De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
λαβὼν τὴν συγκατάθεσιν παρὰ τοῦ βασιλέως πρὸς τὸ ἄγεσθαι τὸ ἱππικόν, ἐξέρχεται καὶ ἀπέρχεται πρὸς τὸν θεσσάριον, καὶ δίδωσιν αὐτῷ τὸ πέρατον, καὶ παραυτίκα ἐξελθὼν ὁ θεσσάριος τελεῖ ἅπαντα, ὡς εἴθισται αὐτῷ ἐν ἑκάστῳ ἱππικῷ τελεῖν. ∆είλης δὲ ἀνοίγουσιν τοὺς ἵππους οἱ τῶν δύο μερῶν, φοροῦντας χρυσοσήμεντα σαγίσματα, μανιάκιά τε καὶ καπιστράκια, ὁμοίως ἕκαστον μέρος ἐν τῇ ἰδίᾳ αὐτοῦ φιάλῃ, καὶ δημεύουσιν αὐτούς, εὐφημήσαντες τὸν βασιλέα. Ἀποφέρουσι δὲ τοὺς ἵππους ἀμφότερα τὰ μέρη ἐν τῷ ἱππικῷ, καὶ εἰσάγουσιν αὐτοὺς διά τε τοῦ ∆ιϊππίου καὶ τοῦ πρωτοθύρου, καὶ δημεύουσιν αὐτούς, λέγοντες τὰς συνήθεις φωνὰς μέχρι τῆς σφενδόνης, καὶ ἐν τῇ στάσει αὐτῶν ἐλθόντες, εὐφημοῦσι τὸν βασιλέα ἐκεῖσε, πρῶτον μὲν οἱ τῶν Πρασίνων, καὶ εἶθ' οὕτως οἱ τῶν Βενέτων. Ὁ δὲ ὕπαρχος καθέζεται ἐπὶ σελλίου ἐν τῷ Καθίσματι, ἔνθα ὁ ἀκτουάριος ἵσταται. Μετὰ δὲ τῆς εὐφημίας τῶν δύο μερῶν εὐφημοῦσιν οἱ τοῦ λογίου, καὶ ἀπαναχωροῦσιν οἱ ἵπποι, 2.144 εἶτα κατέρχεται ὁ ὕπαρχος, καὶ ἵσταται ἡ τέντα αὐτοῦ εἰς τὰ κριτάρια ἀπέναντι τοῦ τεταρτοθύρου, καὶ προσκαλεσάμενος ἐκεῖσε τὰ ἀμφότερα μέρη, εἰσφέρει ἀναμεταξὺ αὐτῶν τὴν ὄρναν, καὶ βλέπονται παρὰ τῶν ἀμφοτέρων μερῶν τὰ ἐν αὐτῇ βόλια ἀκριβῶς, καὶ ἀσφαλισάμενος αὐτὰ ἐπὶ πάντων ὁ ὕπαρχος, παραδίδωσι σιλεντιαρίῳ τῷ μέλλοντι τῇ ἑξῆς κυλίσαι. Τῇ δὲ ἐπαύριον, ἤγουν τῇ ἡμέρᾳ τοῦ ἱππικοῦ, ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ θεοφυλάκτου κοιτῶνος, καὶ δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους, διέρχεται διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, Ἀψίδος τε καὶ τῆς ∆άφνης, καὶ ἀνέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ ἄνω ἐν τοῖς παρακυπτικοῖς τοῦ Καθίσματος.
