De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
2.152 "Εἷς ὁ Θεός." Οἱ κράκται· "Σύ, αὐτὴν σῶσον." Ὁ λαός· "Ναί, Κύριε." Οἱ κράκται· "Ὁ βοηθῶν τῷ ἐπάρχῳ." Ὁ λαός· "Εἷς ὁ Θεός." Οἱ κράκται· "Σύ, αὐτὸν σῶσον·" Ὁ λαός· "Ναί, Κύριε." Οἱ κράκται· "Ὁ βοηθῶν τῷ Οὐρανίῳ." Ὁ λαός. "Εἷς ὁ Θεός." Οἱ κράκται. "Σύ, αὐτὸν σῶσον." Ὁ λαός. "Ναί, Κύριε." (Οἱ Πράσινοι· τῷ Ὀλυμπίῳ.) Οἱ κράκται· "Ὁ βοηθῶν τῷ Εἰκασίῳ." (Οἱ Πράσινοι· τῷ Ἀνατέλλοντι.) Ὁ λαός. "Εἷς ὁ Θεός." Οἱ κράκται· "Σύ, αὐτὸν σῶσον." Ὁ λαός. "Ναί, Κύριε." Εἶτα εἰσέρχεται ἕτερος κράκτης καὶ λέγει τὴν συνάφειαν· "Ὁ βοηθῶν τοῖς δεσπόταις, ταῖς Αὐγούσταις, τοῖς πορφυρογεννήτοις, τῇ πόλει, τῷ ἐπάρχῳ, τῷ Οὐρανίῳ"· (Οἱ Πράσινοι· τῷ Ὀλυμπίῳ,) τῷ Εἰκασίῳ"· (Οἱ Πράσινοι· τῷ Ἀνατέλλοντι.) Ὁ λαός· "Εἷς ὁ Θεός." Οἱ κράκται· "Σύ, αὐτοὺς σῶσον." Ὁ λαός· "Ναί, Κύριε." Οἱ κράκται· "Ὁ δεῖνα καὶ ὁ δεῖνα, μεγάλων βασιλέων καὶ αὐτοκρατόρων"· Ὁ λαός· "Κύριε, βοήθει." Εἶτα εἰσέρχεται ἕτερος κράκτης καὶ λέγει· "Ἰοὺς ἀεί, ἀεί." Οἱ κράκται· "Προτόνου καὶ νικᾷς." Ὁ λαός· "Εἷς ἀεί, εὐδόκιμε." Οἱ κράκται· "Ἅγιε, τρισάγιε, νίκη εἰς τὸ Βένετον." (Οἱ Πράσινον· εἰς τὸ Πράσινον.) Οἱ κράκται· "∆έσποινα Θεοτόκε." Ὁ λαός. "Ναί, ∆έσποινα Θεοτόκε, νίκη εἰς τὸ Βένετον." (Οἱ Πράσινοι· εἰς τὸ Πράσινον,) Οἱ κράκται· "Τοῦ σταυροῦ ἡ δύναμις." Ὁ λαός· "Ναί, τοῦ σταυροῦ ἡ δύναμις, νίκη ἔχει τὸ Βένετον". (Οἱ Πράσινοι· ἔχει τὸ Πράσινον.) Οἱ κράκται· "Θεοῦ τὴν νίκην ἔχει τὸ πρόσωπόν σου, Οὐράνιε." (Οἱ Πράσινοι· Ὀλύμπιε.) Οἱ κράκται· "Ὅλη δείλης σήμερον." Ὁ λαός· "Ἔς, ὅλη δείλης σήμερον· καλή σου δείλης γίνεται." Οἱ κράκται· "Κύριοι, πολλοὶ ὑμῖν χρόνοι." Ὁ λαός· "Πολ 2.153 λοὶ ὑμῖν χρόνοι." Οἱ Πράσινοι· "Ἅγιε." Καὶ εἰσέρχεται ἕτερος κράκτης καὶ λέγει· "Ὁ δεῖνα καὶ ὁ δεῖνα, μεγάλων βασιλέων καὶ αὐτοκρατόρων." Ὁ λαός· "Θεοτόκε, βοήθει." Οἱ κράκται "Εἷς ὁ Θεός, σὺ αὐτοὺς σῶσον." Ὁ λαός· "Ναί, Κύριε." Εἶτα λέγει ὁ κράκτης· "Ναί, εἰπὲ καὶ ποίει τὴν ἀγωγὴν τῷ Οὐρανίῳ." (Οἱ Πράσινοι· τῷ Ὀλυμπίῳ.) "Ναί, εἰπὲ καὶ ποίει τὴν ἀγωγὴν τῷ Εἰκασίῳ." (Οἱ Πράσινοι· τῷ Ἀνατέλλοντι.) Ὁ λαός· "Καλὸν ἀγῶνα". Οἱ κράκται· "Εἷς ὁ Θεός, σὺ αὐτοὺς σῶσον." Ὁ λαός· "Ναί, Κύριε." Ἰστέον ὅτι τὰ αὐτὰ ἄκτα καὶ ἡ αὐτὴ εὐφημία λέγονται καὶ ἐπὶ τοῦ Ἱπποδρομίου εἰς τὸ στάμα, ἤγουν εἰς τὸ Π, δηλονότι τοῦ ὑπάρχου καθεζομένου εἰς τὸ Κάθισμα, ἔνθα ὁ ἀκτουάριος ἵσταται. Περὶ τοῦ αὐτοῦ ἱπποδρομίου, πῶς δεῖ κυλίειν. Πρὸ τοῦ ἱππικοῦ γίνεται ἡ πομπὴ τῶν ἵππων, καὶ τῷ πρωῒ τίθεται ἡ ὄρνα εἰς τὸν καμπτὸν τοῦ Βενέτου, καὶ κατέρχονται οἱ τῶν δύο μερῶν ἡνίοχοι ἅμα τῶν κομβινογράφων, φορούντων αὐτῶν τῶν κομβινογράφων ἀρμελαύσια βένετον καὶ λευκὸν καὶ τὰ μασσία, ὄντων αὐτῶν καὶ ἀνυποδήτων, βαστάζοντες καὶ χαρτοκαλαμάρια, καὶ κυλιούσης τῆς ὄρνας, οἷον ἐκβάλλει σφαιρίν, ὀνομάζει τὸν μεσαρίστερον. Καὶ ὅτε πληρώσωσιν τὰ δʹ βαΐα, ἀπέρχονται εἰς τὰ ὀρνατούρια, καὶ ποιοῦσιν τὸ πέρας τῆς κομβίνας, καὶ ἀνερχομένου τοῦ βασιλέως, ἀπολύουσιν τὰ ∆ιίππια, καὶ ἵσταται ὁ μαξιλλάριος εἰς τὸν τόπον αὐτοῦ καὶ οἱ δύο θεωρηταί, εἷς ἐκ δεξιῶν αὐτοῦ, καὶ εἷς ἐξ εὐωνύμων, βαστάζοντες τὰ καλαμάρια, ἕως οὗ πετάσῃ. Καὶ τοῦ Θεοῦ 2.154 παρασχόντος τὴν νίκην, μετὰ τὸ λαβεῖν τὰ ἔπαθλα ἀπέρχονται εἰς τὰς θύρας, καὶ μετὰ τὴν συμπλήρωσιν τῶν δ' βαΐων ἐκβαίνουσιν τὰ ἅρματα τῶν νικησάντων, φορούντων τῶν ἡνιόχων τὰ δημόσια, καὶ κάμπτουσιν καμπτὸν Πρασίνου καὶ Βενέτου, καὶ ἔρχονται εἰς τὸν ἴδιον δῆμον, καὶ ἐπαίρουσιν τοὺς δημότας, καὶ σάσσοντες κάμπτουσιν, ὡς προείρηται, καμπτὸν Πρασίνου. Καὶ ἔρχονται εἰς τὸ στάμα, καὶ κατέρχεται ὁ ἀκτουάριος, καὶ ἀπολύει αὐτούς, καὶ ἀπέρχονται χορεύοντες εἰς τὸ δημόσιον. Περὶ τῶν βηγῶν, πῶς δεῖ αὐτὰς τελεῖσθαι. Ἱππικοῦ ἀγομένου μὴ προσκυνησίμου, αἱ βῆγες ἵστανται εἰς τὸ πρῶτον κριτάριν, καὶ οἱ βηγάριοι ἐπάνω τῶν ἁρμάτων, καὶ ἀνερχομένου τοῦ βασιλέως, ἐμβαίνουσιν οἱ δʹ ἡνίοχοι καὶ λαμβάνουσι τὰ χρυσᾶ πισσία· καὶ στρέφονται, καὶ ἵστανται εἰς τὰς ἰδίας διασφαγάς. Καὶ εἶθ' οὕτως νεύει ὁ ἀκτουάριος, καὶ πάλιν εἰσέρχονται καὶ λαμβάνουσιν ἀνὰ ψελλίου χρυσοῦ, καὶ ὑποστρέφοντες ἐκφωτίζουσιν ἐπὶ τοὺς δήμους, καὶ ἐκβαίνουσιν αἱ βῆγες. Φοροῦσιν δὲ οἱ βηγάριοι ἱμάτια, ὁ μὲν εἷς βένετον, ὁ δὲ ἕτερος πράσινον, ἔχοντα ὥσπερ πτερά, ἀπὸ κεντούκλων ἐρραμμένα, ὄπισθεν εἰς τὰς ψύας αὐτῶν, ἀντὶ δὲ κασσιδίων, φοροῦσιν καμελαύκια κεντουκλέϊνα. Ἄκτα ἀπὸ νίκης εἰς τὸ αὐτὸ ἱπποδρόμιον. Ἀπὸ τοῦ δευτέροι βαΐου λέγουσιν οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ 2.155 κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία." Οἱ Πράσινοι· "Τὸ πρόβλημα τῆς Τριάδος", καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι". Οἱ Πράσινοι· "Ἅγιε." Οἱ κράκται· "Πολλοὶ