τροφῆς ἱκανὰς ἔχοντες, οἱ δὲ ἡμιόνους, οἱ δὲ συναμφότερα, οἱ δὲ καὶ ἵππους, ὥστε διπλάσια γίγνεσθαι τὰ ὑποζύγια τοῦ στρατοῦ. πάρεξ δὲ τούτων περιάγει ὅμιλον ἀπὸ τῆς χώρας αὐτοῦ σιτίων τε ἕνεκα, καὶ ἐπειδὰν ἐς ἀνάγκην καταστῇ τὸ στρατόπεδον, ἐπιδιελόμενος τοῖς ἀρίστοις τὴν τροφὴν οὕτω χωρεῖ, ἐφ' ὅ τι ἂν γένοιτο. σκηνὰς δὲ ἔτι ἐν τῷ στρατοπέδῳ τοῦ βασιλέως ἴδοι ἄν τις ἐς μυρίας, καὶ πλείους καὶ ἐλάσσους τούτων, ὡς τυγχάνει στρατευόμενος. Τότε μὲν δή, ὡς ἐτάχθησαν οἱ σαραχόριδες ἐς τοὺς Ἕλληνας, ἐπειρῶντό τε αὐτῶν καὶ ἐμάχοντο ὡς τῆς νυκτὸς ἐρεθίζοντες ἐπὶ μάχην καὶ ἐπαγρυπνοῦντες. ὡς δὲ ἠώς τε ἤδη ὑπέφαινε, κύμβαλά τε καὶ αὐλικὰ καὶ σάλπιγγες τοῦ βασιλέως 2.116 (καταφανεῖς δέ εἰσι τῷ μεγέθει τῶν ἠχῶν) ἀναδηλῶν ὡς μάχη τε ἤδη γίγνεται. καὶ ἕκαστοι παρασκευασάμενοι ἐπῄεσαν ἐς τὸ τεῖχος, αὐτίκα τειχομαχοῦντες κατὰ τὸ ἰσχυρόν. βασιλεύς τε αὐτὸς καὶ οἱ νεήλυδες κατὰ τὸ μέσον τοῦ Ἰσθμοῦ, ᾗπερ ἐσκήνουν, καθίσταντο ἐς μάχην, καὶ κλίμακάς τε προσέφερον, καὶ διορύσσοντες τὸ τεῖχος ἠγωνίζοντο ὡς ἐξαιρήσοντες. καὶ τούς τε τηλεβολίσκους ταύτῃ ταξάμενος οὐκ εἴα τοὺς Πελοποννησίους προκύπτειν. δεινὸν γάρ τοι ὁ τηλεβολίσκος, καὶ οὐδὲν τῶν ὅπλων ἀντέχει, ὥστε μὴ διαχωρεῖν διὰ πάντων καθικνούμενος. δοκεῖ δὲ κἀπειδάν τι αὐτῷ ἀντέχῃ, τότε δὴ μάλιστα καθικέσθαι ἐπὶ πλέον, ἐπεὶ δὲ ἔς τε βάμβακα καὶ κρόκην καὶ τὸ ἔριον, οὐκ ἂν οὕτω καθίεσθαι ἐπὶ πολύ. ἐπεὶ δὲ ἐν ἀδείᾳ τε ἐγένοντο οἱ νεήλυδες, καὶ τάς τε κλίμακας ἐς τὸ τεῖχος ἐνεγκάμενοι ἀνέβαινον, καὶ ὑπερέβησαν ταύτῃ, ᾗ ἐθεᾶτο ἑστὼς ὁ βασιλεύς, ἀνέβη ἐπὶ τὸ τεῖχος νέηλυς Χιτήρης, Τριβαλλὸς τὸ γένος, καὶ εἷλέ τε τὸ τεῖχος, καὶ τοὺς ταύτῃ διωσάμενος ἐς φυγὴν ἐτρέψατο. οἱ δὲ ὡς ἀπολιπόντες τὴν τάξιν κατέβαινον ἐνταῦθα, καὶ πλησίον ἐς δέος τε ὑπὸ θεοῦ καθίσταντο καὶ ἀπειρίας, καὶ οὕτω ἐποίουν· φεύγοντες γὰρ ᾤχοντο. καὶ οἱ παρὰ τούτους αὖθις τεταγμένοι, οὐκ εἰδότες, ὅ τι ξυμβαίνει χαλεπόν, ᾤχοντο φεύγοντες. καὶ οὕτω πάντες ἀπολιπόντες τὸ τεῖχος