρωπείᾳ πέμπει μορφῇ; Καὶ σέσωκε κρίνων, τουτ' ἔστι δικαίαν ἐπ' αὐτοῖς ἐκφέρων τὴν κρίσιν, σειραῖς ζόφου τοὺς θλίβοντας παραδούς. ∆ιό φησιν αὐτός· Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Οὕτω Χριστὸς ἐδίκασε τυράννῳ καὶ κόσμῳ, εἵλκυσέν τε καὶ τοὺς Αἰγυπτίους πρὸς ἑαυτόν· ἀνθ' ὧν χαριστηρίους θυσίας ἐκτελοῦσιν ἐπαγγελλόμενοι, μέχρι τε παντὸς τοῖς τῆς πίστεως ἐναθλοῦσιν ἀγῶσι κατὰ τό· "Εὔξασθε καὶ ἀπόδοτε." Ἐπιστῆσαι δὲ τὸν νοῦν ἀναγκαῖον, ὡς καινοῦ νόμου καὶ Καινῆς ∆ιαθήκης παρίστησιν ὁ λόγος εἰσαγωγήν. Μωσέως γὰρ ἀπαγορεύσαντος ἐκτὸς, Ἱερουσαλὴμ μὴ δεῖν γενέσθαι θυσιαστήριον, καὶ τὴν τοῦ Λευῒ μόνην ἱερατεύειν φυλὴν ἐπιτάξαντος, πῶς ἡ προφητεία θυσιαστήριον ἐν Αἰγύπτῳ καθίστησιν, ἱερέας τε Θεοῦ τοὺς Αἰγυπτίους γενέσθαι φησί; Κατὰ δὲ τὸν Ἀπόστολον, μετατιθεμένης ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Μετὰ δὲ τὰ εἰρημένα φησὶν ὁ προφήτης· Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῆ, καὶ ἰάσεται αὐτούς. "Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται." Πληγὴν οὖν ἐπάγει τοῖς Αἰγυπτίοις, ὅτ' ἂν τύχωσι τούτου δεόμενοι, μὴ μηκύνων αὐτοῦ τὴν ὀργήν. Τινὲς δέ φασιν ὡς πληγὴν καλεῖ τὴν ὑπὸ Ῥωμαίοις δουλείαν, δι' ἧς αὐτοὺς ἰάσατο, πάροδον εἰς αὐτοὺς παρασχὼν τῷ σωτηρίῳ κηρύγματι. Πρότερον γὰρ οὐκ ἦν ἐπιφοιτᾷν ἀμίκτως διακειμένοις. Πλὴν ὠφελείᾳ, καὶ οὐ θυμῷ πληγὴν ἐπάγει Θεός. Ὅπερ εἰδότες οἱ προφῆταί φασι· "Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ." Καὶ πάλιν· "Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν." Καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ φησιν· Ἐν πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ. Μεθ' ἅ φησι· Τῇ ἡμέρᾳ ἐκείνῃ, κατὰ τὸν αὐτὸν δηλονότι καιρὸν, ἔσται ὁδὸς Ἀσσυρίοις πρὸς Αἰγυπτίους, οὔτω λέγων κατὰ τὴν παλαιὰν συνήθειαν, τούς τε Συρίαν καὶ Μεσοποταμίαν οἰκοῦντας, οἳ τοῖς Αἰγυπτίοις πολέμιοι διετέλεσαν, ὅτε πρὸ τῆς Ῥωμαίων ἀρχῆς ἰδίοις βασιλεῦσιν ἐκέχρηντο· 2156 οὗτοι μὲν τοῖς ἀπὸ Ἀντιόχου, Πτολεμαίοις δὲ ἐκεῖνοι· μέσοι δὲ ὅντες Ἰουδαῖοι ὑπ' ἀμφοτέρων ἀνὰ μέρος ἐβάλλοντο. Χριστὸς δὲ παραγενόμενος, ἡ πάντων εἰρήνη, οὐ μόνον τὰ ἐπίγεια τοῖς ἐπουρανίοις συνῆψεν· ἀλλὰ καὶ τὰ ἔθνη πρὸς ἄλληλα. Καθὰ καὶ ταῦτα τὰ τρία δυσμενῶς διακείμενα, καὶ μιᾶς ἠξίωσεν εὐλογίας, ὡς μηκέτι τὸν Ἰσραὴλ κατεπαίρεσθαι λαὸν Θεοῦ χρηματίζοντα καὶ μόνον εὐλογημένον. Πάντες γὰρ εὐσέβειαν ἐδιδάχθησαν, καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης ἀντέχεσθαι. Τὰς γὰρ μαχαίρας εἰς ζιβύνας συγκόψαντες, ταύτας ἐπ' ἀλλήλους οὐκ αἴρουσιν ὑπὸ ζυγὸν ἕνα γεγονότες, πνευματικῶς μὲν Θεοῦ, σωματικῶς δὲ Ῥωμαίων. ∆ουλεύουσι δὲ τοῖς