De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
χρόνους." Καὶ εἶθ' οὕτως κατασχὼν τὸ ἄκρον τῆς χλανίδος τοῦ βασιλέως ὁ τῆς καταστάσεως καὶ ποιήσας ῥωσθέλιον, ἐπιδιδοῖ τῷ βασιλεῖ. Εἶτα ἐκεῖθεν δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἀνέρχεται ἐν τῷ Καθίσματι μετὰ μόνων τῶν τοῦ κουβουκλείου ἀρχόντων καὶ δύο μαγλαβιτῶν καὶ σπαθαρίων βασταζόντων διστράλια, φορούντων καὶ τὰ σπαθία αὐτῶν, ὡς ἐν ἑκάστῳ ἱππικῷ. Ἀνελθὼν δὲ ἐν τῷ σένζῳ ὁ βασιλεὺς καὶ σφραγίσας τὸν λαὸν ἐκ τρίτου, καθέζεται, καὶ μετὰ τὴν συμπλήρωσιν τῆς εὐφημίας ἐξέρχεται ὁ πραιπόσιτος ἀπὸ κελεύσεως, καὶ νεύει τοῖς τε πατρικίοις καὶ στρατηγοῖς, ἀπελθεῖν ἕκαστον ἐν τῇ τάξει αὐτοῦ καὶ καθέδρᾳ. Τελεσθέντων δὲ τῶν δʹ βαΐων, ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ Καθίσματος, καὶ ἱσταμένων τῶν πατρικίων ἐν ᾧ ἀριστᾷ ὁ βασιλεὺς τρικλίνῳ, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται μέσον αὐτῶν, αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ διελθὼν διὰ τοῦ στενοῦ τρικλίνου, εἰσέρχεται ἐν τῷ κοιτῶνι, καὶ ἀπαλλάξας τό τε στέμμα καὶ τὴν χλανίδα αὐτοῦ, περιβάλλεται σαγίον, καὶ κατέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ δηριγευόμενος ὑπὸ πάντων τῶν τοῦ κουβουκ 2.149 λείου, διέρχεται διὰ τοῦ Αὐγουστέως, Ἀψίδος τε καὶ τοῦ Τρικόγχου, διὰ τοῦ μονοθύρου καὶ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, καὶ εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ· στάντες δὲ οἱ τοῦ κουβουκλείου καὶ ὑπερευξάμενοι τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" ἐξέρχονται καὶ ἀπέρχονται οἴκαδε. Ὅσα δεῖ τελεῖσθαι τῇ παραμονῇ τοῦ λαχανικοῦ ἱπποδρομίου, ἤγουν τοῦ γενεθλίου ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως. Ἰστέον ὅτι οἱ τῶν δύο μερῶν δήμαρχοι μετά τε τῶν δευτερευόντων καὶ τῶν λοιπῶν ἀρχόντων τῶν μερῶν καὶ τῶν δημοτῶν ἀπίασι τὸ δειλινόν, ἕκαστος εἰς τὸν ἴδιον στάβλον, καὶ εὐθέως ὁ θεωρητὴς ἑκάστου μέρους ταβρίζει τὸ τρίπλοκον καὶ λέγει ὁ λαὸς ἐκ γʹ. "Νίκα Βένετε" ὁμοίως καὶ οἱ Πράσινοι· "Πράσινε." Καὶ δέχεται ὁ φωνοβόλος λέγων μεγάλῃ τῇ φωνῇ. "Ἔχεται ὁ βοηθῶν ἡμῖν Ἰησοῦς." Ὁ λαός· "Ἀεὶ νικᾷς." Οἱ κράκται· "Εἷς ὁ Θεός, σὺ αὐτοὺς σῶσον." Ὁ λαός· "Ναί, Κύριε." Καὶ ὅτε