ἔφευγον οὐδενὶ κόσμῳ. οὗτοι δ' οἱ Τοῦρκοι ἐπεισπεσόντες ταύτῃ τε, ᾗ ἑάλω ὑπὸ τοῦ νεήλυδος, καὶ τῇ ἄλλῃ, ᾗ κατέβαλλον διορύσσοντες, καὶ διὰ 2.117 τῶν πυλῶν εἰσεχέοντο καὶ ἔτρεχον. καὶ οἱ μὲν ἐπὶ τὸ στρατόπεδον τῶν Ἑλλήνων τραπόμενοι διήρπαζον τὰ τῶν Ἑλλήνων ἔπιπλα, ἐσθῆτάς τε καὶ τὴν ἄλλην εὐδαιμονίαν· οἱ δὲ ἐπὶ τοὺς ἄνδρας τραπόμενοι τοὺς μὲν αὐτῶν ἔφθειρον τοὺς δὲ καὶ ἐζώγρουν, ἐς ἀνδραπόδων μοῖραν τιθέμενοι. καὶ φόνος τε ἦν πολὺς τῶν φευγόντων. Περὶ δὲ τοὺς τῶν Ἑλλήνων ἡγεμόνας τοιάδε ἐγένετο. ὡς γὰρ ἑώρων φεύγοντας τοὺς Ἕλληνας ἀνὰ κράτος καὶ οὐδενὶ κόσμῳ, ἐπειρῶντο μὲν πρώτιστα κατέχειν, ὡς δ' οὐκ ἠδύναντο, καὶ αὐτοὶ φεύγοντες ᾤχοντο, ἐπὶ μὲν τὴν Κόρινθον οὐκέτι (ᾔδεσαν γάρ, ὡς πολιορκησόμενοι ἁλώσοιντο ἐνταῦθα, τῆς τε τροφῆς ἱκανῆς οὐκ οὔσης ἐν αὐτῇ καὶ ἄλλης παρασκευῆς), ἐπὶ δὲ τὴν μεσόγαιον ἐπειγόμενοι ἔφθασαν γενόμενοι ἐπὶ τὴν ἄκραν Λακωνικὴν τῆς Πελοποννήσου, καραδοκήσαντες, ᾗ μέλλει χωρήσειν ὁ βασιλεύς. αὐτοί τε γὰρ ἐς τὴν θάλασσαν διενοοῦντο ἐς τὸ πρόσω πίπτειν, ὡς ἢν ἐπίῃ ἐλαύνων, ἐς τὴν θάλασσαν ἀφιξόμενοι καὶ ὑπεκστησόμενοι τῆς χώρας αὐτῷ. ᾔδεσαν γάρ, ὡς τῷ Ἰσθμῷ τὰ Πελοποννήσου πράγματα διεφθάρη ὑπὸ τοῦ βασιλέως, καὶ ὅπλα καὶ ἄνδρες καὶ οὐδὲν ὅ τι ἄξιον λόγου ὑπελείφθη ἐν ταῖς πόλεσιν ἢ ἀκροπόλεσι καὶ οὐκέτι ἤλπιζον περιέσεσθαι σφίσι τὴν ἀρχὴν τοῦ λοιποῦ, ἀλλ' οἴχεσθαι σφίσι τὰ πράγματα ἀπολλύμενα. Ἀμουράτης δὲ ὡς κατέσχε τὸν Ἰσθμόν, καὶ ἐπεὶ ἐγένετο ἐντὸς τῆς Πελοποννήσου, πρῶτα μὲν ἐς τριακοσίους τῶν αἰχμαλώτων, οὓς ἀποφυγόντας τῆς νυκτὸς ταύτης ἐς τὸ ὄρος τὸ 2.118 ὑπὲρ τὰς Κεγχρέας, ὀξὺ δὲ καλούμενον, κυκλωσάμενοι εἷλον ἀπάτῃ πάντας, εἰς ἕνα χῶρον ἀπαγαγὼν κατέσφαξε· μετὰ δὲ ὠνησάμενος ἀνδράποδα ἐς ἑξακόσια θυσίαν ἀνῆγε τῷ ἑαυτοῦ πατρί, ἐξιλεούμενος τῷ φόνῳ τῶν ἀνδρῶν τούτων. ἐντεῦθεν δὲ ἐπιδιελόμενος τὸ στράτευμα, καὶ τὸ μὲν παραδοὺς Τουραχάνῃ τῷ Θετταλίας ὑπάρχῳ ὡς ἐμπείρῳ τε ὄντι καὶ μάλιστα δὴ Τούρκων ὡμιληκότι τῇ Πελοποννήσῳ, καὶ τῶν νεηλύδων ἀμφὶ