ἐπολιόρκει, καὶ τηλεβόλοις τε ἔτυπτε τὸ τεῖχος, καὶ κατέβαλε μέρος οὐκ ὀλίγον. μετὰ δὲ ταῦτα προσέβαλε σὺν τοῖς νεήλυσιν ὡς ἐξαιρήσων τὴν πόλιν, καὶ ὡς οὐκ ἠδυνήθη ἑλεῖν, ἀπήγαγε τὸν στρατόν· ἤδη γὰρ ὀψὲ ἦν τοῦ ἐνιαυτοῦ, καὶ χειμὼν ἐπιγενόμενος ἐπίεζε τὸν στρατόν. Τὸν οὖν παῖδα αὐτοῦ ἄρτι ἡβάσκοντα Μεχμέτην περιῆγεν ἐν τῷ στρατῷ, ἐξ ὅτου ἀφείλετο αὐτὸν τὴν βασιλείαν. ἐγένετο δὲ οὕτως. ὡς ἐμάχετο τοῖς Παίοσιν ἐν τῇ Βάρνῃ καὶ τὰ στρατεύματα αὑτοῦ ἑώρα ἐν φυγῇ γενόμενα, ἐς δέος τε καθεστήκει μέγα πάνυ, οἰόμενος αὐτίκα πάντη ἀπολεῖσθαι, ὡς ἤδη ἀφίκετο ξυμφορᾶς, ηὔχετό τε ὡς ἢν αὑτῷ τὰ πράγματα μὴ διαφθαρῇ τότε ἐν τῷ θορύβῳ ἐκείνῳ, ἀπολιπεῖν τε τὴν ἀρχήν, καὶ τῷ παιδὶ ἐπιτρέψαντα αὐτὸν οἴχεσθαι ἐς τὴν Ἀσίαν διατρίψοντα σὺν τοῖς ἱερεῦσι καὶ τοῖς παρ' αὐτοῖς καλουμένοις Ναζηραίοις, προσεχόμενον τῷ ἥρωϊ καὶ ἀνάγοντα θαμὰ τὴν θυσίαν. ὡς δὲ περιεγένετό τε Παιόνων καὶ τὸν Παιόνων βασιλέα ἐξελὼν ἐκομίζετο ἐπ' οἴκου, τόν τε παῖδα αὐτοῦ τὸν νεώτερον Μεχμέτην μετεπέμπετο ἐπὶ τὴν ἀρχήν· ὁ γὰρ πρεσβύτερος αὐτοῦ Ἀλαδίνης οὐκέτι περιῆν, ἄλλ' ἐτετελευτήκει ὑπὸ ἵππου ἐκτραχηλισθείς, 2.122 κυνηγετοῦντος αὐτοῦ καὶ ἐπιθέοντος ἀνὰ κράτος ἐπὶ τὴν ἔλαφον. οὗτος μὲν οὖν οὕτως ἐτελεύτησε. Μεχμέτην δὲ τὸν νεώτερον παῖδα περιόντα, ὡς ἐλέγετό μοι, τότε ἐπὶ τὴν ἀρχὴν μετεπέμπετο. ὡς δὲ ἀφίκετο, ἐπιτρέψας αὐτῷ τὴν ἀρχὴν καὶ τὰς θύρας καὶ τοὺς νεήλυδας αὐτὸς ᾤχετο διαβὰς ἐπὶ τὴν Ἀσίαν, ἐς Προῦσαν, ᾗ τὰ τῆς Ἀσίας βασίλεια ἦν. τὴν μὲν οὖν ἀρχὴν ἀποθέμενος μετὰ ζιχίδων τῶν παρ' αὐτοῖς Ναζηραίων καὶ σειτίδων καὶ τῶν τοῦ γένους σοφῶν πολλὰ διέτριβεν· οὐ πολλῷ δὲ ὕστερον μετέμελέ τε αὐτῷ ἀπιόντι ἐκ τῆς ἀρχῆς καὶ ἰδιωτεύοντι. ὡς δὲ οὐκ ἠνέσχετο, ἔπρασσεν ὅπως ἐπανιὼν τὴν ἀρχὴν κατάσχοι καθ' ἡσυχίαν, ὡς δὲ μὴ ἐς διαφορὰν ἀφικνουμένου αὐτῷ τοῦ παιδὸς κινδυνευομένῳ τὰ πράγματα καὶ αἰτίαν ἔχοι πρὸς τοῦ γένους, οἷα ποιεῖ. ἔπρασσε δὲ ὅπως ἐπανέλθοι μετὰ Χαλίλεω τοῦ Πραΐμεω, ἀνδρὸς συνήθους αὐτῷ ἐς τὰ μάλιστα καί οἱ ἑπιτηδείως ἔχοντος αἰεί. αὐτὸς μὲν οὖν ἔπεισε τὸν παῖδα ἐς ἄγρας φοιτῶντα γυμνάζεσθαι ὡς κάλλιστα ἐφ' ἵππου· καὶ ἐπειδὴ ἔπειθε, κρύφα ἔπεμπε τῷ πατρὶ αὐτοῦ, μηδὲν δεδιότα, ἄφνω ἐς τὴν ῥητὴν αὐτῷ ἡμέραν ἀφικόμενον ἐς τὰ βασίλεια τῆς πόλεως χρηματίζειν τοῖς ἐν τῇ πόλει ὡς βασιλέα. ὁ μὲν οὖν, ὡς ὑπετίθετο, ἐς ἣν αὐτῷ συνέθετο ἡμέραν, παρεγένετό τε ἀπόντος αὐτῷ τοῦ παιδὸς ἐς τὴν ἄγραν καὶ κυνηγετοῦντος, παραγενόμενός τε κατέσχε τὴν βασιλείαν, χρηματίζων τοῖς ἐν τῇ πόλει τῶν θυρῶν ὡς βασιλεύς. ὁ μέντοι παῖς αὐτῷ, ὡς 2.123 ᾔσθετο ἐπανιόντος τοῦ πατρὸς αὐτῷ ἄφνω, οὐκ ἔχων, ὅ τι χρήσαιτο τῷ πράγματι, προσῄει τε καὶ προσεκύνησε· καὶ τὸ ἀπὸ τοῦδε παρῆγεν αὐτῷ, ἐς ἣν ἂν στρατεύηται χώραν. τὸν μέντοι παῖδα οὐκ ἐλάνθανεν, ὡς αὐτῷ ταῦτα εἴη διαπεπραγμένος Χαλίλης ὁ Πραΐμεω, καὶ ἤχθετό τε ἀξίως, οὐ μέντοι γε ἀνεδήλου αὐτῷ τὴν ὀργήν· ᾔδει γὰρ μέγα δυνάμενον παρὰ τῷ πατρί. Τότε μὲν οὖν ἐς τὴν Ἀμουράτεω ἐπάνοδον ἐπὶ τὴν βασιλείαν οὕτως ἐγένετο· ἐπεὶ δὲ ἀπήγαγε τὸν στρατὸν ἀπὸ τῆς πρὸς τὸν Ἰόνιον Μακεδονίας τῆς τῶν Ἀλβανῶν χώρας, τοῦτο μὲν τὸ ἔτος διέτριβεν ἐν τοῖς Εὐρώπης βασιλείοις ἡσυχίαν ἄγων, τῷ δ' ἐπιόντι ἐνιαυτῷ αὖθις, ἐπεὶ περιαγγέλλει τῷ στρατεύματι ἕπεσθαι, ἐστρατεύετο αὖθις ἐπὶ Σκενδέρην τὸν Ἰβάνεω καὶ ἐπὶ τὴν ταύτῃ κατὰ τὸν Ἰόνιον Ἀλβανῶν χώραν, καὶ ἐπῄει πολλῷ θυμῷ ὡς ἐξελῶν τε τὴν Κρούην καὶ αὐτὸν Σκενδέρην ἐξαιτησόμενος τοὺς Οὐενετούς, καὶ ἢν μὴ ἀποδοῖεν αὐτόν, ὡς πολιορκήσων τὴν πόλιν, ἐς ἣν καταφυγὼν ἐσῄει. ἐπεὶ δὲ εἰσέβαλεν, ἐπορεύετο ἰθὺ ἐπὶ τὴν Κρούην, καὶ τήν τε χώραν, ὅση ὑπελείπετο τὴν ἀρχὴν αὐτῷ ἀσινής, ἐπέδραμέ τε αὐτοῦ τὰ στρατεύματα, καὶ ἐπέκαον πῦρ ἐνιέντες, ὅτῳ ἂν αὐτοῖς περιτύχοιεν. ἐπέδραμε δὲ καὶ ἄχρι τοῦ ποταμοῦ τοῦ .... τὰ στρατεύματα. τὴν δὲ ἐπέκεινα τοῦ ποταμοῦ χώραν οὐχ οἷά τε ἦν ληΐζεσθαι διὰ τὸ ἄβατον εἶναι πάντη τοῖς βασιλέως ἱπποδρόμοις. καὶ οὗτοι μέν, τάς τε γυναῖκας καὶ παῖδας ὑπεκθέμενοι ἐς τὰ ἐχυρὰ τῶν Οὐενετῶν, συνελέγοντο ἐς τὸ ὄρος τὸ ὑπὲρ τὴν