110
Ἀσσυρίοις Αἰγύπτιοι τὴν τῆς ἀγάπης δουλείαν. Ἢ, ὥς φασί τινες, διὰ τὰ Ῥωμαϊκὰ Σύρων ἐν Αἰγύπτῳ στρατόπεδα, Σύρους τέ τινας ἀρχικῆς ἐξουσίας δυνάμει καταδουλουμένους αὐτούς. Ὁ μὲν οὗν εὐλογημένος ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις λαὸς, διὰ τῆς τῶν Ἐκκλησιῶν ὁρᾶται πολυπληθίας, ὁ δὲ ἐκ τοῦ Ἰσραὴλ κατὰ τὸν τοῦ κηρύγματος ἤκμασε χρόνον. Ἀπαρχὴ γὰρ τῆς εἰς Χριστὸν ἐγένοντο πίστεως, ἐξ ὧν εὐαγγελισταὶ, καὶ μαθηταὶ, καὶ ἀπόστολοι· διὸ πάντες οἱ τῶν τριῶν ἐθνῶν ἐπὶ γῆς εὐλόγηνται. Ἀντὶ δὲ τοῦ, καὶ ἐν Ἀσσυρίοις, καὶ Ἀσσοὺρ ἐξέδωκαν οἱ λοιποὶ, ὡς ἂν μή τις τοὺς ἐν Αἰγύπτῳ καὶ Συρίᾳ νομίσειεν Ἰουδαίους, ἀλλ' αὐτοὺς Αἰγυπτίους καὶ αὐτοὺς Ἀσσυρίους. Τὸ δὲ θαυμαστὸν, ὅτι ὁ πρωτότοκος ἐν τέκνοις τρίτος ὠνόμασται. Παροινήσας γὰρ εἰς Χριστὸν, κατόπιν τέθειται τῶν ἐθνῶν. Ὅτ' ἂν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Γῆν δὲ τὴν εὐλογημένην ὑπὸ Κυρίου νοήσεις τὴν Ἐκκλησίαν, καὶ μάλιστα τὴν ἐπουράνιον, ἣν οἱ πραεῖς κληρονομήσουσιν, ὅπου καὶ Ἱερουσαλὴμ ἐπουράνιος, καὶ ὄρος Σιών· νοοῖτο δ' ἂν Ἰσραὴλ καὶ ὁ Θεοφιλὴς τῶν ἁγίων χορὸς ἐκ τοῦ τῶν Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου· διόπερ εἴρηται, καὶ ἡ κληρονομία μου Ἰσραήλ. Σχοίνισμα γὰρ κληρονομίας αὐτοῦ Ἰσραὴλ, καθὰ δὴ λέγει Μωσῆς. Ὁ δὲ προφήτης θαυμάζων, εἰ οἱ τῶν ἄλλων δεισιδαίμονες μᾶλλον Αἰγύπτιοι τὸν τῶν ἐχθρῶν Θεὸν Ἰουδαίων τιμήσουσιν, ἐμφατικώτατα λίαν, συνεχῶς τοῦτον, ἃ τὸ τῶν Αἰγυπτίων φησί· ποτὲ μέν· Ἔσονται Αἰγύπτιοι ὀμνύοντες τῷ ὀνόματι Κυρίου Σαβαώθ· ποτὲ δέ· Ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων. Καὶ πάλιν· Ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ Αἰγύπτου. Καὶ αὖθις· Ἔσται γνωστὸς Κύριος τοῖς Αἰγυπτίοις. Καὶ πάλιν· Γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον. Καὶ Συρίαν δὲ, ὡς ἔοικεν, ἐν ἐμφάσει παρέλαβεν, ἐν ᾗ φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν, καὶ γείτονα τῆς Αἰγυπτίων ἐπιτηδεύοντας ἄσκησιν. 2157 ΚΕΦΑΛ. Κʹ. αʹ. 9Τοῦ ἔτους οὗ εἰσῆλθε Τανάθαν εἰς Ἄζωτον, ἡνίκα ἐπεστάλη ὑπὸ Ἄρνα βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐτὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν, λέγων· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου9, κ.τ.λ. Ἄλωσιν Αἰγυπτίων ὑπ' Ἀσσυρίων προλέγει ὁ περὶ τῆς εἰρήνης αὐτῶν ἐν τοῖς πρὸ τούτων διαλαβών· Ἐροῦμεν οὖν, ὡς τὰ μακροῖς ὕστερον χρόνοις ἐσόμενα διὰ τῶν ὅσον οὔπω μελλόντων πληροῦσθαι πιστοποιεῖ. Τὰ μὲν γὰρ εἰρημένα χρηστὰ, τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἀνέμενεν ἐπὶ νεφέλης κούφης ἥξειν εἰς Αἴγυπτον μέλλοντος. Τὰ δὲ νῦν ἐπ' αὐτῶν τῶν τοῦ προφήτου χρόνων συμβέβηκεν. Ταῦτα δὲ τοῖς Ἰουδαίοις προλέγεται τῇ τῶν Αἰγυπτίων συμμαχίᾳ προσδοκῶσι διαφεύγειν τὴν ὑπ' Ἀσσυρίων μέλλουσαν ἅλωσιν, οἳ καὶ δὴ πλησίον ἦσαν ἑλόντες τὴν Ἄζωτον τῆς Παλαιστίνης μεγίστην καὶ δυνατωτάτην πόλιν ὑπάρχουσαν, ὡς ἂν τοῖς ἐκ γειτόνων πτοηθέντες κακοῖς, πᾶσαν ἀνθρωπίνην ἀπογνόντες ῥοπὴν, ἐπιστραφέντες πρὸς Κύριον, τὰ μέλλοντα κερδάνωσι δυσχερῆ. Καί γ' οὖν τις ἔφη προφήτης· "Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν· "Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν. Καὶ ὁ παρὼν δὲ προφήτης φησίν· "Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν." Τανάθαν δὲ στρατηγὸς τοῦ τῶν Ἀσσυρίων βασιλέως ὑπάρχων εἷλε τὴν Ἄζωτον. Τότε τοίνυν ὁ προφήτης ἑνὶ πρότερον χρώμενος ἱματίῳ τριχώδει τε καὶ παχεῖ δι' ἄκραν φιλοσοφίαν, καὶ διὰ τὸ πενθεῖν τοὺς ἀσεβοῦντας ἐν Ἰσραὴλ, ἀποδύσασθαι καὶ τοῦτο προστάττεται, γυμνός τε καὶ ἀνυπόδετος περινοστεῖν Ἱερουσαλὴμ εἰς τύπον τῆς μελλούσης Αἰγυπτίοις αἰχμαλωσίας· τὸ γὰρ τῆς θέας παράδοξον, ψιλοῦ λόγου μᾶλλον ὑπῆρχε πιστότερον, ἐναργῶς τε φόβον εἰργάζετο, καὶ μάλιστα τοῖς εἰωθόσι προφητικῶν λόγων ὑπερορᾷν, καὶ τοῖς προφήταις λέγειν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν· ὡς ἂν ὁρῶντες τὴν ἀτοπίαν τοῦ σχήματος, αὐτοὶ τούτου τὴν αἰτίαν πυνθάνοιντο. Τὸν δὲ προφητικὸν θαυμάζειν ἄξιον βίον, περὶ ὧν φησιν ὁ