Ἡνίκα δὲ γένηται ἡ ἅπασα παρετοιμασία ἐν τῷ Ἱππικῷ, δηλοῖ ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας καὶ λέγει τῷ πραιποσίτῳ· "∆ὸς μεταστάσιμον·" κἀκεῖνος λέγει μεγάλως· "Μεταστάσιμον." Καὶ εἰσελθόντος τοῦ βασιλέως ἐν τῷ κοιτῶνι αὐτοῦ, προσκαλεῖται ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ εἰσελθόντες περιβάλλουσι τὴν χλανίδα τὸν βασιλέα, εἶθ' οὕτως στέφεται ὑπὸ τοῦ πραιποσίτου, καὶ ἐξέρχεται ἀπὸ τοῦ κοιτῶνος, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ ἑστὼς ἐν τῷ μέσῳ τοῦ στενοῦ, νεύει τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ ὀστιαρίῳ, κἀκεῖνος εἰσάγει τοὺς πατρικίους· τὸ δὲ βῆλον τῆς πύλης, δι' ἧς εἰσέρχονται, σιλεντιάριος αἴρει. Εἰσελθόντες δὲ οἱ πατρίκιοι μετὰ τῶν στρατηγῶν πίπτουσι, καὶ ἀναστάντων, νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ λέγει· "Κελεύσατε" αὐτοὶ δὲ ὑπερεύχονται τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ ἐκεῖθεν δηριγευόμενος ὁ βασιλεὺς ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, διέρχεται μέχρι τοῦ τρικλίνου, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, καὶ ἵσταται ἐκεῖσε· εἰσελθόντες δὲ σιλεντιάριοι τρεῖς ἢ τέσσαρες, οἱ μὲν τρεῖς διέρχονται ὄπισθεν τῆς δοχῆς ἐν τῷ δεξιῷ μέρει, ὁ δὲ ἕτε 2.145 ρος ἵσταται μέσον, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ἑστῶτι μέσον τῆς δοχῆς σιλεντιαρίῳ, κἀκεῖνος, ἀπελθὼν ἐν τῷ βήλῳ, λέγει μεγάλως· "Λεβά" καὶ εἰσάγει τὸν τῆς καταστάσεως, καὶ ἵσταται μέσον τῆς δοχῆς. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ μαγίστρῳ, μὴ παρόντος δὲ μαγίστρου, νεύει τῷ κοιαίστωρι, καὶ νεύει μάγιστρος τῷ τῆς καταστάσεως λέγων· "Κόμητες." Κἀκεῖνος λέγει εἰς τὸ βῆλον· "Λεβά" καὶ εἰσέρχονται οἱ τῆς συγκλήτου, καὶ προσκυνήσαντες, ἵστανται ἐν τῇ τάξει αὐτῶν. Εἶτα νεύει πάλιν ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ μαγίστρῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως λέγων· "Πρεμφέκτωρ" ἀπελθὼν δὲ ὁ τῆς καταστάσεως εἰς τὸ βῆλον, λέγει· "Λεβά" καὶ εἰσέρχεται ὁ ἀπὸ ἐπάρχων, καὶ προσκυνήσας καὶ αὐτός, ἵσταται ἐν τῇ τάξει αὐτοῦ. Εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε" αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ εἶθ' οὕτως κατασχὼν τὸ ἄκρον τῆς χλανίδος τοῦ βασιλέως ὁ τῆς καταστάσεως καὶ ποιήσας ῥωσθέλιον, ἐπιδιδοῖ τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς ἀνέρχεται ἐν τῷ Καθίσματι· ἀνέρχεται δὲ καὶ ὁ προρρηθεὶς σιλεντιάριος ἐν τῷ τοῦ Πρασίνου καμπτῷ, συναναφέρων ἑαυτῷ καὶ τὴν ὄρναν, συνανέρχονται δὲ αὐτῷ καὶ οἱ κατὰ συνήθειαν ἀνερχόμενοι σὺν αὐτῷ τῶν μερῶν· ὑποδείξας δὲ τοῖς συνανελθοῦσιν αὐτῷ ἅπασιν τὴν τοῦ ὑπάρχου βούλλαν, κυλίει, καὶ εἶθ' οὕτως κατέρχονται ἅμα τῷ σιλεντιαρίῳ οἱ συνανελθόντες αὐτῷ πάντες, καὶ στοιβάζουσιν ἐν τῷ αὐτῷ καμπτῷ λάχανα, καὶ ὕπερθεν αὐτῶν πλακοῦντας. Ἐν δὲ τῷ ἑτέρῳ καμπτῷ καὶ ἐν διαφόροις τόποις τοῦ Εὐρίπου