De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
προστοιβάζουσιν ὁμοίως λάχανά τε καὶ πλακοῦντας, ἤγουν τῇ πρὸ μιᾶς τοῦ ἱππικοῦ· οὗτος δὲ ὁ καμπτὸς τῶν Πρασίνων ἕνεκα τοῦ κυλίσαι παραφυλάττεται. Ἵστανται δὲ καὶ αἱ βῆγαι ἐν τοῖς κριταρίοις, μετὰ δὲ τὸ ἐξελθεῖν τὸν βασιλέα ἐν τῷ Καθίσματι καὶ σφραγίσαι τὸν λαὸν καὶ καθίσαι αὐτὸν ἐν τῷ σένζῳ, τελεσθείσης τῆς προσκυνήσεως τῶν πατρικίων, ἀποκρισιαρίων? εἰ τύχωσι, καὶ στρατηγῶν, ἔρχονται τὰ πρωτεῖα τῶν μερῶν μετὰ καὶ σταυρῶν ῥοδοπλόκων, καὶ ἵστανται ἐν ταῖς διασφαγαῖς, καὶ εἶθ' οὕτως δίδωσιν νεῦμα ὁ ἀκτουάριος ἀπὸ κελεύσεως, καὶ ἀπολύονται αἱ βῆγες. Ἡνίκα δὲ καταλάβωσιν ἐν τῇ βασιλικῇ τάβλᾳ ἐν τῷ Καθίσματι, ἐπεύχονται τὸν βασιλέα· εἶθ' οὕτως νεύει ὁ ἀκτουάριος ἀπὸ κελεύσεως, καὶ αὐλεῖ τὸ βασιλικὸν ὄργανον, αὐτοὶ δὲ κατέρχονται τῶν βηγῶν αὐτῶν ἐπὶ τὰ μέρη καὶ εἰσέρχονται ἐν τῷ στάματι, καὶ λαβόντες τοὺς στεφάνους ἀμφότεροι αὐτῶν, ἀπαναχωροῦσιν. Καὶ εἶθ' οὕτως ἐξέρχονται οἱ προειρημένοι τῶν μερῶν, καὶ ἐπιδιδόασι τοὺς σταυρούς, ἐπευξάμενοι δὲ τῷ βασιλεῖ, καὶ αὐτοὶ ἀναχωροῦσιν. Καὶ εἶθ' οὕτως τελεῖται τὸ πρῶτον βαΐον, καὶ λαμβάνουσιν οἱ νικηταὶ ἡνίοχοι τὰ ἔπαθλα αὐτῶν διπλασίως, καὶ ἐξ αἰτήσεως τοῦ μέρους δίδοται τὰ δημόσια, καὶ λαβόντες αὐτὰ χοσβαΐται, ἀνάγουσιν αὐτὰ μέσον τοῦ Ἱππικοῦ ἐν τῷ ἁρματουρίῳ τῶν νικητῶν ἡνιόχων. Καὶ τελεσθέντων τῶν δʹ βαΐων, πράττουσιν οἱ τοῦ λογίου τὰ κατὰ συνήθειαν ἅπαντα, ἀλλάξαντες δὲ οἱ ἡνίοχοι τῆς νίκης τὰ δημόσια, κατέρχονται ἐπ' ὀχήμασιν ἐκ τῶν θυρῶν, καὶ κατελθόντες οἱ τοῦ νικήσαντος μέρους δημόται, αἴρουσι δάφνας ἐκ τοῦ λογίου, καὶ δέχονται τοὺς ἡνιόχους ἐπιδιφρίους ἔμπροσθεν τοῦ αὐτοῦ δήμου, καὶ σάξαντες μέχρι τοῦ ἀντικάμπτου, ἀνέρχονται ἐν τῷ στάματι. Ἀνερχομένων δὲ αὐτῶν, δίδοται νεῦμα τοῖς ἄρχουσι τῶν ταγμάτων, καὶ κατελθόντες ἵστανται ἐν τοῖς καμπτῆρσι καὶ ἐν τοῖς προειρημένοις λοιποῖς τόποις τοῦ Εὐρίπου, ἔνθα αἱ στοιβαὶ τῶν λαχάνων καὶ τῶν πλακούντων εἰσίν. Ἐλθόντες δὲ οἱ ἡνίοχοι μετὰ τῶν δημο 2.147 τῶν τοῦ μέρους ἐν τῷ στάματι, ἵστανται ἐκεῖσε ἐπιδίφριοι, καὶ ἀκτολογοῦσιν μετ' εὐφημίας οἱ τοῦ μέρους τῷ βασιλεῖ, καὶ μετὰ τὴν συμπλήρωσιν τῆς εὐφημίας ἀποστέλλει αὐτοῖς τοῖς νικηταῖς ἡνιόχοις ὁ βασιλεὺς στεφάνους διὰ τοῦ ἀκτουαρίου καὶ τοῦ δευτέρου, καὶ κατελθόντες στέφουσι τοὺς ἡνιόχους, καὶ ἀνέρχονται πάλιν ἐν τῷ Καθίσματι. Καὶ εὐθέως ἄρχεται τὸ μέρος αἰτεῖσθαι τοῦ ἐξελθεῖν καὶ χορεῦσαι εἰς τὴν πλατεῖαν, καὶ λαβόντες τὴν αἴτησιν παρὰ τοῦ βασιλέως, ἐξέρχονται ἐν τῇ Μέσῃ. Καὶ εἶθ' οὕτως ἀνίσταται ὁ βασιλεύς, καὶ μετὰ τὸ ἀναστῆναι τὸν βασιλέα, κατέρχεται τὸ πλῆθος τοῦ λαοῦ, καὶ αἴρουσιν ἐκ τῶν στοιβῶν τά τε λάχανα καὶ τὰς πλακοῦντας, ἐν δὲ τῷ αὐτῷ εἰσφέρουσι χέλανδον φερόμενον ἐπὶ ἁμάξης πλῆθος ἰχθύων, καὶ ῥίπτουσιν αὐτὰ ἐπὶ ἐδάφους ἐν τῷ Ἱππικῷ· αἴρουσιν δὲ καὶ ταῦτα τὸ πλῆθος τοῦ λαοῦ. Ὁ δὲ βασιλεύς, ὡς προείρηται, ἀναστὰς ἀπὸ τοῦ σένζου καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται μέσον τῶν τε πατρικίων καὶ στρατηγῶν, ἑστώτων αὐτῶν ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, αὐτοὶ δὲ ὑπερεύχονται τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι, λαβόντος δὲ τοῦ πραιποσίτου τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, εἰσέρχονται οἱ βεστήτορες, καὶ ἀπαλλάξαντες τὴν χλανίδα, ἐξέρχονται. Καὶ ἐξελθὼν ὁ βασιλεύς, καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ καὶ φίλων, ὧν ἂν κελεύει, καὶ ἀναστὰς ἀπὸ τοῦ κλητωρίου καὶ μικρὸν ἀναπαυσάμενος, ἐκδέχεται, μέχρις ἂν τὰ πάντα ἑτοιμασθῶσιν ἐν τῷ Ἱππικῷ. Ἐλθόντος δὲ τοῦ τῆς καταστάσεως καὶ γνωρίσαντος τῷ πραιποσίτῳ, ὡς ὅτι ἕτοιμά ἐστιν πάντα, ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι, καὶ περιβάλλεται τὴν χλανίδα καὶ τὸ στέμμα κατὰ συνήθειαν. Καὶ 2.148 δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου διέρχεται διὰ τοῦ στενοῦ τρικλίνου, καὶ ἐξέρχεται ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, κἀκεῖσε ἑστὼς ἅμα τοῖς ἄρχουσι τοῦ κουβουκλείου, νεύει τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ ὀστιαρίῳ, καὶ εἰσάγει πατρικίους καὶ στρατηγούς, καὶ προσκυνησάντων τῷ βασιλεῖ, λέγει ὁ πραιπόσιτος· "Κελεύσατε" καὶ ἐξελθόντες ἔξω τῆς πύλης οἵ τε πατρίκιοι καὶ στρατηγοὶ ἅμα τῇ συγκλήτῳ, ἵστανται ἔνθεν κἀκεῖσε· στάντος δὲ καὶ τοῦ βασιλέως ἐν τῇ πύλῃ, πίπτουσιν οἱ προειρημένοι ἅπαντες, καὶ ἀναστάντων, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε", αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς