112
στεναγμούς; Ἡ γὰρ ὀσφύς μου, φησὶν, ὑπὸ τῆς ἀγγελίας ἐκλέλυται γυναικὸς τικτούσης δίκην, ἡ πρότερον ἐσφιγμένη τε καὶ νεανική. Τινὲς δὲ ὡς ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων εἰρῆσθαί φασιν, Ἅπτου. Ὁ ἀθετῶν ἀθετεῖ. Εἴτε δὲ οὗτος, εἴτε Βαβυλὼν, Ἠδίκησα τὸ μὴ βλέπειν, φησὶν, ἐν ἐξομολογήσεως τρόπῳ. Οὐκ ἠνειχόμην γὰρ παραινέσεως σπουδὴν ποιουμένη μηδὲν βλέπειν ὀρθὸν ἤγουν ποιούμενος. Νυνὶ γυναικοπρεπὲς ἀφίησι δάκρυον, ἤγουν· ∆υσήκοος γέγονα, οὐκ ἀξιώσας βλέπειν τίς ὁ φύσει Θεός. Ἤκουσα γὰρ τὴν Ἰουδαίων λατρείαν ἐπιστρατεύσας αὐτοῖς τήν τε πόλιν πορθήσας καὶ τὸν ναόν. Ἀλλὰ καὶ Ἰωνᾶς ἡμῖν ἦλθε κηρύττων μετάνοιαν, καὶ μετανοήσας πάλιν ἠδίκησα. Πρὸς τὸ χρήσιμον δὲ τῶν ἀκουόντων φίλον ἐστὶ προσωποποιεῖν τῇ Γραφῇ. Ἐφ' οἷς φησιν· Ἑτοιμάσατε τράπεζαν. Τοῦτό φησιν ὁ προφήτης σαφῆ τῆς ἐπ' αὐτοῖς ὀργῆς τὴν αἰτίαν ποιῶν, τοῦ Βαλτάσαρ τὸ δεῖπνον τὸ παρὰ ∆ανιὴλ αἰνιττόμενος, ὅτε τοῖς σκεύεσιν ἐμπαροινήσας τοῖς ἱεροῖς, καὶ μὴ γνοὺς ὅτι Θεοῦ δυνάμει τὴν Ἰουδαίαν κεχείρωται, ἀναθεὶς δὲ τὴν αἰτίαν τοῖς ἑαυτοῦ Θεοῖς, τὴν γραφὴν εἶδεν ἐν τῷ τοίχῳ σημαίνουσαν αὐτῷ τὴν τῆς βασιλείας καθαίρεσιν. Ἐν ἤθει τοίνυν αὐτοῖς τρυφᾷν ὁ προφήτης παρακελεύεται· καὶ τί τὸ μετὰ τοῦτο; πόλεμοι τὴν πανήγυριν διαδέξονται, ὡς μικροῦ δεῖν ἐξ αὐτοῦ δραμεῖν τοῦ ποτοῦ πρὸς ὅπλα. Τινὲς δὲ τὸ, ἑτοιμάσατε τράπεζαν, τὸ προφητικὸν πνεῦμα λέγειν φασὶ πρὸς τοὺς μέλλοντας ἑλεῖν Βαβυλῶνα, Ἐλαμίτας, καὶ Μήδους, καὶ τοὺς πρέσβεις Περσῶν, διεγεῖρον αὐτοὺς πρὸς τὸν πόλεμον καὶ τὴν ἐπ' ἀδείας ὡς ἐπὶ νίκῃ μελλούσῃ τρυφήν. Ὁ δὲ τὸ πνεῦμα προφήτης ἔχων· Ταῦτα λέγω, φησὶν, Ἐπειδήπερ οὕτως εἶπε Κύριος πρός με· Βαδίσας στῆσον σεαυτῷ σκοπόν· καὶ ὃ ἐὰν ἴδῃ ἀπαγγειλάτω, ὁ σκοπὸς δηλονότι. Καὶ εἶδεν ἀναβάτας ἱππεῖς δύο. Ὁ δὲ Σύμμαχος ἅρμα 2164 ζεῦγος ἵππων. Καὶ πάλιν ὁρᾷ δύο, τὸν μὲν ὄνῳ τὸν δὲ καμήλῳ ὀχούμενον. Ἐδήλουν δὲ οἱ μὲν ὄντες ἐφ' ἵππων τὴν τῶν πολεμίων παράταξιν. Οἱ δὲ τὴν ἐπὶ τῶν νωτοφόρων πρὸς τὴν χρείαν παραγωγὴν καὶ λαφύρων μέλλουσαν ἀποκομιδήν. Καὶ ἀλλαχοῦ γάρ φησιν· "Ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν." Τοῦ σκοποῦ ταῦτα τεθεαμένου, Κύριος τῷ προφήτῃ φησίν· Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν. Τὸ δὲ Οὐρίαν Ἀκύλας ἐξέδωκε λέοντα. Ὁ δὲ Σύμμαχος λέαιναν. Ὁ δὲ Θεοδοτίων Ἀριήλ. Οὕτω γὰρ ἔχει καὶ τὸ Ἑβραϊκόν. Ἀλλ' οὐκ Οὐρίαν,ὡς μὴ δύνασθαι τὸν εἰρημένον πρόσθεν ἱερέα σημαίνεσθαι. Ἀκρόασαι τοίνυν ἀκρόασιν, ἔφη, πολλὴν, καὶ κάλει τὸν Ἀριὴλ, ὡς ἂν καὶ τοῦτον ὁ σκοπὸς ἅμα σοὶ θεωρήσειεν. Ὡς σὺν αὐτῷ γὰρ ἱστάμενος ὁ προφήτης φησίν· Ἔστην διὰ παντὸς ἡμέρας καραδοκῶν τὴν μέλλουσαν ὄψιν τοῦ λέοντος. Ἡμέραν δὲ διατελέσας καὶ νύκτα, φησίν· Ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Ἦν δὲ οὗτος ἢ τιμωρός τις ἄγγελος ἐπάγων Βαβυλῶνι τὴν τῆς ἁλώσεως δίκην, ὁ Ἀριὴλ ἴσως ὀνομαζόμενος· ἢ αὐτὸς ἐκεῖνος, Ὁ ὡς λέων ὠρυόμενος καὶ ζητῶν τίνα καταπίῃ. Νοήσας δὲ ὡς τιμωρητικός ἐστιν ἄγγελος βοᾷ· Πέπτωκε, πέπτωκε Βαβυλών. Ὁ μὲν οὗν πρῶτος σκοπὸς ὑποδεέστερος ὢν τοῦ προφήτου τὸ πλῆθος ἑώρα τῶν ἐπιέναι τῇ Βαβυλῶνι μελλόντων· ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης, τὴν ἀγγελικήν τε καὶ ἀποῤῥητοτέραν ὄψιν ὁρᾷ. Τήν τε Βαβυλῶνος πτῶσιν, καὶ τῶν εἰδώλων αὐτῆς, ἅπερ ἀκρόασιν πολλὴν ἐκάλει τὸ πνεῦμα. Τινὲς δὲ τὸ, Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, οὕτω φασίν· τὸ δεῖν συνάξαι πρὸς τὴν θεωρίαν τὸν νοῦν, καὶ ἐν τῇ τούτου γενέσθαι περιωπῇ. Τοῦτο γὰρ ἔθος προφήταις πρὸς τὴν τῶν δεικνυμένων ἀντίληψιν. Τοιγαροῦν τις τούτων φησίν· "Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου." Ἀκρόασιν δέ φασι πολλὴν, διὰ τὰ παράδοξα τῶν ἐσομένων Βαβυλῶνι συμφορῶν διηγήματα· παντελῶς γὰρ γέγονεν ἔρημος, ὡς μηδὲ τοὺς ἐν σπηλαίοις κρυφθέντας τὸν Κύρον λαθεῖν, πρὸς ὃν ἔφη Θεός· ὅτι "∆ώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι." ∆ιὸ πρὸς Βαβυλῶνά φησιν