111
θεῖος Ἀπόστολος· "Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν." Καὶ ὡς Θεῷ μὲν ἦσαν εὐπειθεῖς πᾶσαν δὲ ἀνθρωπίνην ὑπερενήχοντο δόξαν. Ὡς Ἰουδαῖοι δὲ τῇ τῶν Αἰγυπτίων ἐθάῤῥουν δυνάμει, οὕτω τὴν τῶν Αἰθιόπων Αἰγύπτιοι. Ὧν ἔθνος οἱ Βλέμμυες εὔστοχοι τοξόται καὶ χρίοντες ὀλεθρίῳ φαρμάκῳ τῶν βελῶν τὰς ἀκίδας, ὑφ' ὧν οἱ βληθέντες ὡς ἑρπετῶν ἰοβόλων ἀπώλλυντο. Τριετῆ δὲ χρόνον τούτοις ἀμφοτέροις περικαθήμενος, κατὰ μέρος ἐχειροῦτο τὰς πόλεις τῶν Ἀσσυρίων ὁ βασιλεὺς, ὡς θαυμᾶσαι τοὺς Αἰγυπτίους, εἰ καὶ τοὺς Αἰθίοπας ἐδυνήθη χειρώσασθαι. Οὕτως ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον μᾶλλον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Καὶ ἐπικατάρατος μὲν ὃς 2160 τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, εὐλογημένος δὲ ὃς πέποιθεν ἐπὶ Κυρίῳ. Καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ. Νῆσον δὲ τὴν Αἴγυπτον εἴρηκεν, ἣν δὴ περισφίγγει πανταχόθεν ὁ Νεῖλος. ΚΕΦΑΛ. ΚΑʹ. ΤΟ ΡΗΜΑ ΤΗΣ ΕΡΗΜΟΥ. αιʹ. 9Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ὁ ἀθετῶν ἀθετεῖ. Ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται9. κ.τ.λ. Περὶ Βαβυλῶνος μὲν τὰ προκείμενα, ὡς δηλοῖ τό· Πέπτωκε Βαβυλών. Καὶ τό· Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται καὶ πρέσβεις τῶν Περσῶν. Ἢ κατὰ Σύμμαχον, Ἀνάστηθι Ἐλάμ. Πολιορκεῖτε Μῆδοι. Καὶ οἱ λοιποὶ δὲ, καὶ τὸ Ἑβραϊκὸν, Μῆδοι, φασὶν, οἳ καὶ καθεῖλον τὴν Βαβυλωνίων ἀρχήν. Πρὸς οὓς ἔλεγεν ἄνω· "Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους." Περὶ ὧν καὶ Ἱερεμίας φησίν· "Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ." Καὶ πάλιν· "∆ότε [εἰς] τὴν Βαβυλῶνα βελοστάσεις." Ῥηθείη δὲ καὶ κατ' αὐτοὺς Ἑβδομήκοντα, ὅτι Πέρσαι τοὺς Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι καθεῖλον τῆς Βαβυλῶνος τὰ λείψανα. Πρὸς δὲ τὴν ὅρασιν Αἰγύπτου τι ταῦτα συντείνει καίτοι τῆς Βαβυλῶνος ἰδίας τυχούσης ὁράσεως κατὰ μέν τινας, ἵνα πείσῃ τοὺς Ἰουδαίους μὴ θαῤῥεῖν ἐπὶ τοῖς Βαβυλωνίοις, ὡς καὶ αὐτοῖς ἁλωσομένοις. Φησὶ γάρ τις προφήτης· "Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν." Ἢ παρακαλῶν αὐτοὺς, ἐφ' οἷς εἷλον τὴν πόλιν καὶ τὸν ναὸν οἱ Ἀσσύριοι. Κατὰ δὲ τοὺς ἀκριβεστέρους, περὶ τῆς ὑπ' Ἀσσυρίων ἁλώσεως Αἰγύπτου, καὶ τῶν Αἰθιόπων εἰπὼν, ἀναγκαίως διδάσκει καὶ οἷα τοῖς ἑλοῦσι συμβήσεται. Θεὸς γὰρ κρίσει δικαίᾳ τοὺς μὲν Αἰγυπτίους Ἀσσυρίοις, τούτους δὲ Μήδοις, κἀκείνους Πέρσαις, καὶ τούτους ἑτέροις εἰς καθαίρεσιν τῆς μεγαλαυχίας παρέδωκεν. Ἔρημον δὲ Βαβυλῶνα καλεῖ, τὴν μέλλουσαν ταύτης ἐρημίαν δηλῶν. Τὸ δὲ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ τὸ, θαλάσσης προσέθηκαν, ὡς τῆς πόλεως πάλαι κυμαινούσης τοῖς πλήθεσιν. Περὶ ἧς Ἱερεμίας ὡς ἐκ προσώπου λέγει Θεοῦ. "Καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς." Ἑξῆς δὲ πάλιν ὁ αὐτὸς τὸ πλῆθος τῶν ἐπελθόντων αὐτῇ Μήδων παρίστησι λέγων· "Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα." Πρὸ δὲ τούτων ἔφη περὶ αὐτῆς. "Ἀνεβίβασα ἐπ' αὐτὴν ὡς ἀκρίδων πλῆθος." Τὰ δὲ τῆς ῥήσεως τῆς παρούσης διαφόροις προσώποις διῄρηται· καὶ τὴν ἀρχὴν οἱ μὲν ἀπὸ προσώπου Βαβυλῶνός φασιν, ὡς ἀκουσάσης τὰ μέλλοντα δυσχερῆ, καὶ Εἴθε παρέλθοι, λεγούσης, ὡς πνεῦμα δι' ἐρήμου χωροῦν. Ὧν γὰρ ἡ ἀκοὴ φοβεῖ, τίς ἡ πεῖρα γενήσεται; μὴ οὖν γένοιτο τὴν φήμην εἰς ἔργον ἐλθεῖν. Κατὰ δέ τινας, ὁ προφήτης, ἀναγγελθέντων αὐτῷ παρὰ Θεοῦ τῶν συμβησομένων αὐτῇ περὶ Μήδων, φησὶν ὡς 2161 οὕτω διελεύσονται τὴν ἔρημον καθιππεύοντες, ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι' ἐρήμου διέλθοι, τὴν κόνιν ἐξανιστᾶσα καὶ συγχέουσά πως τὸ πᾶν. Ἀνηγγέλη δέ μοι, διατοῦτό φησιν, ἐπείπερ ὁμοῦ τῇ θέᾳ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο. Εἶτά φησιν· Ὁ ἀθετῶν ἀθετεῖ. Ἀνεπίπληκτον γὰρτῶν ἐπιόντων τὸ θράσος μηδὲν μήτε μέτρου μήτε φειδοῦς λογιζόμενον. Ἔλεγεν δὲ καὶ ἐν τῇ κατὰ Βαβυλῶνος ὁράσει· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσιν. Τῆς τούτων οὖν καταιγίδος ἐπ' ἐμὲ χωρούσης, τί πράξω, φησὶν, ἡ Βαβυλὼν, ἀλλ' ἢ στενάξω μόνον ἐμαυτὴν παραμυθουμένη, ἡ πρὶν ὑπερήφανος, καὶ τοῖς ἄλλοις ἐπάγουσα