ἐξέλθωσιν ἐπὶ τὸ ἐξάερον, κρούει ὁ θεωρητὴς τὴν ταβραίαν γʹ, καὶ λέγει ὁ λαός· "Νικᾷ ἡ πίστις τῶν βασιλέων, νικᾷ ἡ πίστις τῶν Αὐγουστῶν, νικᾷ ἡ πίστις τῆς Πόλεως καὶ τῶν Βενέτων." (Οἱ Πράσινοι· "Πρασίνων.") Καὶ λέγει ὁ κράκτης· "Ὁ δεῖνα καὶ ὁ δεῖνα, μεγάλων βασιλέων, ναὶ εἰπὲ ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων." Ὁ λαός· "Ναί, Κύριε, βοήθει." Οἱ κράκται·" Εἷς Θεός, σὺ αὐτοὺς σῶσον." Ὁ λαός· "Ναί, Κύριε." Καὶ εἶθ' οὕτως λέγεται τὸ δρομικὸν ποίημα ἔμπροσθεν τοῦ Ἱπποδρομίου· "Οἱ τῶν ἀγώνων σὲ δυσωποῦμεν τὸν Θεὸν ἡμῶν καὶ 2.150 Σωτῆρα· νίκας τοῖς Βενέτοις βοήθει." (οἱ Πράσινοι· Πρασίνοις) καὶ χορήγησον τῷ Οὐρανίῳ (οἱ Πράσινοι· τῷ Ὀλυμπίῳ), "ἵνα καὶ πάλιν χορεύσωμεν μετὰ νίκης." Ἄλλος, εἰς τὸ Λευκόν· "Ὡς κραταιὰ σκέπη ἡ Θεοτόκος, καὶ ἀντίληψις βεβαία τῶν εἰς σὲ προστρεχόντων, ἐξαιτοῦμεν οἱ Βένετοι," (Οἱ Πράσινοι· Πράσινοι) "δωρηθῆναι ἡμῖν τοῦτο, τῷ Εἰκασίῳ, διαπρέπον ταῖς νίκαις σὺν αὐτῷ εἰς τὸν ἀγῶνα καὶ ἡμᾶς εὐφρανθῆναι."
2.151 Πʹ (ΟΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῆς φακλαρέας τελουμένης.
∆είλης εἰσέρχονται τὰ δύο μέρη ἐν τῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου μετὰ φατλίων, καὶ γίνεται ἡ λεγομένη φακλαρέα, καὶ λέγουσιν τὸν ἀπελατικὸν χορεύοντες ἦχ. π. δʹ· "Κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου, ὁ δεῖνα, αὐτοκράτωρ. Ἰδοὺ γάρ· ἡ πόλις σου φιλόπολιν βλέπει σε βασιλέα, καὶ ταῖς σαῖς ἐγκαινίζεται κατ' ἐχθρῶν ἀνδραγαθίαις, καὶ πολιτεύεται χάρις ἐν μέσῳ τῆς βασιλείας, ὅτι ὤφθη τὸ πολίτευμά σου, πόλις τοῦ μεγάλου βασιλέως, ὅθεν καθοπλίζονται τὰ ὅπλα σου δυναστείᾳ, καὶ περιβάλλονται ἐχθροὶ τὴν ἔχθραν τοῦ στέψαντός σε τῇ γενεθλίῳ δόξῃ τῆς πόλεώς σου." Καὶ μετὰ ταῦτα ἀνέρχονται εἰς τὰ βάθρα, καὶ ἱσταμένου ἑκάστου εἰς τὸ ἴδιον μέρος, λέγει ὁ κράκτης τὴν ἀνευφημίαν· "Ὁ βοηθῶν τοὺς δεσπότας·" Ὁ λαός· "Εἷς ὁ Θεός." Οἱ κράκται· "Σύ, αὐτοὺς σῶσον." Ὁ λαός· "Ναί, Κύριε." Οἱ κράκται· "Ὁ βοηθῶν ταῖς Αὐγούσταις." Ὁ λαός· "Εἷς ὁ Θεός." Οἱ κράκται· "Σύ, αὐτὰς σῶσον." Ὁ λαός. "Ναί, Κύριε." Οἱ κράκται· "Ὁ βοηθῶν τοῖς πορφυρογεννήτοις." Ὁ λαός· "Εἷς ὁ Θεός." Οἱ κράκται· "Σύ, αὐτοὺς σῶσον." Ὁ λαός "Ναί, Κύριε." Οἱ κράκται· "Ὁ βοηθῶν τῇ πόλει." Ὁ λαός·